Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Πόλτυς ὁ Θρᾳκῶν βασιλεὺς ἐν τῷ Τρωϊκῷ πολέμῳ πρεσβευσαμένων πρὸς αὐτὸν ἅμα τῶν Τρώων καὶ τῶν Ἀχαιῶν, ἐκέλευσε τὸν Ἀλέξανδρον ἀποδόντα τὴν Ἑλένην δύο παρʼ αὐτοῦ λαβεῖν καλὰς γυναῖκας.

Τήρης ὁ Σιτάλκου πατὴρ ἔλεγεν ὁπότε σχολάζοι καὶ στρατεύοιτο, τῶν ἱπποκόμων οἴεσθαι μηδὲν διαφέρειν.

Κότυς τῷ δωρησαμένῳ πάρδαλιν ἀντεδωρήσατο λέοντα. φύσει δὲ ὢν ὀξὺς εἰς ὀργὴν καὶ πικρὸς τῶν ἁμαρτανόντων ἐν ταῖς διακονίαις κολαστής, σκεύη ποτὲ κεραμεᾶ ξένου κομίσαντος εὔθραυστα καὶ λεπτά, πιθανῶς δὲ καὶ περιττῶς εἰργασμένα γλυφαῖς

τισι καὶ τορείαις, τῷ μὲν ξένῳ ἔδωκε δῶρα, τὰ δὲ σκεύη πάντα συνέτριψεν, ὅπως εἶπε μὴ διʼ ὀργὴν πικρότερον κολάζω τοὺς συντρίβοντας.

Ἰδάνθυρσος [*](Ἰδάνθυρεος*: ἰδάθυρεος) ὁ Σκυθῶν βασιλεύς, ἐφʼ ὃν διέβη Δαρεῖος, ἔπειθε τοὺς Ἰώνων τυράννους τὸ τοῦ Ἴστρου ζεῦγμα λύσαντας ἀπαλλάττεσθαι· μὴ βουληθέντας δὲ διὰ τὴν πρὸς τὸν Δαρεῖον πίστιν, ἀνδράποδα χρηστὰ καὶ ἄδραστα ἐκάλει.