Septem sapientium convivium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
μετὰ δὲ τοῦτον ὁ Ἀνάχαρσις εἶπεν ὅτι τοῦ Θαλέω καλῶς ὑπολαμβάνοντος ἐν πᾶσιν εἶναι τοῖς κυριωτάτοις μέρεσι τοῦ κόσμου καὶ μεγίστοις ψυχήν, οὐκ ἄξιόν ἐστι θαυμάζειν εἰ τὰ κάλλιστα περαίνεται θεοῦ γνώμῃ. ψυχῆς γὰρ ὄργανον τὸ σῶμα, θεοῦ δʼ ἡ ψυχή· καὶ καθάπερ σῶμα πολλὰς μὲν ἐξ αὑτοῦ κινήσεις ἔχει, τὰς δὲ πλείστας καὶ καλλίστας ὑπὸ ψυχῆς, οὕτως αὖ πάλιν ἡ ψυχὴ τὰ μὲν ὑφʼ ἑαυτῆς κινουμένη πράττει, τὰ δὲ τῷ θεῷ παρέχει χρωμένῳ
κατευθύνειν καὶ τρέπειν αὐτὴν ᾗ βούλοιτο ,[*](βούλεται H) πάντων ὀργάνων εὐτρεπέστατον οὖσα. δεινὸν γάρ εἶπεν εἰ πῦρ μὲν ὄργανόν ἐστι θεοῦ καὶ πνεῦμα καὶ ὕδωρ καὶ νέφη καὶ ὄμβροι, διʼ ὧν πολλὰ μὲν σῴζει τε καὶ τρέφει, πολλὰ δʼ ἀπόλλυσι καὶ ἀναιρεῖ, ζῴοις δὲ χρῆται πρὸς; οὐδὲν ἁπλῶς οὐδέπω τῶν ὑπʼ αὐτοῦ γιγνομένων. ἀλλὰ μᾶλλον εἰκὸς ἐξηρτημένα τῆς τοῦ θεοῦ δυνάμεως ὑπουργεῖν, καὶ συμπαθεῖν ταῖς τοῦ θεοῦ κινήσεσιν ἢ Σκύθαις τόξα λύραι δʼ Ἕλλησι καὶ αὐλοὶ συμπαθοῦσιν. ἐπὶ δὲ τούτοις ὁ ποιητὴς Χερσίας ἄλλων τε σωθέντων ἀνελπίστως ἐμέμνητο καὶ Κυψέλου τοῦ Περιάνδρου πατρός, ὃν οἱ πεμφθέντες ἀνελεῖν νεογνὸν ὄντα προσμειδιάσαντʼ[*](προσμειδιάσαντα R: προσομιλήσαντ ) αὐτοῖς ἀπετράποντο· καὶ πάλιν μετανοήσαντες ἐζήτουν καὶ οὐχ εὗρον, εἰς κυψέλην ὑπὸ τῆς μητρὸς ἀποτεθέντα. διὸ καὶ τὸν οἶκον ἐν[*](ἐν] τὸν ἐν H) Δελφοῖς κατεσκεύασεν ὁ Κύψελος, ὥσπερ[*](ὥσπερ ὡς τοῦ id.) θεοῦ τότε τὸν κλαυθμυρισμὸν ἐπισχόντος, ὅπως διαλάθοι τοὺς ζητοῦντας. καὶ ὁ Πιττακὸς προσαγορεύσας τὸν Περίανδρον εὖ γʼ ἔφη Περίανδρε Χερσίας ἐποίησε μνησθεὶς τοῦ οἴκου· πολλάκις γὰρ ἐβουλόμην ἐρέσθαι σε τῶν βατράχων τὴν αἰτίαν ἐκείνων, τί βούλονται περὶ τὸν πυθμένα τοῦ φοίνικος ἐντετορευμένοι τοσοῦτοι, καί τίνα πρὸς τὸν θεὸν ἢ τὸν ἀναθέντα λόγον ἔχουσι. τοῦ δὲ Περιάνδρου τὸν Χερσίαν ἐρωτᾶν κελεύσαντος, εἰδέναι γὰρ ἐκεῖνον καὶ παρεῖναι τῷ Κυψέλῳ καθιεροῦντι τὸν οἶκον, ὁ Χερσίας μειδιάσας ἀλλʼ οὐκ ἄν ἔφη φράσαιμι πρότερον ἢ πυθέσθαι παρὰ τούτων ὅ τι βούλεται τὸ μηδὲν ἄγαν αὐτοῖς καὶ τὸ γνῶθι σαυτόν, καὶ τοῦτο δὴ τὸ πολλοὺς μὲν ἀγάμους πολλοὺς δʼ ἀπίστους ἐνίους δὲ καὶ ἀφώνους πεποιηκὸς ἐγγύα πάρα δʼ ἄτα. τί δʼ εἶπεν ὁ Πιττακὸς ἡμῶν δέῃ ταῦτα φραζόντων; πάλαι γὰρ Αἰσώπου λόγον εἰς ἕκαστον ὡς ἔοικε τούτων συντεθεικότος ἐπαινεῖς. Καὶ ὁ Αἴσωπος ὅταν γε παίζῃ πρὸς ἐμὲ Χερσίας εἶπε σπουδάζων δὲ τούτων Ὅμηρον εὑρετὴν ἀποδείκνυσι καί φησι τὸν μὲν Ἕκτορα γιγνώσκειν ἑαυτόν, τοῖς γὰρ ἄλλοις ἐπιτιθέμενοςτὸν δʼ Ὀδυσσέα τοῦ μηδὲν ἄγαν ἐπαινέτην τῷ Διομήδει παρακελεύεσθαι
- Αἴαντος ἀλέεινε μάχην Τελαμωνιάδαο
[*](Homer. Λ 542)
τὴν δʼ ἐγγύην οἱ μὲν ἄλλοι λοιδορεῖν αὐτὸν ὡς πρᾶγμα δείλαιον καὶ μάταιον οἴονται λέγοντα
- Τυδεΐδη, μήτʼ ἄρʼ με μάλʼ αἴνεε μήτε τι νείκει
[*](K 249)
Χερσίας δʼ οὑτοσί φησι τὴν Ἄτην ὑπὸ τοῦ Διὸς ῥιφῆναι τῇ ἐγγύῃ παραγιγνομένην ἣν ἐγγυησάμενος ὁ Ζεὺς ἐσφάλη περὶ τῆς τοῦ Ἡρακλέους γενέσεως. ὑπολαβὼν δʼ ὁ Σόλων οὐκοῦν ἔφη καὶ τῷ σοφωτάτῳ πιστευτέον Ὁμήρῳ[*](Ὁμήρῳ] H 282. 293)
- δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι,
[*](θ 351)
σπείσαντες οὖν Μούσαις καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ διαλύωμεν εἰ δοκεῖ τὸ συμπόσιον.
- νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
- τοῦτʼ ἔσχεν, ὦ Νίκαρχε, πέρας ἡ τότε συνουσία.
[*](τοῦτʼ] τοιοῦτο R)