De tuenda sanitate praecepta
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.
ΖΕΥΞΙΠΠΟΣ. ἔστι δὲ μέγα καὶ θαυμαστόν, ἂν ὅσον ἡ φύσις δεομένη δέχεται τῶν ἡδονῶν προσιέμενοι τῷ σώματι, μᾶλλον δʼ ἂν τὰ πολλὰ παρὰ[*](παρὰ] πρὸς R) τὰς ὀρέξεις αὐτῷ διαμαχόμενοι καὶ ἀναβαλλόμενοι καὶ μόλις πάνυ ταῖς ἀναγκαίαις χρηματίζοντες ἢ ὥς φησιν ὁ Πλάτων καὶ δάκνοντος καὶ κατατείνοντος ἐνδιδόντες ἀβλαβεῖς ἀπαλλάττωμεν. τὰς δʼ ἀνάπαλιν ἐκ τῆς ψυχῆς ἐπὶ τὸ σῶμα κατιούσας ἐπιθυμίας καὶ καταβιαζομένας τοῖς ἐκείνης ὑπηρετεῖν καὶ συνεξανίστασθαι πάθεσιν οὐδεμία μηχανὴ τὸ μὴ σφοδροτάτας; βλάβας καὶ μεγίστας ἐφʼ ἡδοναῖς ἀσθενέσι καὶ ἀμαυραῖς ἐναπολιπεῖν. ἥκιστα δὲ ψυχῆς ἐπιθυμίᾳ σῶμα πρὸς ἡδονὰς κινητέον· ἡ γὰρ ἀρχὴ παρὰ φύσιν γίγνεται. καὶ καθάπερ αἱ τῶν μασχαλῶν ψηλαφήσεις οὐκ ἴδιον οὐδὲ πρᾶον οὐδʼ ἵλεων γέλωτα τῇ ψυχῇ παρέχουσιν ἀλλʼ ἐοικότα σπασμῷ καὶ χαλεπόν, οὕτω πάλιν ὅσας τὸ σῶμα νυττόμενον ὑπὸ τῆς ψυχῆς ἡδονὰς ἴσχει καὶ ταραττόμενον, ἐκστατικαὶ καὶ ταρακτικαὶ αὗται καὶ ἀλλότριαι τῆς φύσεώς εἰσιν. ὅταν οὖν τι τῶν σπανίων ἀπολαυσμάτων ἢ ἐνδόξων παραγένηται, φιλοτιμητέον ταῖς ἀποσχέσεσι μᾶλλον ἢ ταῖς ἀπολαύσεσι, μεμνημένους ὅτι καθάπερ ὁ Σιμωνίδης
ἔλεγε μηδέποτʼ αὐτῷ μεταμελῆσαι σιγήσαντι, φθεγξαμένῳ δὲ πολλάκις, οὕτως ἡμῖν οὔτʼ ὄψον παρωσαμένοις μετεμέλησεν οὔθʼ ὕδωρ ἀντὶ Φαλερίνου πιοῦσιν. ἀλλὰ τοὐναντίον οὐ μόνον οὐ προσβιαστέον ἐστὶ τὴν φύσιν, ἀλλὰ κἂν δεομένῃ προσφέρηταί τι τῶν τοιούτων, ἐπὶ τὰ λιτὰ καὶ συνήθη πολλάκις ἀποτρεπτέον ἔθους ἕνεκα καὶ μελέτης τὴν ὄρεξιν.φησὶν ὁ Θηβαῖος οὐκ ὀρθῶς λέγων,
- εἴπερ γὰρ ἀδικεῖν χρὴ
[*](Eurip. Phoen. 527)
ἡμεῖς δὲ βέλτιον ὡς, εἴπερ φιλοδοξεῖν πρὸς τὰ τοιαῦτα, ἐγκρατείᾳ[*](ἐγκρατείᾳ W: ἐγκράτεια ) κάλλιστον ὑπὲρ ὑγιείας. οὐ μὴν ἀλλὰ καὶ μικρολογία καὶ γλισχρότης ἐνίους ἀναγκάζει πιέζοντας οἴκοι τὰς ἐπιθυμίας καὶ κατισχναίνοντας ἐμπίπλασθαι παρʼ ἑτέροις τῶν πολυτελῶν καὶ ἀπολαύειν, καθάπερ ἐκ πολεμίας ἀφειδῶς ἐπισιτιζομένους· εἶτα κακῶς διατεθέντες ἀπίασιν, εἰς τὴν ὑστεραίαν ἐφόδιον τῆς ἀπληστίας τὴν ἀπεψίαν ἔχοντες. ὁ μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας ἐμφύεσθαι ταῖς πόλεσι, μετὰ παιδιᾶς παρῄνει
- τυραννίδος πέρι
- κάλλιστον ἀδικεῖν
αὐτὸς δέ τις ἑαυτῷ παρακελευέσθω μὴ πρὸ φακῆς λοπάδʼ αὔξων[*](αὔξων H: αὔξων αἰεὶ ) μηδὲ πάντως ὑπερβαίνων τὴν καρδαμίδα καὶ τὴν ἐλαίαν ἐπὶ τὸ θρῖον καὶ τὸν ἰχθὺν εἰς στάσιν ἐκ πλησμονῆς τὸ σῶμα καὶ ταραχὰς ἐμβάλλειν καὶ διαρροίας. τὰ γὰρ εὐτελῆ κρατεῖ τὴν ὄρεξιν ἐπὶ τῶν φυσικῶν μέτρων, ὀψοποιῶν δὲ τέχναι καὶ δημιουργῶν καὶ
κατὰ τὸν κωμικὸν[*](κωμικὸν] Meinek. IV p. 670) ἀεὶ τοὺς ὅρους τῆς ἡδονῆς μετατίθησιν εἰς τοὔμπροσθεν καὶ παραλλάττει τὸ συμφέρον. οὐκ οἶδα δʼ ὅντινα τρόπον, ἡμῶν τὰς γυναῖκας ὅσαι φίλτρα μηχανῶνται καὶ γοητείας ἐπὶ τοὺς ἄνδρας βδελυττομένων καὶ δυσχεραινόντων, μισθωτοῖς τε καὶ δούλοις προσεφιᾶσι[*](προσεφιᾶσι] τινὲς ἐφιᾶσι?) τὰ σιτία καὶ τὰ ὄψα μονονοὺ μαγγανεύειν καὶ φαρμάττειν. εἰ τοίνυν καὶ πικρότερον φανεῖται τὸ τοῦ Ἀρκεσιλάου πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἰρημένον, μηδὲν διαφέρειν ὄπισθέν τινα ἢ ἔμπροσθεν εἶναι κίναιδον οὐκ ἀνάρμοστόν ἐστι τοῖς ὑποκειμένοις. τί γὰρ ὡς ἀληθῶς διαφέρει σατύρια προσάγοντα κινεῖν καὶ παροξύνειν τὸ ἀκόλαστον ἐπὶ τὰς ἡδονάς, ἢ τὴν γεῦσιν ὀσμαῖς καὶ καρυκείαις ἐθίζειν[*](ἐθίζειν Meziriacus: ἐρεθίζειν ) ὥσπερ τὰ ψωριῶντα κνησμῶν ἀεὶ δεῖσθαι καὶ γαργαλισμῶν;
- τὰ πανοῦργα ταῦτʼ ὀψάρια χὐποτρίμματα
ΖΕΥΞΙΠΠΟΣ. ἄλλοτε μὲν οὖν πρὸς τὰς ἡδονὰς λεκτέον ἴσως, τὸ καλὸν καὶ σεμνὸν ἐφʼ ἑαυτοῦ τῆς ἐγκρατείας οἷόν ἐστι, δεικνύοντας· ὁ δὲ νῦν λόγος ὑπὲρ πολλῶν ἡδονῶν καὶ μεγάλων ἐστίν. οὔτε γὰρ
πράξεις οὔτʼ ἐλπίδας οὔτʼ ἀποδημίας οὔτε διαγωγὰς αἱ νόσοι τοσαύτας ὅσας ἡδονὰς ἡμῶν ἀφαιροῦνται καὶ διαφθείρουσιν. ὅθεν ἥκιστα λυσιτελεῖ καταφρονεῖν τῆς ὑγιείας τοῖς μάλιστα τὴν ἡδονὴν διώκουσι. καὶ γὰρ φιλοσοφεῖν ἀρρωστίαι πολλοῖς παρέχουσι καὶ στρατηγεῖν νὴ Δία καὶ βασιλεύειν, ἡδοναὶ δὲ σωματικαὶ καὶ ἀπολαύσεις ἔνιαι μὲν οὐδʼ ὅλως γένεσιν ἐν νόσῳ λαμβάνουσιν, αἱ δὲ λαμβάνουσαι βραχὺ τὸ οἰκεῖον καὶ οὐ καθαρὸν ἀλλὰ συμπεφυρμένον πολλῷ τῷ ἀλλοτρίῳ καὶ μεμωλωπισμένον ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος ἀναφέρουσιν. οὐ γὰρ ἐν πλησμοναῖς[*](ἐν πλησμοναῖς] Nauck. p. 506) Κύπρις, ἀλλὰ μᾶλλον ἐν εὐδίᾳ σαρκὸς καὶ γαλήνῃ καὶ Κύπρις εἰς ἡδονὴν τελευτᾷ καὶ βρῶσις καὶ πόσις· ἡ δʼ ὑγίεια ταῖς ἡδοναῖς ὥσπερ ἡ γαλήνη ταῖς ἀλκυόσιν ἀσφαλῆ καὶ καλὴν γένεσιν καὶ λοχείαν ἐνδίδωσι. κομψῶς γὰρ ἔοικεν ὁ Πρόδικος εἰπεῖν ὅτι τῶν ἡδυσμάτων ἄριστόν ἐστι τὸ πῦρ· ἀληθέστερον δʼ[*](δʼ Meziriacus: γὰρ ) ἄν τις εἴποι τὴν ὑγίειαν ἥδυσμα θειότατον εἶναι καὶ προσηνέστατον· ἑφθὰ μὲν γὰρ καὶ ὀπτὰ καὶ πεπτὰ βρώματα νοσοῦσιν ἢ κραιπαλῶσιν ἢ ναυτιῶσιν οὐδεμίαν ἡδονὴν οὐδὲ χάριν ἀποδίδωσι, καθαρὰ δὲ καὶ ἀκραιφνὴς ὄρεξις ὑγιαίνοντι· σώματι πᾶν ἡδὺ ποιεῖ καὶ ἁρπαλέον, ὡς Ὅμηρος[*](Ὅμηρος] θ 164) ἔφη, καὶ πρόσφορον.ΖΕΥΞΙΠΠΟΣ. ἐπεὶ δʼ ὥσπερ ὁ Δημάδης πολεμικοὺς ἀκαίρως τοὺς Ἀθηναίους ὄντας ἔλεγε μηδέποτε χειροτονεῖν εἰρήνην ἄνευ μελάνων ἱματίων, οὕτω καὶ ἡμεῖς
οὐδέποτε μεμνήμεθα λιτῆς διαίτης καὶ σώφρονος ἄνευ καύσεων καὶ καταπλασμάτων ἔν τε τούτοις γιγνόμενοι πιέζομεν σφόδρα τὰς ἁμαρτίας, ἀντερειδόμενοι[*](ἀντερειδόμενοι H: ἐναπερειδόμενοι ) τῇ μνήμῃ καὶ καθάπερ οἱ πολλοὶ νῦν μὲν ἀέρας νῦν δὲ χώρας ἐπιμεμφόμενοι νοσώδεις,[*](νοσώδεις H: νοσώδεις ἀποδημίας τέ τινας λέγουσι ) ἐξαιρούμενοι τῆς αἰτίας τὴν ἀκρασίαν καὶ φιληδονίαν ὥσπερ[*](ὡσπερscripsi: ἀλλʼ ὥσπερ) ὁ Λυσίμαχον ἐν Γέταις συσχεθεὶς δίψῃ καὶ παραδοὺς ἑαυτὸν μετὰ τοῦ στρατεύματος αἰχμάλωτον εἶτα πιὼν ὕδωρ ψυχρὸν ὦ θεοί εἶπεν, ὡς βραχείας ἡδονῆς ἕνεκα μεγάλην εὐδαιμονίαν ἀπεβάλομεν,[*](ἀπεβάλομενscripsi: ἀπεβαλόμην) οὕτως ἀνοιστέον ἐν ταῖς ἀρρωστίαις πρὸς αὑτοὺς ὡς διὰ ψυχροποσίαν ἢ λουτρὸν ἄκαιρον ἢ συμπεριφορὰν πολλὰς μὲν αὑτῶν διεφθείραμεν[*](διεφθείραμεν R: διαφθείρομεν ) ἡδονάς, καλὰς δὲ[*](δὲ W: τε ) πράξεις ἐπιτερπεῖς τε διαγωγὰς ἀπωλέσαμεν. ὁ γὰρ ἐκ τῶν τοιούτων ἀναλογισμῶν δηγμὸς αἱμάσσει τὴν μνήμην, ὥστε οἷον οὐλὴν παραμένουσαν ἐν τῷ ὑγιαίνειν εὐλαβεστέρους ποιεῖν περὶ τὴν δίαιταν, οὐδὲ γὰρ ἄγαν τὸ ὑγιαῖνον σῶμα φύσει μεγάλας ἐπιθυμίας οὐδὲ δυσπειθεῖς οὐδʼ ἀσυνήθεις οὐδὲ δυσεκβιάστους, ἀλλὰ δεῖ θαρρεῖν πρὸς τὰς ὀρέξεις ἐκφερομένας καὶ ἐπιπηδώσας ταῖς ἀπολαύσεσιν, ὡς ἐλαφρὸν καὶ παιδικὸν ἐχούσας τὸ μεμψιμοιροῦν καὶ κλαυθμυριζόμενον, εἶτα παυομένας ἀρθείσης τῆς τραπέζης καὶ μηδὲν ἐγκαλούσας μηδʼ ἀδικουμένας, ἀλλὰ τοὐναντίον καθαρὰς καὶ ἱλαρὰς καὶ οὐ βαρείας οὐδὲ ναυτιώδεις περιμενούσας τὴν αὔριον. ὥσπερ ἀμέλει καὶ Τιμόθεος εἶπε τῇ προτεραίᾳ δεδειπνηκὼς ἐν Ἀκαδημείᾳ παρὰ Πλάτωνι μουσικὸν καὶ λιτὸν δεῖπνον, ὡς οἱ παρὰ Πλάτωνι δειπνήσαντες καὶ εἰς αὔριον ἡδέως γίγνονται. λέγεται δὲ καὶ Ἀλέξανδρος εἰπεῖν τοὺς τῆς Ἄδας ὀψοποιοὺς ἀποπεμψάμενος ὡς ἔχει βελτίονας[*](βελτίονας Stobaeus Floril. CI 8: βελτίονας ἄγειν ) ἀεὶ σὺν αὑτῷ, πρὸς μὲν τὸ ἄριστον τὴν νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον τὴν ὀλιγαριστίαν.ΖΕΥΞΙΠΠΟΣ. οὐκ ἀγνοῶ δʼ ὅτι καὶ διὰ κόπους πυρέττουσιν ἄνθρωποι καὶ διʼ ἐγκαύσεις καὶ διὰ περιψύξεις. ἀλλʼ ὥσπερ αἱ τῶν ἀνθέων ὀσμαὶ καθʼ ἑαυτὰς ἀσθενεῖς εἰσι, μιχθεῖσαι δὲ τῷ ἐλαίῳ ῥώμην ἴσχουσι καὶ τόνον, οὕτω ταῖς ἔξωθεν αἰτίαις καὶ ἀρχαῖς οἷον οὐσίαν καὶ σῶμα παρέχει τὸ πλῆθος ὑποκείμενον. ἄνευ δὲ τούτων[*](τούτων] τούτου R) χαλεπὸν οὐδέν, ἀλλʼ ἐξαμαυροῦνται καὶ διαχέονται ῥᾳδίως, αἵματος λεπτοῦ. καὶ πνεύματος καθαροῦ δεχομένου τὴν κίνησιν ἐν δὲ πλήθει καὶ περιττώματι οἷον ἰλὺς ἀναταραττομένη μιαρὰ ποιεῖ πάντα καὶ δυσχερῆ καὶ δυσαπάλλακτα. διὸ δεῖ μὴ καθάπερ οἱ ἄπλοοι[*](ἄπλοοιscripsi: ἀγαθοὶ) ναύκληροι πολλὰ διʼ ἀπληστίαν ἐμβαλόμενοι, τοὐντεῦθεν ἤδη διατελοῦσιν ἀντλοῦντες καὶ ὑπεξαιροῦντες τὴν θάλατταν, οὕτως ἐμπλήσαντας τὸ σῶμα καὶ βαρύναντας ὑποκαθαίρειν αὖθις καὶ ὑποκλύζειν, ἀλλὰ διατηρεῖν εὐσταλές, ὅπως κἂν πιεσθῇ ποτε, φελλοῦ δίκην ὑπὸ κουφότητος, ἀναφέρηται.
ΖΕΥΞΙΠΠΟΣ. μάλιστα δὲ προφυλακτέον ἐν ταῖς
προπαθείαις καὶ προαισθήσεσιν. οὐ γὰρ ἅπασαι κατὰ τὸν Ἡσίοδον[*](Ἡσίοδον] OD 104) ἐπιφοιτῶσιν αἱ νόσοι, ἀλλʼ αἱ πλεῖσται καθάπερ προαγγέλους καὶ προδρόμους καὶ κήρυκας ἔχουσιν ἀπεψίας καὶ δυσκινησίας. βαρύτητες καὶ κόποι φησὶν Ἱπποκράτης[*](Ἱπποκράτης] Aphor. II 5) αὐτόματοι νοῦσον φράζουσι διὰ πλῆθος ὡς ἔοικεν ἐντὸς διάτασιν καὶ σφήνωσιν τοῦ περὶ τὰ νεῦρα πνεύματος ἔχοντος. ἀλλʼ ὅμως αὐτοῦ μονονουχὶ τοῦ σώματος ἀντιτείνοντος καὶ κατασπῶντος ἐπὶ τὸ κλινίδιον καὶ τὴν ἡσυχίαν οἱ μὲν ὑπὸ λαιμαργίας καὶ φιληδονίας ἐμβάλλουσιν ἑαυτοὺς ἐπὶ τὰ βαλανεῖα καὶ σπεύδουσιν ἐπὶ τὰς προπόσεις, ὥσπερ εἰς πολιορκίαν ἐπισιτιζόμενοι καὶ δεδιότες μὴ φθάσῃ καταλαβὼν αὐτοὺς ὁ πυρετὸς ἀναρίστους, οἱ δὲ κομψότεροι ταύτῃ μὲν οὐχ ἁλίσκονται, πάνυ δʼ ἀβελτέρως αἰσχυνόμενοι κραιπάλην ἢ ἀπεψίαν ὁμολογεῖν καὶ διημερεύειν ἐν ἱματίοις, ἑτέρων εἰς τὸ γυμνάσιον βαδιζόντων καὶ παρακαλούντων ἀναστάντες συναποδύονται καὶ ταὐτὰ πράττουσι τοῖς ὑγιαίνουσι. τοὺς δὲ πλείους ἀκρασίας καὶ μαλακίας[*](ἀκρασίας καὶ μαλακίας Erasmus: ἀκρασία καὶ μαλακία ) συνήγορον ἔχουσα παροιμίαν[*](τὴν παροιμίαν R) ἐλπὶς ἀναπείθει καὶ προάγεται βαδίζειν ἀναστάντας ἰταμῶς ἐπὶ τὴν συνήθειαν, ὡς οἴνῳ δὴ τὸν οἶνον κραιπάλῃ δὲ τὴν κραιπάλην ἐξελῶντας καὶ διαφορήσοντας.[*](ἐξελῶντας καὶ διαφορήσοντας W: ἐξελόντας καὶ διαφορήσαντας ) πρὸς μὲν οὖν ταύτην τὴν ἐλπίδα τὴν τοῦ Κάτωνος εὐλάβειαν ἀντιτακτέον ἥν φησιν ἐκεῖνος ὁ ἀνὴρ τὰ μὲν μεγάλα μικρὰ ποιεῖν τὰ δὲ μικρὰ παντελῶς ἀναιρεῖν καὶ ὅτι κρεῖττον ἔνδειαν ὑπομεῖναι διὰ κενῆς καὶ ἡσυχίαν ἢ διακυβεῦσαι πρὸς λουτρὸν ὠσαμένους καὶ δεῖπνον. εἰ μὲν γὰρ ἔστι τι, βλάψει τὸ μὴ φυλάξασθαι μηδʼ ἐπισχεῖν εἰ δὲ μηδέν, οὐ βλάψει τὸ συσταλῆναι τῷ σώματι καὶ γενέσθαι καθαρώτερον. ὁ δὲ παιδαριώδης ἐκεῖνος καὶ τοῖς φίλοις δεδιὼς καὶ τοῖς οἰκέταις φανερὸς γενέσθαι διακείμενος ἐκ πλησμονῆς ἢ κραιπάλης ἀηδῶς, αἰσχυνόμενος ἀπεψίαν ὁμολογῆσαι τήμερον, αὔριον ὁμολογήσει κατάρροιαν ἢ πυρετὸν ἢ στρόφον·
- σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς
πολὺ δʼ αἴσχιον ἀπεψίαν καὶ βαρύτητα καὶ πλησμονὴν σώματος εἰς βαλανεῖον ἑλκομένου καθάπερ εἰς θάλασσαν σαθροῦ πλοίου καὶ μὴ στέγοντος. ὥσπερ γὰρ ἀμέλει πλέοντες ἔνιοι χειμῶνος ὄντος αἰδοῦνται διατρίβειν ἐπʼ ἀκτῆς·, εἶτʼ ἀναχθέντες αἴσχιστα διάκεινται βοῶντες καὶ ναυτιῶντες, οὕτως ἐν ὑποψίᾳ καὶ προπαθείᾳ σώματος ἀγεννὲς ἡγούμενοι μίαν ἡμέραν ἐν κλίνῃ διάγειν[*](malim διαγαγεῖν ) καὶ μὴ παραθέσθαι τράπεζαν, αἴσχιστα πολλὰς ἡμέρας κεῖνται καθαιρόμενοι καὶ καταπλασσόμενοι καὶ θωπεύοντες ἰατροὺς καὶ θεραπεύοντες, οἶνον αἰτοῦντες ἢ ψυχρὸν ὕδωρ, ἄτοπα καὶ ἀγεννῆ πολλὰ ποιεῖν καὶ φθέγγεσθαι διὰ τὸν πόνον καὶ τὸν φόβον ὑπομένοντες. καὶ μὴν τούς γε διὰ τὰς ἡδονὰς μὴ κρατοῦντας ἑαυτῶν ἀλλʼ ἐγκλίνοντας ἢ φερομένους ὑπὸ τῶν ἐπιθυμιῶν καλῶς ἔχει διδάσκειν καὶ ἀναμιμνῄσκειν ὅτι πλεῖστον ἐκ τοῦ σώματος αἱ ἡδοναὶ λαμβάνουσι·.
ΖΕΥΞΙΠΠΟΣ. καὶ καθάπερ οἱ Λάκωνες ὄξος καὶ ἅλας διδόντες τῷ μαγείρῳ τὰ λοιπὰ κελεύουσιν ἐν τῷ ἱερείῳ ζητεῖν, οὕτως ἐν τῷ σώματι τοῦ προσφερομένου τὰ κάλλιστα τῶν ἡδυσμάτων ἐστίν, ἄνπερ ὑγιαίνοντι καὶ καθαρῷ προσφέρηται. γλυκὺ μὲν γὰρ ἢ πολυτελὲς ἔξω καὶ καθʼ αὑτὸ τῶν τοιούτων ἕκαστόν ἐστιν, ἡδὺ δὲ πέφυκεν ἐν τῷ ἡδομένῳ καὶ μετὰ τοῦ ἡδομένου γίγνεσθαι κατὰ φύσιν ἔχοντος· ἐν δὲ δυσαρέστοις καὶ κραιπαλῶσι καὶ φαύλως διακειμένοις πάντα τὴν αὑτῶν χάριν καὶ ὥραν ἀπόλλυσι. διὸ δεῖ μὴ σκοπεῖν τὸν ἰχθὺν εἰ πρόσφατος, μηδὲ τὸν ἄρτον εἰ καθαρός, μηδὲ τὸ βαλανεῖον εἰ θερμόν, μηδὲ τὴν ἑταίραν εἰ εὔμορφος, ἀλλʼ ἑαυτὸν,[*](ἑαυτὸν Stobaeus Floril. CI 11: αὑτὸν ) εἰ μὴ ναυτιώδης μηδὲ θολερὸς μηδʼ ἕωλος μηδὲ τεταραγμένος. εἰ δὲ μή, καθάπερ εἰς οἰκίαν πενθοῦσαν ἐμβαλόντες ἐπίκωμοι μεθύοντες οὐ φιλοφροσύνην παρέσχον οὐδʼ ἡδονὴν ἀλλὰ κλαυθμοὺς καὶ ὀδυρμοὺς[*](καὶ ὀδυρμοὺς idem) ἐποίησαν, οὕτω καὶ ἀφροδίσια καὶ ὄψα καὶ βαλανεῖα καὶ οἶνος ἐν σώματι κακῶς καὶ παρὰ φύσιν ἔχοντι μιγνύμενα τοῖς μὴ καθεστῶσι καὶ διεφθορόσι φλέγμα καὶ χολὴν κινεῖ καὶ ταράττει καὶ προσεξίστησιν,[*](παρεξίστησιν H) ἡδὺ δʼ οὐδὲν ἀξιολόγως οὐδʼ ἀπολαυστικὸν οὐδὲν οἷον προσεδοκήσαμεν ἀποδίδωσιν.
ΖΕΥΞΙΠΠΟΣ. ἡ μὲν οὖν ἀκριβὴς σφόδρα καὶ διʼ ὄνυχος λεγομένη δίαιτα τό τε σῶμα κομιδῇ ψοφοδεὲς; παρέχεται καὶ σφαλερόν, αὐτῆς τε[*](τε Stobaeus: δὲ ) τῆς ψυχῆς τὸ γαῦρον κολούει πάντα πράγματα καὶ πᾶσαν οὐχ ἧττον ἐν ἡδοναῖς ἢ[*](ἢ Madvigius: καὶ ) πόνοις διατριβὴν καὶ πρᾶξιν ὑφορωμένης καὶ πρὸς μηδὲν ἰταμῶς καὶ θαρραλέως βαδιζούσης. δεῖ δʼ ὥσπερ ἱστίον τὸ σῶμα μήτε συστέλλειν εὐδίας οὔσης καὶ πιέζειν σφόδρα, μήτʼ ἀνειμένως χρῆσθαί τε καὶ καταφρονεῖν ἐν ὑποψίᾳ γενόμενον,[*](γενόμενον Stobaeus: γινόμενον ) ἀλλʼ ἐνδιδόναι καὶ ποιεῖν ἐλαφρὸν ὥσπερ εἴρηται, καὶ μὴ περιμένειν ἀπεψίας καὶ διαρροίας μηδὲ θερμασίας μηδὲ, νάρκας, ὑφʼ ὧν ἔνιοι μόλις ὥσπερ ὑπʼ ἀγγέλων ἢ κλητόρων, πυρετοῦ περὶ θύρας ὄντος ἤδη, θορυβούμενοι συστέλλουσιν ἑαυτούς, ἀλλὰ πόρρωθεν ἐξευλαβεῖσθαι