Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
κοιμηθεὶς δὲ πλείονα χρόνον ἐπὶ στρατείας εἶτα διαναστὰς ἀσφαλῶς εἶπεν ἐκάθευδον· Ἀντίπατρος γὰρ ἐγρηγόρει,
πάλιν δὲ ἡμέρας καθεύδοντος αὐτοῦ καὶ τῶν ἠθροισμένων ἐπὶ θύραις Ἑλλήνων ἀγανακτούντων καὶ ἐγκαλούντων, ὁ Παρμενίων μὴ θαυμάσητε εἶπεν εἰ καθεύδει νῦν Φίλιππος ὅτε γὰρ ἐκαθεύδετε ὑμεῖς, οὗτος ἐγρηγόρει.
ψάλτην δέ τινα βουλομένου παρὰ δεῖπνον ἐπανορθοῦν αὐτοῦ καὶ λαλεῖν περὶ κρουμάτων, ὁ ψάλτης μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ κακῶς οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς.
ἐπεὶ δὲ διενεχθέντος αὐτοῦ πρὸς Ὀλυμπιάδα τὴν γυναῖκα καὶ τὸν υἱὸν ἧκε Δημάρατος ὁ Κορίνθιος, ἐπυνθάνετο, πῶς πρὸς ἀλλήλους ἔχουσιν οἱ Ἕλληνες· καὶ ὁ Δημάρατος πάνυ γοῦν ἔφη σοὶ περὶ τῆς τῶν Ἑλλήνων ὁμονοίας ὁ λόγος ἐστίν, οὕτω πρὸς σὲ τῶν οἰκειοτάτων ἐχόντων ὁ δὲ συμφρονήσας ἐπαύσατο τῆς ὀργῆς καὶ διηλλάγη πρὸς αὐτούς.
πρεσβύτιδος δὲ πενιχρᾶς ἀξιούσης ἐπʼ αὐτοῦ κριθῆναι καὶ πολλάκις ἐνοχλούσης, ἔφη μὴ σχολάζειν· ἡ δὲ πρεσβῦτις ἐκκραγοῦσα καὶ μὴ βασίλευε
εἶπεν. ὁ δὲ θαυμάσας τὸ ῥηθὲν οὐ μόνον ἐκείνης ἀλλὰ καὶ τῶν ἄλλων εὐθὺς διήκουσεν.