Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πυθόμενος δʼ ἐγκαλεῖν αὐτῷ τὸν Ἀλέξανδρον, ὅτι παῖδας ἐκ πλειόνων ποιεῖται γυναικῶν, οὐκοῦν ἔφη πολλοὺς ἔχων περὶ τῆς βασιλείας ἀνταγωνιστὰς γενοῦ καλὸς κἀγαθός, ἵνα μὴ διʼ ἐμὲ τῆς βασιλείας τύχῃς ἀλλὰ διὰ σεαυτόν ἐκέλευε δʼ αὐτὸν Ἀριστοτέλει προσέχειν καὶ φιλοσοφεῖν, ὅπως ἔφη μὴ πολλὰ τοιαῦτα πράξῃς, ἐφʼ οἷς ἐγὼ πεπραγμένοις μεταμέλομαι,

τῶν δὲ Ἀντιπάτρου φίλων τινὰ κατατάξας εἰς τοὺς δικαστάς, εἶτα τὸν πώγωνα βαπτόμενον αἰσθανόμενος καὶ τὴν κεφαλήν, ἀνέστησεν εἰπὼν τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἀξιόπιστον ἐν πράγμασι.

Μαχαίτᾳ δέ τινα κρίνων δίκην καὶ ὑπονυστάζων οὐ πάνυ προσεῖχε τοῖς δικαίοις ἀλλὰ κατέκρινεν ἐκείνου δὲ ἀναβοήσαντος ἐκκαλεῖσθαι τὴν κρίσιν, διοργισθεὶς ἐπὶ τίνα; εἶπε· καὶ ὁ Μαχαίτας ἐπὶ σὲ βασιλεῦ αὐτόν, ἂν ἐγρηγορὼς καὶ προσέχων ἀκούῃς. τότε μὲν οὖν ἀνέστη· γενόμενος δὲ μᾶλλον ἐφʼ ἑαυτῷ καὶ γνοὺς ἀδικούμενον τὸν Μαχαίταν τὴν μὲν κρίσιν οὐκ ἔλυσε, τὸ δὲ τίμημα τῆς δίκης αὐτὸς ἐξέτισεν.

ἐπεὶ δὲ Ἅρπαλος ὑπὲρ συγγενοῦς καὶ οἰκείου Κράτητος ἀδικημάτων δίκην ἔχοντος ἠξίου τὴν ζημίαν

εἰσενεγκεῖν ἀφεθῆναι δὲ τῆς κρίσεως, ἵνα μὴ λοιδορηθῇ, βέλτιόν ἐστιν εἶπε τοῦτον αὐτὸν ἢ ἡμᾶς διὰ τοῦτον κακῶς ἀκούειν.

ἀγανακτούντων δὲ τῶν φίλων, ὅτι συρίττουσιν αὐτὸν ἐν Ὀλυμπίοις εὖ πεπονθότες οἱ Πελοποννήσιοι, τί οὖν εἶπεν ἐὰν κακῶς πάθωσι;