De tuenda sanitate praecepta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.

ΖΕΥΞΙΠΠΟΣ. ἔτι τοίνυν ἐλέχθη τοιοῦτον, ὡς ἀεὶ μὲν ὑγιεινότερα σώματι τὰ εὐτελέστερα, μάλιστα δὲ φυλακτέον πλησμονὰς καὶ μέθας καὶ ἡδυπαθείας ἑορτήν τινα μέλλουσαν ἢ φίλων, ὑποδοχὴν ἐν χερσὶν ἔχοντας ἢ προσδοκῶντας ἑστίασιν βασιλικὴν καὶ ἡγεμονικὴν καὶ[*](καὶ del. Madvigius) συμπεριφορὰν ἀπαραίτητον, οἷον ἐπιόντος ἀνέμου καὶ κύματος εὐσταλὲς τὸ σῶμα καὶ κοῦφον ἐν εὐδίᾳ παρασκευάζοντας. ἔργον γάρ ἐστιν ἐν συνουσίαις καὶ φιλοφροσύναις αὑτὸν ἐπὶ τῶν

μετρίων καὶ τῶν συνήθων φυλάξαι μὴ πᾶσι μετʼ ἀηδίας δεινῆς ἐπαχθῆ φανέντα καὶ φορτικόν. ἵνʼ οὖν μὴ πῦρ ἐπὶ πυρί, ὥς φασι, πλησμονή τις ἐπὶ πλησμονῇ καὶ ἄκρατος ἐπʼ ἀκράτῳ γένηται, τὸ παιχθὲν ἀστείως ὑπὸ Φιλίππου μετὰ σπουδῆς μιμητέον· ἦν δὲ τοιοῦτον. ἄνθρωπος αὐτὸν ἐπὶ χώρας ὡς σὺν ὀλίγοις ὄντα δειπνῆσαι παρεκάλεσεν, εἶθʼ ὁρῶν πολλοὺς; ἄγοντα παρεσκευασμένων οὐ πολλῶν ἐταράττετο. συναισθόμενος οὖν ὁ Φίλιππος ὑπέπεμπε τῶν φίλων ἑκάστῳ κελεύων πλακοῦντι καταλιπεῖν χώραν, οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες ἐφείδοντο τῶν παρακειμένων. ἤρκεσεν οὖν ἅπασι, τὸ δεῖπνον. οὕτω δὴ προπαρασκευαστέον αὑτοὺς τῶν ἀναγκαίων συμπεριφορῶν, καὶ ὄψῳ καὶ πέμματι καὶ νὴ Δία μέθῃ χώραν φυλάττοντας ἐν τῷ σώματι, καὶ πρόσφατον ἐπὶ ταῦτα καὶ[*](ταῦτα καὶ R: ταῦτα ) βουλομένην τὴν ὄρεξιν ἄγοντας.

ΖΕΥΞΙΠΠΟΣ. ἂν δὲ τοιαῦταί τινες ἄφνω βαρεῖς ὄντας ἡμᾶς καὶ διακειμένους φαύλως ἀνάγκαι καταλάβωσιν ἡγεμόνων καλούντων ἢ ξένων ἐπιφανέντων ὑπʼ αἰδοῦς βαδίζειν εἰς ταὐτὸ τοῖς ἱκανῶς ἔχουσι καὶ συμπίνειν, ἐνταῦθα μάλιστα δεῖ παρατετάχθαι πρὸς τὴν[*](τὴν] Homer. Ω 45. Hesiod. OD 318) μέγα σινομένην ἄνδρας αἰδῶ καὶ δυσωπίαν, τὰ τοῦ τραγικοῦ Κρέοντος λέγοντας

  1. κρεῖσσον δέ μοι νῦν πρὸς σʼ ἀπέχθεσθαι, ξένε,[*](Eurip. Med. 290)
  2. ἢ μαλθακισθένθʼ ὕστερον μέγα στένειν.
τὸ γὰρ ἀγροικίας φοβηθέντα δόξαν εἰς πλευρῖτιν ἢ φρενῖτιν ἐμβάλλειν ἑαυτὸν ἀγροίκου τινὸς ὡς ἀληθῶς
ἐστι καὶ νοῦν οὐκ ἔχοντος οὐδὲ λόγον ἄνευ κύλικος καὶ κνίσης ἀνθρώποις ἐπιστάμενον ὁμιλεῖν. ἥ τε γὰρ παραίτησις ἂν τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον ἔχῃ, οὐχ ἧττον ἔσται κεχαρισμένη τῆς συμπεριφορᾶς· ἄν τέ τις παρέχων ἑστίασιν ὥσπερ θυσίαν ἄγευστον[*](ἀγεύστου θυσίας H. θυσίας ἄγευστος?) αὐτὸς ἀπέχηται παρά τε[*](παρά τε] παρῇ δὲ H: αὐτὸν ) τῇ κύλικι καὶ τῇ τραπέζῃ, μετὰ προθυμίας καὶ φιλοφροσύνης ἅμα τι παίζων καὶ λέγων εἰς ἑαυτόν, ἡδίων φανεῖται τοῦ συμμεθυσκομένου καὶ συνοψοφαγοῦντος. ἐμνήσθη δὲ τῶν μὲν παλαιῶν Ἀλεξάνδρου μετὰ πότον πολὺν αἰσχυνθέντος ἀντειπεῖν Μηδίῳ παρακαλοῦντι καὶ καταβαλόντος[*](καταβαλόντοςscripsi: καταβάλλοντι) αὖθις ἐξ ἀρχῆς αὑτὸν[*](αὐτὸν H: αὐτὸν ) εἰς ἄκρατον ἀφʼ[*](ἀφʼ] ὑφʼ?) οὗ διεφθάρη, τῶν δὲ καθʼ ἡμᾶς Ῥήγλου τοῦ παγκρατιαστοῦ. καλοῦντος γὰρ ἐπὶ τὸ λουτρὸν ἅμʼ ἡμέρᾳ Τίτου Καίσαρος ἧκε καὶ συνελούσατο, καὶ πιὼν ἅπαξ, ὥς φασιν, ἀποπληξίας καταλαβούσης εὐθὺς ἀπέθανε. ταῦθʼ ἡμῖν ὁ Γλαῦκος ἐν γέλωτι προύφερεν ὡς παιδαγωγικά· τῶν δʼ ἄλλων οὐ πάνυ πρόθυμος ἦν ἀκούειν, οὐδʼ ἡμεῖς ἐκείνῳ διηγεῖσθαι. σὺ δʼ ἐπισκόπει τῶν λεχθέντων ἕκαστον.

ΖΕΥΞΙΠΠΟΣ. πρῶτος[*](προῶτον W: πρῶτος ) μὲν ὁ Σωκράτης παρακελευόμενος φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει , καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὐχ ἁπλῶς τὸ χρῆσθαι τούτοις ἀπηγόρευσεν, ἀλλὰ χρῆσθαι δεομένους ἐδίδασκε καὶ τὸ ἡδὺ κατατάττοντας αὐτῶν εἰς τὸ ἀναγκαῖον, ὥσπερ

οἱ τὰ θεωρικὰ ποιοῦντες ἐν ταῖς πόλεσι στρατιωτικά. τὸ γὰρ ἡδὺ τῇ φύσει μέχρι ἂν ᾖ μέρος τοῦ τρέφοντος οἰκεῖόν ἐστι, καὶ δεῖ πεινῶντας ἔτι τῶν ἀναγκαίων ἀπολαύειν[*](ἀπολαύειν W: ἀπολαύειν ἢ ) τῶν ἡδέων, ἰδίᾳ δὲ μὴ κινεῖν ἑτέρας ὀρέξεις τῶν κοινῶν ἀπηλλαγμένους. ὥσπερ γὰρ αὖ τῷ[*](αὖ τῷ W: αὐτῷ ) Σωκράτει[*](Σωκράτει] Xenoph. Conv. II 17) γυμνάσιον ἦν οὐκ ἀηδὲς ἡ ὄρχησις, οὕτως ᾧτινι τὸ πέμμα καὶ τὸ τράγημα δεῖπνόν ἐστι καὶ σιτίον, ἧττον βλάπτεται· τὸ δʼ ἀπέχοντα τῇ φύσει τὸ μέτριον καὶ πεπληρωμένον ἐπιδράττεσθαι τῶν τοιούτων φυλακτέον ἐν τοῖς μάλιστα. φυλακτέον δὲ τῆς περὶ ταῦτα φιληδονίας καὶ γαστριμαργίας οὐδὲν ἧττον ἀπειροκαλίαν καὶ φιλοτιμίαν καὶ γὰρ αὗται πολλάκις συναναπείθουσι μὴ πεινῶντας ἐσθίειν, ἔνια καὶ πίνειν μὴ διψῶντας, ἀνελευθέρους κομιδῇ καὶ φορτικὰς ὑποβάλλουσαι φαντασίας, ὡς· ἄτοπόν ἐστι πράγματος σπανίου καὶ πολυτελοῦς μὴ ἀπολαῦσαι παρόντος, οἷον οὔθατος ἢ μυκήτων Ἰταλικῶν ἢ Σαμίου πλακοῦντος ἢ χιόνος ἐν Αἰγύπτῳ. ταῦτα γὰρ δήπου προάγεται πολλάκις χρῆσθαι τοῖς περιβοήτοις καὶ σπανίοις, ὥσπερ ὑπὸ κνίσης τῆς κενῆς δόξης ἀγομένους καὶ τὸ σῶμα κοινωνεῖν μηδὲν δεόμενον ἀναγκάζοντας, ὅπως ἔχωσιν ἑτέροις διηγεῖσθαι, ζηλούμενοι τῆς ἀπολαύσεως τῶν οὕτω δυσπορίστων καὶ περιττῶν. ὅμοια δὲ καὶ πρὸς· γυναῖκας ἐνδόξους· πάσχουσιν. ἰδίαις μὲν γὰρ ἔστιν ὅτε καὶ καλαῖς· καὶ ἀγαπώσαις συναναπαυόμενοι τὴν ἡσυχίαν ἄγουσι, Φρύνῃ δὲ τελέσαντες ἀργύριον ἢ
Λαΐδι καὶ τὸ σῶμα φαύλως καὶ πρὸς συνουσίαν ἀργῶς ἔχοντες διακείμενον ἐγείρουσιν ἅμα καὶ παρακαλοῦσι τὸ ἀκόλαστον ἐπὶ τὴν ἡδονὴν ὑπὸ τῆς κενῆς δόξης. αὐτὴ γοῦν ἔλεγεν ἡ Φρύνη πρεσβυτέρα γεγενημένη τὴν τρύγα πλείονος πωλεῖν διὰ τὴν δόξαν.