Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

εἰπόντος δέ τινος ὅτι πάντα καλὰ καὶ δίκαια τοῖς βασιλεῦσι ναὶ μὰ Δία εἶπε τοῖς τῶν βαρβάρων ἡμῖν δὲ μόνα καλὰ τὰ καλὰ καὶ μόνα δίκαια τὰ δίκαια.

Μαρσύου τοῦ ἀδελφοῦ δίκην ἔχοντος, ἀξιοῦντος δὲ τὴν κρίσιν αὐτῷ γενέσθαι κατʼ οἰκίαν, ἔσται μὲν οὖν εἶπεν ἐν τῇ ἀγορᾷ καὶ πάντων ἀκουόντων, εἰ μηδὲν ἀδικοῦμεν.

ἐπεὶ δέ ποτε χειμῶνος ἐν τόποις σπανίζουσι

τῶν ἐπιτηδείων ἠνάγκασε καταζεῦξαι καὶ τῶν στρατιωτῶν τινες ἐλοιδόρουν αὐτὸν ἀγνοοῦντες ὅτι πλησίον ἐστὶν , τῇ βακτηρίᾳ τὴν σκηνὴν διαστείλας οἰμώξετε εἶπεν εἰ μὴ μακρότερον ἀποστάντες λοιδορήσετε ἡμᾶς.

Ἀριστοδήμου δὲ τῶν φίλων τινὸς ἐκ μαγείρου γεγονέναι δοκοῦντος, συμβουλεύοντος δὲ αὐτῷ τῶν ἀναλωμάτων καὶ τῶν δωρεῶν ἀφαιρεῖν, οἱ λόγοι σου εἶπεν ὦ Ἀριστόδημε, περιζώματος ὄζουσιν.

Ἀθηναίων δὲ δοῦλον αὐτοῦ τιμώμενον εἰς τὴν πολιτείαν ὡς ἐλεύθερον ἐγγραψάντων, οὐκ ἂν εἶπεν ἐβουλόμην ἕνα Ἀθηναῖον ὑπʼ ἐμοῦ μαστιγοῦσθαι.

νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπʼ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου τί λέγεις; εἶπεν ἢ

ταῦτʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα;

ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος, ὅτι χιονοβόλος ἡ ὥρα γενομένη λιποβοτανεῖν ἐποίησε τὴν χώραν, οὐ παύσῃ μοι εἶπεν ὡς ὄχλῳ χρώμενος;

Θρασύλλου δὲ τοῦ κυνικοῦ δραχμὴν αἰτήσαντος αὐτόν, ἀλλʼ οὐ βασιλικόν ἔφη τὸ δόμα· τοῦ δὲ εἰπόντος οὐκοῦν τάλαντον δός μοι, ἀλλʼ οὐ κυνικόν, ἔφη τὸ λῆμμα.

πέμπων δὲ Δημήτριον τὸν υἱὸν μετὰ νεῶν πολλῶν καὶ δυνάμεων ἐλευθερώσοντα τοὺς· Ἕλληνας

ἔλεγε τὴν δόξαν ὥσπερ ἀπὸ σκοπῆς τῆς Ἑλλάδος εἰς τὴν οἰκουμένην πυρσεύεσθαι.

Ἀνταγόρου δὲ τοῦ ποιητοῦ γόγγρον ἕψοντος καὶ αὐτοῦ τὴν λοπάδα σείοντος, ἐπιστὰς ἐξόπισθεν οἴει φησὶ τὸν Ὅμηρον, ὦ Ἀνταγόρα, γόγγρον ἕψειν τὰς τοῦ Ἀγαμέμνονος γράφοντα πράξεις; καὶ ὁ Ἀνταγόρας σὺ δέ εἶπεν ὦ βασιλεῦ, τὸν Ἀγαμέμνονα νομίζεις πράττοντα τὰς πράξεις ἐκείνας πολυπραγμονεῖν, εἴ τις ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει;

ὄναρ δʼ [*](ὄναρ δʼ*: Ἀντίγονος ὄναρ) ἰδὼν χρυσοῦν θέρος ἐξαμῶντα Μιθριδάτην ἐβουλεύσατο κτεῖναι, καὶ Δημητρίῳ τῷ υἱῷ φράσας ὥρκωσε σιωπῆσαι· ὁ δὲ παραλαβὼν τὸν Μιθριδάτην καὶ συμπεριπατῶν παρὰ θάλασσαν ἐν τῷ αἰγιαλῷ κατέγραψε τῷ σαυρωτῆρι τοῦ δόρατος φεῦγε, Μιθριδᾶτα [*](Μυθριδάτην*: μιθριδάτην ὁ δημήτριος) ἐκεῖνος δὲ νοήσας ἔφυγεν εἰς Πόντον κἀκεῖ βασιλεύων διετέλεσε.

Ῥοδίους δὲ πολιορκῶν ὁ Δημήτριος ἔλαβεν ἔν τινι προαστείῳ πίνακα Πρωτογένους τοῦ ζωγράφου τὸν Ἰάλυσον γράφοντος· ἐπικηρυκευσαμένων δὲ τῶν Ῥοδίων καὶ φείσασθαι τοῦ πίνακος παρακαλούντων, ἔφη μᾶλλον ἂν [*](ἂν*) τὰς τοῦ πατρὸς εἰκόνας ἢ τὴν γραφὴν ἐκείνην διαφθεῖραι. σπεισάμενος δὲ τοῖς Ῥοδίοις τὴν ἑλέπολιν ἀπέλιπε παρʼ αὐτοῖς, ὑπόδειγμα τῆς αὑτοῦ μεγαλουργίας ἐκείνων δὲ ἀνδρείας ἐσομένην.

ἀποστάντων δὲ τῶν Ἀθηναίων, ἑλὼν τὴν πόλιν ἤδη κακῶς ὑπὸ σιτοδείας ἔχουσαν, εὐθὺς ἐκκλησίας αὐτῷ συναχθείσης, ἐπέδωκε δωρεὰν σῖτον αὐτοῖς· δημηγορῶν δὲ περὶ τούτων ἐβαρβάρισε· τῶν δὲ καθημένων τινὸς ὡς ἔδει τὸ ῥῆμα λεχθῆναι παραφωνήσαντος, οὐκοῦν ἔφη καὶ τῆς ἐπανορθώσεως ταύτης ἄλλους ὑμῖν πεντακισχιλίους ἐπιδίδωμι μεδίμνους.

Ἀντίγονος ὁ δεύτερος, Δημητρίου τοῦ πατρὸς ἁλόντος καὶ πέμψαντός τινα τῶν φίλων καὶ κελεύοντος μὴ προσέχειν, ἄν τι γράφῃ βιασθεὶς ὑπὸ Σελεύκου, μηδὲ παραχωρεῖν τῶν πόλεων, αὐτὸς ἔγραψε πρὸς Σέλευκον ἐξιστάμενος αὐτῷ τῆς ἀρχῆς ἁπάσης καὶ παραδιδοὺς ὅμηρον ἑαυτὸν ἐπὶ τῷ τὸν πατέρα Δημήτριον ἀπολυθῆναι

μέλλων δὲ ναυμαχεῖν πρὸς τοὺς Πτολεμαίου στρατηγοὺς, εἰπόντος τοῦ κυβερνήτου πολὺ πλείονας εἶναι τὰς τῶν πολεμίων ναῦς, ἐμὲ δέ ἔφη αὐτὸν παρόντα πρὸς πόσας ἀντιτάττεις;

ὑποχωρῶν δέ ποτε τοῖς πολεμίοις ἐπερχομένοις οὐκ ἔφη φεύγειν, ἀλλὰ διώκειν τὸ συμφέρον ὀπίσω κείμενον.

ἐπεὶ δὲ νεανίσκος ἀνδρείου πατρός, αὐτὸς δὲ μὴ πάνυ δοκῶν ἀγαθὸς εἶναι στρατιώτης ἠξίου τὰς τοῦ πατρὸς λαμβάνειν ἀποφοράς, ἀλλʼ ἐγὼ εἶπεν ὦ μειράκιον, ἀνδραγαθίας οὐ πατραγαθίας μισθοὺς καὶ δωρεὰς δίδωμι.