De tuenda sanitate praecepta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.

ΖΕΥΞΙΠΠΟΣ. ἔστι δὲ μέγα καὶ θαυμαστόν, ἂν ὅσον ἡ φύσις δεομένη δέχεται τῶν ἡδονῶν προσιέμενοι τῷ σώματι, μᾶλλον δʼ ἂν τὰ πολλὰ παρὰ[*](παρὰ] πρὸς R) τὰς ὀρέξεις αὐτῷ διαμαχόμενοι καὶ ἀναβαλλόμενοι καὶ μόλις πάνυ ταῖς ἀναγκαίαις χρηματίζοντες ἢ ὥς φησιν ὁ Πλάτων καὶ δάκνοντος καὶ κατατείνοντος ἐνδιδόντες ἀβλαβεῖς ἀπαλλάττωμεν. τὰς δʼ ἀνάπαλιν ἐκ τῆς ψυχῆς ἐπὶ τὸ σῶμα κατιούσας ἐπιθυμίας καὶ καταβιαζομένας τοῖς ἐκείνης ὑπηρετεῖν καὶ συνεξανίστασθαι πάθεσιν οὐδεμία μηχανὴ τὸ μὴ σφοδροτάτας; βλάβας καὶ μεγίστας ἐφʼ ἡδοναῖς ἀσθενέσι καὶ ἀμαυραῖς ἐναπολιπεῖν. ἥκιστα δὲ ψυχῆς ἐπιθυμίᾳ σῶμα πρὸς ἡδονὰς κινητέον· ἡ γὰρ ἀρχὴ παρὰ φύσιν γίγνεται. καὶ καθάπερ αἱ τῶν μασχαλῶν ψηλαφήσεις οὐκ ἴδιον οὐδὲ πρᾶον οὐδʼ ἵλεων γέλωτα τῇ ψυχῇ παρέχουσιν ἀλλʼ ἐοικότα σπασμῷ καὶ χαλεπόν, οὕτω πάλιν ὅσας τὸ σῶμα νυττόμενον ὑπὸ τῆς ψυχῆς ἡδονὰς ἴσχει καὶ ταραττόμενον, ἐκστατικαὶ καὶ ταρακτικαὶ αὗται καὶ ἀλλότριαι τῆς φύσεώς εἰσιν. ὅταν οὖν τι τῶν σπανίων ἀπολαυσμάτων ἢ ἐνδόξων παραγένηται, φιλοτιμητέον ταῖς ἀποσχέσεσι μᾶλλον ἢ ταῖς ἀπολαύσεσι, μεμνημένους ὅτι καθάπερ ὁ Σιμωνίδης

ἔλεγε μηδέποτʼ αὐτῷ μεταμελῆσαι σιγήσαντι, φθεγξαμένῳ δὲ πολλάκις, οὕτως ἡμῖν οὔτʼ ὄψον παρωσαμένοις μετεμέλησεν οὔθʼ ὕδωρ ἀντὶ Φαλερίνου πιοῦσιν. ἀλλὰ τοὐναντίον οὐ μόνον οὐ προσβιαστέον ἐστὶ τὴν φύσιν, ἀλλὰ κἂν δεομένῃ προσφέρηταί τι τῶν τοιούτων, ἐπὶ τὰ λιτὰ καὶ συνήθη πολλάκις ἀποτρεπτέον ἔθους ἕνεκα καὶ μελέτης τὴν ὄρεξιν.
  1. εἴπερ γὰρ ἀδικεῖν χρὴ
  2. [*](Eurip. Phoen. 527)
φησὶν ὁ Θηβαῖος οὐκ ὀρθῶς λέγων,
  1. τυραννίδος πέρι
  2. κάλλιστον ἀδικεῖν
ἡμεῖς δὲ βέλτιον ὡς, εἴπερ φιλοδοξεῖν πρὸς τὰ τοιαῦτα, ἐγκρατείᾳ[*](ἐγκρατείᾳ W: ἐγκράτεια ) κάλλιστον ὑπὲρ ὑγιείας. οὐ μὴν ἀλλὰ καὶ μικρολογία καὶ γλισχρότης ἐνίους ἀναγκάζει πιέζοντας οἴκοι τὰς ἐπιθυμίας καὶ κατισχναίνοντας ἐμπίπλασθαι παρʼ ἑτέροις τῶν πολυτελῶν καὶ ἀπολαύειν, καθάπερ ἐκ πολεμίας ἀφειδῶς ἐπισιτιζομένους· εἶτα κακῶς διατεθέντες ἀπίασιν, εἰς τὴν ὑστεραίαν ἐφόδιον τῆς ἀπληστίας τὴν ἀπεψίαν ἔχοντες. ὁ μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας ἐμφύεσθαι ταῖς πόλεσι, μετὰ παιδιᾶς παρῄνει
  1. μὴ πρὸ φακῆς λοπάδʼ αὔξων[*](Bergk. 2 p. 267)
  2. εἰς[*](εἰς Athenaeus IV p. 158 b: ἀεὶ ἐς ) στάσιν ἄμμε βάλῃς
αὐτὸς δέ τις ἑαυτῷ παρακελευέσθω μὴ πρὸ φακῆς
λοπάδʼ αὔξων[*](αὔξων H: αὔξων αἰεὶ ) μηδὲ πάντως ὑπερβαίνων τὴν καρδαμίδα καὶ τὴν ἐλαίαν ἐπὶ τὸ θρῖον καὶ τὸν ἰχθὺν εἰς στάσιν ἐκ πλησμονῆς τὸ σῶμα καὶ ταραχὰς ἐμβάλλειν καὶ διαρροίας. τὰ γὰρ εὐτελῆ κρατεῖ τὴν ὄρεξιν ἐπὶ τῶν φυσικῶν μέτρων, ὀψοποιῶν δὲ τέχναι καὶ δημιουργῶν καὶ
  1. τὰ πανοῦργα ταῦτʼ ὀψάρια χὐποτρίμματα
κατὰ τὸν κωμικὸν[*](κωμικὸν] Meinek. IV p. 670) ἀεὶ τοὺς ὅρους τῆς ἡδονῆς μετατίθησιν εἰς τοὔμπροσθεν καὶ παραλλάττει τὸ συμφέρον. οὐκ οἶδα δʼ ὅντινα τρόπον, ἡμῶν τὰς γυναῖκας ὅσαι φίλτρα μηχανῶνται καὶ γοητείας ἐπὶ τοὺς ἄνδρας βδελυττομένων καὶ δυσχεραινόντων, μισθωτοῖς τε καὶ δούλοις προσεφιᾶσι[*](προσεφιᾶσι] τινὲς ἐφιᾶσι?) τὰ σιτία καὶ τὰ ὄψα μονονοὺ μαγγανεύειν καὶ φαρμάττειν. εἰ τοίνυν καὶ πικρότερον φανεῖται τὸ τοῦ Ἀρκεσιλάου πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἰρημένον, μηδὲν διαφέρειν ὄπισθέν τινα ἢ ἔμπροσθεν εἶναι κίναιδον οὐκ ἀνάρμοστόν ἐστι τοῖς ὑποκειμένοις. τί γὰρ ὡς ἀληθῶς διαφέρει σατύρια προσάγοντα κινεῖν καὶ παροξύνειν τὸ ἀκόλαστον ἐπὶ τὰς ἡδονάς, ἢ τὴν γεῦσιν ὀσμαῖς καὶ καρυκείαις ἐθίζειν[*](ἐθίζειν Meziriacus: ἐρεθίζειν ) ὥσπερ τὰ ψωριῶντα κνησμῶν ἀεὶ δεῖσθαι καὶ γαργαλισμῶν;

ΖΕΥΞΙΠΠΟΣ. ἄλλοτε μὲν οὖν πρὸς τὰς ἡδονὰς λεκτέον ἴσως, τὸ καλὸν καὶ σεμνὸν ἐφʼ ἑαυτοῦ τῆς ἐγκρατείας οἷόν ἐστι, δεικνύοντας· ὁ δὲ νῦν λόγος ὑπὲρ πολλῶν ἡδονῶν καὶ μεγάλων ἐστίν. οὔτε γὰρ

πράξεις οὔτʼ ἐλπίδας οὔτʼ ἀποδημίας οὔτε διαγωγὰς αἱ νόσοι τοσαύτας ὅσας ἡδονὰς ἡμῶν ἀφαιροῦνται καὶ διαφθείρουσιν. ὅθεν ἥκιστα λυσιτελεῖ καταφρονεῖν τῆς ὑγιείας τοῖς μάλιστα τὴν ἡδονὴν διώκουσι. καὶ γὰρ φιλοσοφεῖν ἀρρωστίαι πολλοῖς παρέχουσι καὶ στρατηγεῖν νὴ Δία καὶ βασιλεύειν, ἡδοναὶ δὲ σωματικαὶ καὶ ἀπολαύσεις ἔνιαι μὲν οὐδʼ ὅλως γένεσιν ἐν νόσῳ λαμβάνουσιν, αἱ δὲ λαμβάνουσαι βραχὺ τὸ οἰκεῖον καὶ οὐ καθαρὸν ἀλλὰ συμπεφυρμένον πολλῷ τῷ ἀλλοτρίῳ καὶ μεμωλωπισμένον ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος ἀναφέρουσιν. οὐ γὰρ ἐν πλησμοναῖς[*](ἐν πλησμοναῖς] Nauck. p. 506) Κύπρις, ἀλλὰ μᾶλλον ἐν εὐδίᾳ σαρκὸς καὶ γαλήνῃ καὶ Κύπρις εἰς ἡδονὴν τελευτᾷ καὶ βρῶσις καὶ πόσις· ἡ δʼ ὑγίεια ταῖς ἡδοναῖς ὥσπερ ἡ γαλήνη ταῖς ἀλκυόσιν ἀσφαλῆ καὶ καλὴν γένεσιν καὶ λοχείαν ἐνδίδωσι. κομψῶς γὰρ ἔοικεν ὁ Πρόδικος εἰπεῖν ὅτι τῶν ἡδυσμάτων ἄριστόν ἐστι τὸ πῦρ· ἀληθέστερον δʼ[*](δʼ Meziriacus: γὰρ ) ἄν τις εἴποι τὴν ὑγίειαν ἥδυσμα θειότατον εἶναι καὶ προσηνέστατον· ἑφθὰ μὲν γὰρ καὶ ὀπτὰ καὶ πεπτὰ βρώματα νοσοῦσιν ἢ κραιπαλῶσιν ἢ ναυτιῶσιν οὐδεμίαν ἡδονὴν οὐδὲ χάριν ἀποδίδωσι, καθαρὰ δὲ καὶ ἀκραιφνὴς ὄρεξις ὑγιαίνοντι· σώματι πᾶν ἡδὺ ποιεῖ καὶ ἁρπαλέον, ὡς Ὅμηρος[*](Ὅμηρος] θ 164) ἔφη, καὶ πρόσφορον.

ΖΕΥΞΙΠΠΟΣ. ἐπεὶ δʼ ὥσπερ ὁ Δημάδης πολεμικοὺς ἀκαίρως τοὺς Ἀθηναίους ὄντας ἔλεγε μηδέποτε χειροτονεῖν εἰρήνην ἄνευ μελάνων ἱματίων, οὕτω καὶ ἡμεῖς

οὐδέποτε μεμνήμεθα λιτῆς διαίτης καὶ σώφρονος ἄνευ καύσεων καὶ καταπλασμάτων ἔν τε τούτοις γιγνόμενοι πιέζομεν σφόδρα τὰς ἁμαρτίας, ἀντερειδόμενοι[*](ἀντερειδόμενοι H: ἐναπερειδόμενοι ) τῇ μνήμῃ καὶ καθάπερ οἱ πολλοὶ νῦν μὲν ἀέρας νῦν δὲ χώρας ἐπιμεμφόμενοι νοσώδεις,[*](νοσώδεις H: νοσώδεις ἀποδημίας τέ τινας λέγουσι ) ἐξαιρούμενοι τῆς αἰτίας τὴν ἀκρασίαν καὶ φιληδονίαν ὥσπερ[*](ὡσπερscripsi: ἀλλʼ ὥσπερ) ὁ Λυσίμαχον ἐν Γέταις συσχεθεὶς δίψῃ καὶ παραδοὺς ἑαυτὸν μετὰ τοῦ στρατεύματος αἰχμάλωτον εἶτα πιὼν ὕδωρ ψυχρὸν ὦ θεοί εἶπεν, ὡς βραχείας ἡδονῆς ἕνεκα μεγάλην εὐδαιμονίαν ἀπεβάλομεν,[*](ἀπεβάλομενscripsi: ἀπεβαλόμην) οὕτως ἀνοιστέον ἐν ταῖς ἀρρωστίαις πρὸς αὑτοὺς ὡς διὰ ψυχροποσίαν ἢ λουτρὸν ἄκαιρον ἢ συμπεριφορὰν πολλὰς μὲν αὑτῶν διεφθείραμεν[*](διεφθείραμεν R: διαφθείρομεν ) ἡδονάς, καλὰς δὲ[*](δὲ W: τε ) πράξεις ἐπιτερπεῖς τε διαγωγὰς ἀπωλέσαμεν. ὁ γὰρ ἐκ τῶν τοιούτων ἀναλογισμῶν δηγμὸς αἱμάσσει τὴν μνήμην, ὥστε οἷον οὐλὴν παραμένουσαν ἐν τῷ ὑγιαίνειν εὐλαβεστέρους ποιεῖν περὶ τὴν δίαιταν, οὐδὲ γὰρ ἄγαν τὸ ὑγιαῖνον σῶμα φύσει μεγάλας ἐπιθυμίας οὐδὲ δυσπειθεῖς οὐδʼ ἀσυνήθεις οὐδὲ δυσεκβιάστους, ἀλλὰ δεῖ θαρρεῖν πρὸς τὰς ὀρέξεις ἐκφερομένας καὶ ἐπιπηδώσας ταῖς ἀπολαύσεσιν, ὡς ἐλαφρὸν καὶ παιδικὸν ἐχούσας τὸ μεμψιμοιροῦν καὶ κλαυθμυριζόμενον, εἶτα παυομένας ἀρθείσης τῆς τραπέζης καὶ μηδὲν ἐγκαλούσας μηδʼ ἀδικουμένας, ἀλλὰ τοὐναντίον καθαρὰς καὶ ἱλαρὰς καὶ οὐ βαρείας οὐδὲ ναυτιώδεις περιμενούσας τὴν
αὔριον. ὥσπερ ἀμέλει καὶ Τιμόθεος εἶπε τῇ προτεραίᾳ δεδειπνηκὼς ἐν Ἀκαδημείᾳ παρὰ Πλάτωνι μουσικὸν καὶ λιτὸν δεῖπνον, ὡς οἱ παρὰ Πλάτωνι δειπνήσαντες καὶ εἰς αὔριον ἡδέως γίγνονται. λέγεται δὲ καὶ Ἀλέξανδρος εἰπεῖν τοὺς τῆς Ἄδας ὀψοποιοὺς ἀποπεμψάμενος ὡς ἔχει βελτίονας[*](βελτίονας Stobaeus Floril. CI 8: βελτίονας ἄγειν ) ἀεὶ σὺν αὑτῷ, πρὸς μὲν τὸ ἄριστον τὴν νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον τὴν ὀλιγαριστίαν.