Septem sapientium convivium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.
ἔφη τοίνυν ὁ Πιττακὸς ἔνδοξον εἶναι καὶ μνημονευόμενον ὑπὸ πολλῶν τὸν λόγον. χρησμοῦ γὰρ γενομένου τοῖς οἰκίζουσι Λέσβον, ὅταν ἕρματι πλέοντες προστύχωσιν ὃ καλεῖται Μεσόγειον, τότʼ ἐνταῦθα Ποσειδῶνι μὲν ταῦρον Ἀμφιτρίτῃ δὲ καὶ Νηρηίσι ζῶσαν καθεῖναι[*](καθεῖναι H: καθιέναι ) παρθένον· ὄντων οὖν ἀρχηγετῶν ἑπτὰ καὶ βασιλέων, ὀγδόου δὲ τοῦ Ἐχελάου πυθοχρήστου τῆς ἀποικίας ἡγεμόνος, οὗτος μὲν ἠίθεος ἦν ἔτι, τῶν δʼ ἑπτὰ κληρουμένων, ὅσοις ἄγαμοι παῖδες ἦσαν, καταλαμβάνει θυγατέρα[*](θυγατέρα (aut μητέρα)] τὴν?) Σμινθέως ὁ κλῆρος;. ἣν ἐσθῆτι καὶ χρυσῷ κοσμήσαντες ὡς ἐγένοντο κατὰ τὸν τόπον, ἔμελλον εὐξάμενοι καθήσειν. ἔτυχε δέ τις ἐρῶν αὐτῆς; τῶν συμπλεόντων, οὐκ ἀγεννὴς ὡς ἔοικε νεανίας, οὗ καὶ τοὔνομα διαμνημονεύουσιν Ἔναλον. οὗτος ἀμήχανόν τινα τοῦ βοηθεῖν τῇ παρθένῳ προθυμίαν ἐν τῷ τότε πάθει λαβὼν παρὰ τὸν καιρὸν ὥρμησε καὶ περιπλακεὶς ὁμοῦ συγκαθῆκεν ἑαυτὸν εἰς τὴν θάλατταν. εὐθὺς μὲν οὖν φήμη τις οὐκ ἔχουσα τὸ βέβαιον, ἄλλως δὲ πείθουσα πολλοὺς ἐν τῷ
στρατοπέδῳ διηνέχθη περὶ σωτηρίας αὐτῶν καὶ κομιδῆς. ὑστέρῳ δὲ χρόνῳ τὸν Ἔναλόν φασιν ἐν Λέσβῳ φανῆναι καὶ λέγειν ὡς ὑπὸ δελφίνων φορητοὶ διὰ θαλάττης ἐκπέσοιεν ἀβλαβῶς εἰς τὴν ἤπειρον, ἔτι[*](ἔτι H: ἔστι ) δʼ ἄλλα θειότερα τούτων ἐκπλήττοντα καὶ κηλοῦντα τοὺς πολλοὺς διηγεῖσθαι , πάντων δὲ πίστιν ἔργῳ παρασχεῖν. κύματος γὰρ ἠλιβάτου περὶ τὴν νῆσον αἰρομένου καὶ τῶν ἀνθρώπων δεδιότων ἀπαντῆσαι, μόνον ---[*](lacunam signavit W. Fort. supplenda: μόνῳ θαρρήσαντι τῷ Ἐνάλω προσελθεῖν τῇ θαλάττῃ ) θαλάττῃ ἕπεσθαι πολύποδας αὐτῷ πρὸς τὸ ἱερὸν τοῦ Ποσειδῶνος. ὧν τοῦ μεγίστου λίθον κομίζοντος λαβεῖν τὸν Ἔναλον καὶ ἀναθεῖναι, καὶ τοῦτον Ἔναλον καλοῦμεν. καθόλου δʼ εἰπεῖν,[*](δʼ εἰπεῖν H: δὲ εἶπεν ) εἴ τις εἰδείη[*](εἰδείη Pflugkius: εἶδεν ἢ ) διαφορὰν ἀδυνάτου καὶ ἀσυνήθους καὶ παραλόγου καὶ παραδόξου, μάλιστʼ ἄν, ὦ Χίλων, καὶ μήτε[*](καὶ μήτε] μήτε W) πιστεύων ὡς ἔτυχε μήτʼ ἀπιστῶν τὸ μηδὲν ἄγαν ὡς[*](ὡς] ὃ H) σὺ προσέταξας διαφυλάττων.[*](διαφυλάττων] διαφυλάττοι W)