Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ζήνωνος δὲ τοῦ Κιτιέως ἀποθανόντος, ὃν μάλιστα τῶν φιλοσόφων ἐθαύμασεν, ἔλεγε τὸ θέατρον αὐτοῦ τῶν πράξεων ἀνῃρῆσθαι.

Λυσίμαχος ἐν Θρᾴκῃ κρατηθεὶς ὑπὸ Δρομιχαίτου καὶ διὰ δίψαν ἑαυτὸν καὶ τὸ στράτευμα παραδούς, ὡς ἔπιεν αἰχμάλωτος γενόμενος, ὦ θεοί εἶπεν ὡς μικρᾶς ἡδονῆς ἕνεκα δοῦλον ἐμαυτὸν ἐκ βασιλέως πεποίηκα.

πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδιοποιὸν [*](κωμῳδιοποιὸν*: κωμῳδοποιὸν) φίλον ὄντα καὶ συνήθη τίνος σοι εἶπε τῶν ἐμῶν μεταδῶ; κἀκεῖνος οὗ βούλει πλὴν τῶν ἀπορρήτων.

Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπὸ Ἀλεξάνδρου τελευτὴν εἰ μὲν ἐπεβούλευσεν Ἀλεξάνδρῳ Παρμενίων εἶπε τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον;

Δημάδου δὲ τοῦ ῥήτορος ἤδη πρεσβύτου γεγονότος, ἔφη καθάπερ ἱερείου διαπεπραγμένου καταλείπεσθαι μόνην τὴν γαστέρα καὶ τὴν γλῶτταν.

Ἀντίοχος ὁ τρίτος ἔγραψε ταῖς πόλεσιν ἄν τι γράψῃ παρὰ τοὺς νόμους κελεύων γενέσθαι, μὴ προσέχειν ὡς ἠγνοηκότι,

τὴν δὲ τῆς Ἀρτέμιδος ἱέρειαν ἰδὼν ὑπερβολῇ

καλὴν φανεῖσαν εὐθὺς ἀνέζευξεν ἐξ Ἐφέσου, φοβούμενος μὴ παρὰ γνώμην ἐκβιασθῇ πρᾶξαί τι τῶν οὐχ ὁσίων.

Ἀντίοχος ὁ ἐπικληθεὶς Ἱέραξ ἐπολέμει περὶ τῆς βασιλείας πρὸς τὸν ἀδελφὸν Σέλευκον· ἐπεὶ δὲ ὁ Σέλευκος ἡττηθεὶς ὑπὸ Γαλατῶν οὐδαμοῦ φανερὸς ἦν ἀλλʼ ἐδόκει κατακεκόφθαι, θεὶς τὴν πορφύραν ὁ Ἀντίοχος φαιὸν ἱμάτιον ἀνέλαβε. μετʼ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν σῴζεσθαι, εὐαγγέλια τοῖς θεοῖς ἔθυσε καὶ τὰς πόλεις τὰς ὑφʼ ἑαυτοῦ στεφανηφορεῖν ἐποίησεν.

Εὐμένης ἐπιβουλευθεὶς ὑπὸ Περσέως ἔδοξε τεθνάναι τῆς δὲ φήμης εἰς Πέργαμον κομισθείσης, Ἄτταλος ὁ ἀδελφὸς αὐτοῦ περιθέμενος τὸ διάδημα καὶ τὴν γυναῖκα γήμας ἐβασίλευσε· πυθόμενος δὲ προσιόντα ζῶντα τὸν ἀδελφὸν ἀπήντησεν ὥσπερ εἰώθει μετὰ τῶν σωματοφυλάκων δοράτιον ἔχων· ὁ δὲ Εὐμένης φιλοφρόνως ἀσπασάμενος αὐτὸν καὶ πρὸς τὸ οὖς εἰπών

μὴ σπεῦδε γῆμαι πρὶν τελευτήσαντʼ ἴδῃς,
οὐδὲν ἄλλο παρὰ πάντα τὸν βίον οὔτʼ εἶπεν ὕποπτον οὔτε ἐποίησεν, ἀλλὰ καὶ τελευτῶν ἐκείνῳ τὴν γυναῖκα καὶ τὴν βασιλείαν ἀπέλιπεν. ἀνθʼ ὧν ἐκεῖνος οὐδὲν ἐξ ἑαυτοῦ τέκνον ἔθρεψε, πολλῶν γενομένων,
ἀλλὰ τῷ Εὐμένους υἱῷ τὴν βασιλείαν ἔτι ζῶν ἐνηλίκῳ γενομένῳ παρέδωκε.

Πύρρον οἱ υἱοὶ παῖδες ὄντες ἠρώτων, τίνι καταλείψει τὴν βασιλείαν· καὶ ὁ Πύρρος εἶπεν ὃς ἂν ὑμῶν ὀξυτέραν ἔχῃ τὴν μάχαιραν.

ἐρωτηθεὶς δὲ πότερον Πύθων ἢ Καφισίας [*](Καφισίας*: καφίσιος) αὐλητὴς ἀμείνων Πολυσπέρχων [*](Πολυσπέρχων X: πολυπέρχων ) ἔφη στρατηγός.

ἐπεὶ δὲ συμβαλὼν Ῥωμαίοις δὶς ἐνίκησε πολλοὺς τῶν φίλων καὶ τῶν ἡγεμόνων ἀπολέσας, ἂν ἔτι ἔφη μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολώλαμεν.

ἐπεὶ δὲ Σικελίας ἀποτυχὼν ἐξέπλει, μεταστραφεὶς ὀπίσω πρὸς τοὺς φίλους οἵαν ἔφη Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπολείπομεν παλαίστραν.

τῶν δὲ στρατιωτῶν Ἀετὸν αὐτὸν προσαγορευόντων τί γάρ εἶπεν οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις αἰρόμενος;

ἀκούσας δὲ ὅτι νεανίσκοι πολλὰ βλάσφημα περὶ αὐτοῦ πίνοντες εἰρήκασιν, ἐκέλευσεν ἀχθῆναι μεθʼ ἡμέραν πρὸς αὐτὸν ἅπαντας· ἀχθέντων δὲ τὸν πρῶτον ἠρώτησεν , εἰ ταῦτα εἰρήκασι περὶ αὐτοῦ καὶ ὁ νεανίσκος ταῦτα εἶπεν ὦ βασιλεῦ· πλείονα δʼ ἂν τούτων εἰρήκειμεν, εἰ πλείονα οἶνον εἴχομεν.

Ἀντίοχος ὁ στρατεύσας δεύτερον ἐπὶ Πάρθους, ἔν τινι κυνηγεσίῳ καὶ διωγμῷ τῶν φίλων καὶ

θεραπόντων ἀποπλανηθείς, εἰς ἔπαυλιν πενήτων ἀνθρώπων ἀγνοούμενος εἰσῆλθε καὶ παρὰ τὸ δεῖπνον ἐμβαλὼν λόγον περὶ τοῦ βασιλέως ἤκουσεν, ὅτι τἄλλα χρηστός ἐστιν, φίλοις δὲ μοχθηροῖς; ἐπιτρέπων τὰ πλεῖστα παρορᾷ καὶ πολλάκις ἀμελεῖ τῶν ἀναγκαίων διὰ τὸ λίαν φιλόθηρος εἶναι. τότε μὲν οὖν ἐσιώπησεν· ἅμα δὲ ἡμέρᾳ τῶν δορυφόρων παραγενομένων ἐπὶ τὴν ἔπαυλιν φανερὸς γενόμενος, προσφερομένης τῆς πορφύρας αὐτῷ καὶ τοῦ διαδήματος, ἀλλὰ ἀφʼ ἧς εἶπεν ἡμέρας· ὑμᾶς ἀνείληφα, πρῶτον ἐχθὲς ἀληθινῶν λόγων ἤκουσα περὶ ἐμαυτοῦ.

τῶν δὲ Ἰουδαίων, πολιορκοῦντος αὐτοῦ τὰ Ἱεροσόλυμα, πρὸς τὴν μεγίστην ἑορτὴν αἰτησαμένων ἑπτὰ ἡμερῶν ἀνοχάς, οὐ μόνον ἔδωκε ταύτας, ἀλλὰ καὶ ταύρους χρυσόκερως παρασκευασάμενος καὶ θυμιαμάτων καὶ ἀρωμάτων πλῆθος ἄχρι τῶν πυλῶν ἐπόμπευσε· καὶ παραδοὺς τοῖς ἐκείνων ἱερεῦσι τὴν θυσίαν αὐτὸς ἐπανῆλθεν εἰς τὸ στρατόπεδον. οἱ δὲ Ἰουδαῖοι θαυμάσαντες εὐθὺς ἑαυτοὺς μετὰ τὴν ἑορτὴν ἐνεχείρισαν.