Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἀτέας ἔγραφε πρὸς τὸν Φίλιππον σὺ μὲν ἄρχεις Μακεδόνων ἀνθρώποις μεμαθηκότων πολεμεῖν ἐγὼ δὲ Σκυθῶν, οἳ καὶ λιμῷ καὶ δίψει μάχεσθαι δύνανται Τοὺς δὲ πρέσβεις τοῦ Φιλίππου ψήχων τὸν ἵππον ἠρώτησεν εἰ τοῦτο ποιεῖ Φίλιππος, Ἰσμηνίαν δὲ τὸν ἄριστον αὐλητὴν λαβὼν αἰχμάλωτον ἐκέλευσεν αὐλῆσαι· θαυμαζόντων δὲ τῶν ἄλλων, αὐτὸς ὤμοσεν ἥδιον ἀκούειν τοῦ ἵππου χρεμετίζοντος.

Σκίλουρος ὀγδοήκοντα παῖδας ἄρρενας ἀπολιπών, ἐπεὶ τελευτᾶν ἔμελλε, δέσμην ἀκοντίων ἑκάστῳ προτείνων ἐκέλευε καταθραῦσαι· πάντων δὲ ἀπαγορευσάντων, καθʼ ἓν αὐτὸς ἐξελὼν ἀκόντιον ἅπαντα ῥᾳδίως συνέκλασε· διδάσκων ἐκείνους, ὅτι συνεστῶτες

ἰσχυροὶ διαμενοῦσιν, ἀσθενεῖς δʼ ἔσονται διαλυθέντες καὶ στασιάσαντες.

Γέλων ὁ τύραννος, ὅτε Καρχηδονίους πρὸς κατεπολέμησεν, εἰρήνην ποιούμενος πρὸς αὐτοὺς ἠνάγκασεν ἐγγράψαι ταῖς ὁμολογίαις ὅτι καὶ τὰ τέκνα παύσονται τῷ καταθύοντες

ἐξῆγε δὲ τοὺς Συρακουσίους πολλάκις ὡς ἐπὶ στρατείαν εἰς [*](εἰς*: καὶ) φυτείαν, ὅπως ἥ τε χώρα βελτίων γένηται γεωργουμένη καὶ μὴ χείρονες αὐτοὶ σχολάζοντες.