Septem sapientium convivium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N,, editor. Leipzig. Teubner, 1888.

ὁ μὲν οὖν Περίανδρος ἐκέλευσεν εὐθὺς ἐξαναστάντα τὸν Γόργον εἰς φυλακὴν ἀποθέσθαι τοὺς ἄνδρας οἷ[*](οἷ scripsi: οὗ ) μηδεὶς αὐτοῖς πρόσεισι μηδὲ φράσει τὸν Ἀρίονα σεσωσμένον· ὁ δʼ Αἴσωπος ἀλλʼ ὑμεῖς ἔφη τοὺς ἐμοὺς χλευάζετε κολοιοὺς καὶ κόρακας εἰ διαλέγονται δελφῖνες δὲ τοιαῦτα νεανιεύονται Κἀγὼ πρὸς αὐτὸν ἄλλο τι λέγωμεν ἔφην ὦ Αἴσωπε· τούτῳ δὲ τῷ λόγῳ πιστευομένῳ καὶ γραφομένῳ παρʼ ἡμῖν πλέον ἢ χίλιʼ ἔτη διαγέγονεν ἀπὸ[*](ἀπὸ R: καὶ ἀπὸ ) τῶν Ἰνοῦς καὶ Ἀθάμαντος χρόνων ὁ δὲ Σόλων ὑπολαβών ἀλλὰ ταῦτα μέν, ὦ Διόκλεις, ἐγγὺς θεῶν ἔστω καὶ ὑπὲρ ἡμᾶς ἀνθρώπινον δὲ καὶ πρὸς ἡμᾶς τὸ τοῦ Ἡσιόδου πάθος· ἀκήκοας γὰρ ἴσως τὸν λόγον. οὐκ ἔγωγʼ εἶπον.[*](εἶπον R: εἶπεν ) ἀλλὰ μὴν ἄξιον πυθέσθαι. Μιλησίου γάρ, ὡς ἔοικεν, ἀνδρός, ᾧ ξενίας ἐκοινώνει ὁ Ἡσίοδος καὶ διαίτης ἐν Λοκροῖς, τῇ τοῦ ξένου θυγατρὶ κρύφα συγγενομένου καὶ φωραθέντος ὑποψίαν ἔσχεν ὡς γνοὺς ἀπʼ ἀρχῆς καὶ συνεπικρύψας τὸ ἀδίκημα, μηδενὸς ὢν αἴτιος, ὀργῆς;[*](ὀργῇ δʼ ἀκαίρῳ H) δὲ καιρῷ καὶ διαβολῆς περιπεσὼν ἀδίκως. ἀπέκτειναν γὰρ αὐτὸν οἱ τῆς παιδίσκης ἀδελφοὶ περὶ τὸ Λοκρικὸν Νέμειον ἐνεδρεύσαντες, καὶ μετʼ αὐτοῦ τὸν ἀκόλουθον, ᾧ Τρωίλος ἦν ὄνομα. τῶν δὲ σωμάτων εἰς τὴν θάλασσαν ὠσθέντων τὸ μὲν τοῦ Τρωίλου, εἰς τὸν Δάφνον ποταμὸν[*](εἰς τὸν Δάφνον ποταμὸν del. H) ἔξω φορούμενον, ἐπεσχέθη περικλύστῳ χοιράδι μικρὸν ὑπὲρ τὴν θάλασσαν ἀνεχούσῃ· καὶ μέχρι νῦν

Τρωίλος ἡ χοιρὰς καλεῖται· τοῦ δʼ Ἡσιόδου τὸν νεκρὸν εὐθὺς ἀπὸ γῆς ὑπολαβοῦσα δελφίνων ἀγέλη πρὸς τὸ Ῥίον κατὰ τὴν Μολύκρειαν[*](κατὰ τὴν Μολύκρειαν scripsi cum Palmerio: καψ̀ τὴν μολύκριαν ) ἐκόμιζε. ἐτύγχανε δὲ Λοκροῖς ἡ τῶν Ῥίων[*](Ῥιείων R) καθεστῶσα θυσία καὶ πανήγυρις, ἣν ἄγουσιν ἔτι νῦν ἐπιφανῶς περὶ τὸν τόπον ἐκεῖνον· ὡς δʼ ὤφθη προσφερόμενον τὸ σῶμα , θαυμάσαντες ὡς εἰκὸς ἐπὶ τὴν ἀκτὴν κατέδραμον, καὶ γνωρίσαντες ἔτι πρόσφατον τὸν νεκρὸν ἅπαντα δεύτερα τοῦ ζητεῖν τὸν φόνον ἐποιοῦντο διὰ τὴν δόξαν τοῦ Ἡσιόδου. καὶ τοῦτο μὲν ταχέως ἔπραξαν, εὑρόντες τοὺς φονεῖς· αὐτούς τε γὰρ κατεπόντισαν ζῶντας καὶ τὴν οἰκίαν κατέσκαψαν. ἐτάφη δʼ ὁ Ἡσίοδος πρὸς τῷ Νεμείῳ· τὸν δὲ τάφον οἱ πολλοὶ τῶν ξένων οὐκ ἴσασιν, ἀλλʼ ἀποκέκρυπται ζητούμενος ὑπʼ Ὀρχομενίων, ὥς φασι, βουλομένων κατὰ χρησμὸν ἀνελέσθαι τὰ λείψανα καὶ θάψαι παρʼ αὑτοῖς. εἴπερ οὖν οὕτως ἔχουσιν οἰκείως καὶ φιλανθρώπως πρὸς τοὺς ἀποθανόντας, ἔτι μᾶλλον εἰκός ἐστι τοῖς ζῶσι βοηθεῖν, καὶ μάλιστα κηληθέντας αὐλοῖς ἤ τισι μέλεσι. τουτὶ γὰρ ἤδη πάντες ἴσμεν, ὅτι μουσικῇ τὰ ζῷα ταῦτα χαίρει καὶ διώκει, καὶ παρανήχεται τοῖς[*](τοῖς] πλοίοις Pflugkius, sed ἐλαυνομένοις h. l. fere = πλέουσι ) ἐλαυνομένοις πρὸς ᾠδὴν καὶ αὐλὸν ἐν εὐδίᾳ χορείαις[*](χορείαις W: πορείαις ) τερπόμενα. χαίρει δὲ καὶ νήξεσι παίδων καὶ κολύμβοις ἁμιλλᾶται. διὸ καὶ νόμος ἀδείας ἄγραφός ἐστιν αὐτοῖς· θηρᾷ γὰρ οὐδεὶς οὐδὲ[*](οὐδὲ H: οὔτε ) λυμαίνεται, πλὴν ὅταν ἐν δικτύοις γενόμενοι
κακουργῶσι περὶ τὴν ἄγραν, πληγαῖς κολάζονται καθάπερ παῖδες ἁμαρτάνοντες. μέμνημαι δὲ καὶ παρὰ Λεσβίων ἀνδρῶν ἀκούσας σωτηρίαν τινὸς κόρης ὑπὸ δελφῖνος ἐκ θαλάττης γενέσθαι· ἀλλʼ ἐγὼ μὲν οὐκ ἀκριβῶ τἄλλα, ὁ δὲ[*](ἀλλ́ ἐγὼ μὲν - ὁ δὲ scripsi: λεγόμενον ἀκριβῶς ἀλλʼ ὁ ) Πιττακὸς ἐπεὶ γιγνώσκει,[*](ἐπεὶ γιγνώσκει W: ἐπιγιγώσκει ) δίκαιός ἐστι περὶ τούτων διελθεῖν.