De tuenda sanitate praecepta
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.
ΖΕΥΞΙΠΠΟΣ. ἄτοπον γάρ ἐστι κοράκων μὲν λαρυγγισμοῖς καὶ κλωσμοῖς ἀλεκτορίδων καὶ συσὶν ἐπὶ φορυτῷ μαργαινούσαις, ὡς ἔφη Δημόκριτος,[*](Δημόκριτος] Mullach. 1 p. 343) ἐπιμελῶς προσέχειν, σημεῖα ποιουμένους πνευμάτων καὶ ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους καὶ προπαθείας μὴ προλαμβάνειν μηδὲ προφυλάττειν, μηδʼ ἔχειν σημεῖα χειμῶνος ἐν ἑαυτῷ γενησομένου καὶ μέλλοντος. ὅθεν οὐ περὶ τροφὴν μόνον οὐδὲ γυμνάσια δεῖ φυλάττειν τὸ σῶμα μὴ παρὰ τὸ εἰωθὸς
ἅπτεται τούτων ὀκνηρῶς καὶ ἀπροθύμως ἢ πάλιν διψῶδές ἐστι καὶ πειναλέον ὡς οὐ πέφυκεν, ἀλλὰ καὶ τῶν ὕπνων τὸ μὴ συνεχὲς μηδὲ λεῖον ἀλλʼ ἀνωμαλίας ἔχον καὶ διασπασμοὺς εὐλαβεῖσθαι, καὶ τῶν ἐνυπνίων τὴν ἀτοπίαν, ἄνπερ ὦσι μὴ νόμιμοι μηδὲ συνήθεις αἱ φαντασίαι, πλῆθος ἢ πάχος ὑγρῶν ἢ πνεύματος[*](πνεύματος Stobaeus Floril. CI 11: πνευμάτων ) ταραχὴν ἐντὸς κατηγοροῦσαν. ἤδη δὲ καὶ τὰ τῆς ψυχῆς κινήματα τὸ σῶμα μηνύει πρὸς νόσον ἐπισφαλῶς ἔχειν. ἄλογοι γὰρ ἴσχουσιν ἀθυμίαι καὶ φόβοι πολλάκις ἀπʼ οὐδενὸς φανεροῦ, τὰς ἐλπίδας ἄφνω κατασβεννύουσαι· γίγνονται δὲ καὶ ταῖς ὀργαῖς ἐπίχολοι καὶ ὀξεῖς καὶ μικρόλυποι, καὶ δακρυρροοῦσι καὶ ἀδημονοῦσιν ὅταν ἀτμοὶ πονηροὶ καὶ ἀναθυμιάσεις πικραὶ συνιστάμεναι ταῖς τῆς ψυχῆς, ὥς φησιν ὁ Πλάτων,[*](Πλάτων] Tim. p. 47 d) ἀνακραθῶσι περιόδοις. διὸ δεῖ σκοπεῖν οἷς ἂν ταῦτα συμπίπτῃ καὶ μνημονεύειν[*](μνημονεύειν H: μνημονεύειν ἂν μηδὲν ᾖ πνευματικον ) ὅτι σωματικόν ἐστιν αἴτιον ὑποστολῆς τινος ἢ κατακράσεως δεόμενον.ΖΕΥΞΙΠΠΟΣ. χρήσιμον δὲ πάνυ καὶ τὸ τοὺς φίλους ἐπισκεπτόμενον ἀσθενοῦντας ἐκπυνθάνεσθαι τὰς αἰτίας, μὴ σοφιστικῶς μηδὲ περιέργως ἐνστάσεις καὶ παρεμπτώσεις καὶ κοινότητας λαλοῦντα καὶ παρεπιδεικνύμενον ἰατρικῶν ὀνομάτων καὶ γραμμάτων ἐμπειρίαν, ἀλλὰ ταυτὶ τὰ φαῦλα καὶ κοινὰ μὴ παρέργως ἀκούοντα, πλῆθος ἡλίωσιν[*](ἡλίωσιν Erasmus: ἢ λείωσιν ) κόπον ἀγρυπνίαν, μάλιστα δὲ δίαιταν ᾗ χρώμενος ἐπύρεξεν. εἶθʼ ὥσπερ ὁ
Πλάτων ἐπὶ τοῖς ἀλλοτρίοις ἁμαρτήμασιν[*](τῶν ἀλλοτρίων ἁμαρτημάτων H) εἰώθει λέγειν ἀπιών[*](ἀπιών] del. H ἄρʼ H: ἄρα καὶ ) μή που ἄρ ἐγὼ τοιοῦτος; οὕτω τὰ περὶ αὑτὸν ἐν τοῖς πλησίον εὖ τίθεσθαι , καὶ φυλάττεσθαι καὶ μνημονεύειν ὅπως οὐ περιπεσεῖται τοῖς αὐτοῖς οὐδʼ αὐτὸς εἰς τὴν κλίνην καταπεσὼν ὑμνήσει ποθῶν τὴν πολυτίμητον ὑγίειαν, ἀλλʼ ἑτέρου πάσχοντος ἐνσημανεῖται πρὸς ἑαυτὸν ὡς ἄξιον πολλοῦ τὸ ὑγιαίνειν καὶ δεῖ τοῦτο διατηρεῖν αὑτῷ προσέχοντα καὶ φειδόμενον. οὐ χεῖρον δὲ καὶ τὴν ἑαυτῶν παρεπισκοπεῖν δίαιταν· ἂν γὰρ ἐν πόσεσι καὶ προσφοραῖς ἤ τισι πόνοις καὶ ἀταξίαις ἑτέραις τυγχάνωμεν γεγονότες, τὸ δὲ σῶμα μηδεμίαν ὑποψίαν παρέχῃ μηδὲ προαίσθησιν, ὅμως αὑτοὺς δεῖ φυλάττεσθαι καὶ προκαταλαμβάνειν ἐκ μὲν ἀφροδισίων καὶ κόπων ὄντας ἀναπαύσει καὶ ἡσυχίᾳ, μετὰ δʼ οἴνωσιν καὶ συμπεριφορὰν ὑδροποσίᾳ, μάλιστα δὲ τροφαῖς κεχρημένους· ἐμβριθέσι καὶ κρεώδεσιν ἢ ποικίλαις ὀλιγοσιτεῖν καὶ μηδὲν ὑπολείπειν[*](ὑπολείπειν scripsi: ὑπολιπεῖν ) περιττώματος πλῆθος ἐν τῷ σώματι. καὶ γὰρ αὐτὰ ταῦτα διʼ αὑτὰ πολλῶν αἴτια νόσων ἐστί, καὶ προστίθησι ταῖς ἄλλαις αἰτίαις ὕλην καὶ δύναμιν. ὅθεν ἄριστα λέλεκται τροφῆς ἀκορίην καὶ πόνων ἀοκνίην καὶ σπέρματος οὐσίης συντήρησιν ὑγιεινότατα εἶναι καὶ γὰρ ἡ περὶ τὰς συνουσίας ἀκρασία τῷ μάλιστα τὴν δύναμιν ἐκλύειν ὑφʼ ἧς ἡ τροφὴ διαπονεῖται, πλέον περίττωμα ποιεῖ καὶ πλῆθος.ΖΕΥΞΙΠΠΟΣ. αὖθις οὖν ἀναλαβόντες ἐξ ἀρχῆς περὶ
ἑκάστου, πρῶτον δὲ περὶ γυμνασίων φιλολόγοις ἁρμοζόντων λέγομεν[*](λέγομεν scripsi: λέγωμεν ) ὅτι ὥσπερ ὁ φήσας μηδὲν γράφειν παραθαλασσίοις περὶ ὀδόντων[*](περὶ ὀδόντων] περὶ τριοδόντων?) ἐδίδαξε τὴν χρείαν, οὕτω καὶ φιλολόγοις φαίη τις ἂν μὴ[*](μὴ] μηδὲν R) γράφειν περὶ γυμνασίων. ἡ γὰρ καθʼ ἡμέραν τοῦ λόγου χρεία διὰ φωνῆς περαινομένη θαυμαστὸν οἷόν ἐστι γυμνάσιον οὐ μόνον πρὸς ὑγίειαν ἀλλὰ καὶ πρὸς ἰσχύν, οὐ παλαιστικὴν οὐδὲ σαρκοῦσαν καὶ πυκνοῦσαν τὰ ἐκτὸς ὥσπερ οἰκοδομήματος, ἀλλὰ τοῖς ζωτικωτάτοις μέρεσι ῥώμην ἐνδιάθετον καὶ τόνον ἀληθινὸν ἐμποιοῦσαν. ὅτι μὲν γὰρ ἰσχὺν[*](ἰσχὺν Meziriacus: ἰσχύειν ) δίδωσι τὸ πνεῦμα, δηλοῦσιν οἱ ἀλεῖπται, τοὺς ἀθλητὰς κελεύοντες ἀντερείδειν ταῖς τρίψεσι καὶ παρεγκόπτειν[*](παρεγκάπτειν Madvigius: παρεγκόπτειν ) τείνοντας[*](τείνοντας Meziriacus: τηροῦντας ) ἀεὶ τὰ πλασσόμενα μέρη καὶ ψηλαφώμενα τοῦ σώματος· ἡ δὲ φωνή, τοῦ πνεύματος οὖσα κίνησις, οὐκ ἐπιπολαίως ἀλλʼ ὥσπερ ἐν πηγαῖς περὶ τὰ σπλάγχνα ῥωννυμένη, τὸ θερμὸν αὔξει καὶ λεπτύνει τὸ αἷμα, καὶ πᾶσαν μὲν ἐκκαθαίρει φλέβα, πᾶσαν δʼ ἀρτηρίαν ἀνοίγει, σύστασιν δὲ καὶ πῆξιν ὑγρότητος οὐκ ἐᾷ περιττωματικῆς ὥσπερ ὑποστάθμην ἐγγενέσθαι τοῖς τὴν τροφὴν παραλαμβάνουσι καὶ κατεργαζομένοις ἀγγείοις. διὸ δεῖ μάλιστα ποιεῖν ἑαυτοὺς τούτῳ τῷ γυμνασίῳ συνήθεις καὶ συντρόφους ἐνδελεχῶς λέγοντας, ἂν δʼ ᾖ τις ὑποψία τοῦ σώματος ἐνδεέστερον ἢ κοπωδέστερον ἔχοντος, ἀναγιγνώσκοντας καὶ[*](καὶ W: ἢ ) ἀναφωνοῦντας. ὅπερ γὰρ αἰώρα πρὸς γυμνάσιόν ἐστι, τοῦτο πρὸς διάλεξιν ἀνάγνωσις, ὥσπερ ἐπʼ ὀχήματος ἀλλοτρίου λόγου κινοῦσα μαλακῶς καὶ διαφοροῦσα πράως τὴν φωνήν. ἡ δὲ διάλεξις ἀγῶνα καὶ σφοδρότητα προστίθησιν, ἅμα τῆς ψυχῆς τῷ σώματι συνεπιτιθεμένης. κραυγὰς μέντοι περιπαθεῖς καὶ σπαραγμώδεις εὐλαβητέον· αἱ γὰρ ἀνώμαλοι προβολαὶ[*](προβολαὶ Salmasius: προσβολαὶ ) καὶ διατάσεις τοῦ πνεύματος ῥήγματα καὶ σπάσματα ποιοῦσιν. ἀναγνόντα δʼ ἢ διαλεχθέντα λιπαρᾷ καὶ ἀλεεινῇ τρίψει χρηστέον πρὸ τοῦ περιπάτου καὶ μαλάξει τῆς σαρκός, ὡς ἀνυστόν[*](ἀνυστόν Stephanus: ἀνοιστόν ) ἐστι, τῶν σπλάγχνων ποιούμενον ἁφὴν καὶ τὸ πνεῦμα πράως διομαλύνοντα καὶ διαχέοντα μέχρι τῶν ἄκρων. μέτρον δὲ τοῦ πλήθους τῆς τρίψεως ἔστω τὸ προσφιλὲς τῇ αἰσθήσει καὶ ἄλυπον. ὁ γὰρ οὕτω καταστήσας τὴν ἐν βάθει ταραχὴν καὶ διάτασιν τοῦ πνεύματος, ἀλύπῳ τε χρῆται τῷ περιττώματι, κἂν ἀκαιρία τις ἢ χρεία κωλύσῃ τὸν περίπατον, οὐδέν ἐστι πρᾶγμα· τὸ γὰρ οἰκεῖον ἡ φύσις ἀπείληφεν. ὅθεν οὔτε πλοῦν ποιητέον οὔτε καταγωγὴν ἐν πανδοκείῳ σιγῆς πρόφασιν, οὐδʼ ἂν πάντες καταγελῶσιν. ὅπου γὰρ οὐκ αἰσχρὸν τὸ φαγεῖν, οὐδὲ τὸ γυμνάζεσθαι δήπουθεν αἰσχρόν· ἀλλʼ αἴσχιον τὸ δεδοικέναι καὶ δυσωπεῖσθαι ναύτας καὶ ὀρεωκόμους καὶ πανδοκεῖς καταγελῶντας οὐ τοῦ σφαιρίζοντος καὶ σκιαμαχοῦντος ἀλλὰ τοῦ λέγοντος, ἂν ἅμα διδάσκῃ τι καὶ ζητῇ καὶ μανθάνῃ καὶ ἀναμιμνῄσκηται γυμναζόμενος. ὁ μὲν γὰρ Σωκράτης[*](Σωκράτης] Xenoph. Conv. II 18) ἔλεγεν ὅτι τῷ κινοῦντι διʼ ὀρχήσεως αὑτὸν ἑπτάκλινος οἶκος ἱκανός ἐστιν ἐγγυμνάζεσθαι, τῷ δὲ διʼ ᾠδῆς λόγου γυμναζομένῳ γυμνάσιον ἀποχρῶν[*](γυμναζομένῳ γυμνάσιον ἀποχρῶν R: γυμνάσιον ἀπόχρη γυμναζομένῳ ) καὶ ἑστῶτι καὶ κατακειμένῳ πᾶς τόπος παρέχει. μόνον ἐκεῖνο φυλακτέον, ὅπως μήτε πλησμονὴν μήτε λαγνείαν μήτε κόπον ἑαυτοῖς συνειδότες ἐντεινώμεθα τῇ φωνῇ τραχύτερον , ὃ πάσχουσι πολλοὶ τῶν ῥητόρων καὶ τῶν σοφιστῶν, οἱ μὲν ὑπὸ δόξης καὶ φιλοτιμίας, οἱ δὲ διὰ μισθοὺς ἢ πολιτικὰς ἁμίλλας ἐξαγόμενοι παρὰ τὸ συμφέρον ἀγωνίζεσθαι. Νίγρος δʼ ὁ ἡμέτερος ἐν Γαλατίᾳ σοφιστεύων ἄκανθαν ἐτύγχανεν ἰχθύος καταπεπωκώς. ἑτέρου δʼ ἐπιφανέντος ἔξωθεν σοφιστοῦ καὶ μελετῶντος, ὀρρωδῶν ὑφειμένου δόξαν παρασχεῖν, ἔτι τῆς ἀκάνθης ἐνισχομένης ἐμελέτησε· μεγάλης δὲ φλεγμονῆς καὶ σκληρᾶς γενομένης, τὸν πόνον οὐ φέρων ἀνεδέξατο τομὴν ἔξωθεν βαθεῖαν. ἡ μὲν οὖν ἄκανθα διὰ τοῦ τραύματος ἐξῃρέθη, τὸ δὲ τραῦμα χαλεπὸν γενόμενον καὶ ῥευματικὸν ἀνεῖλεν αὐτόν. ἀλλὰ ταῦτα μὲν ἄν τις ὕστερον εὐκαίρως ὑπομνήσειε.ΖΕΥΞΙΠΠΟΣ. λουτρῷ δὲ χρῆσθαι γυμνασαμένους ψυχρῷ μὲν ἐπιδεικτικὸν καὶ νεανικὸν μᾶλλον ἢ ὑγιεινόν ἐστιν. ἣν γὰρ δοκεῖ ποιεῖν δυσπάθειαν πρὸς τὰ ἔξω καὶ σκληρότητα τοῦ σώματος, αὕτη μεῖζον ἀπεργάζεται περὶ τὰ ἐντὸς κακόν, ἐνισταμένη τοῖς πόροις καὶ τὰ ὑγρὰ συνάγουσα καὶ πηγνύουσα τὰς ἀναθυμιάσεις ἀεὶ χαλᾶσθαι καὶ διαφορεῖσθαι βουλομένας.
ἔτι δʼ ἀνάγκη τοὺς ψυχρολουτοῦντας εἰς ἐκείνην αὖθις μεταβαίνειν ἣν φεύγομεν ἀκριβῆ καὶ τεταγμένην ἀποτόμως δίαιταν, ἀεὶ προσέχοντας αὑτοῖς μὴ παραβαίνωσι[*](παραβαίνωσι R: παραβαίνειν ) ταύτην , ὡς εὐθὺς ἐξελεγχομένου πικρῶς παντὸς ἁμαρτήματος. ἡ δὲ θερμολουσία δίδωσι πολλὴν[*](πολλὴν idem: πολλῷ ) συγγνώμην. οὐ γὰρ τοσοῦτον εὐτονίας ὑφαιρεῖ καὶ ῥώμης, ὅσον ὠφελεῖ πρὸς ὑγίειαν, ἐνδόσιμα τῇ πέψει καὶ μαλακὰ[*](μαλακτικὰ H) παρέχουσα, τοῖς δὲ τὴν πέψιν διαφεύγουσιν, ἄν γε δὴ μὴ παντάπασιν ὠμὰ καὶ μετέωρα μείνῃ, διαχύσεις ἀλύπους παρασκευάζουσα καὶ κόπους ἐκλεαίνουσα λανθάνοντας. οὐ μὴν ἀλλʼ ὅταν ἡ φύσις παρέχῃ μετρίως διακειμένου καὶ ἱκανῶς τοῦ σώματος αἴσθησιν, ἐατέον τὸ βαλανεῖον. ἄλειμμα δὲ τὸ πρὸς πυρὶ[*](πῦρ R) βέλτιον, ἂν ἀλέας δέηται τὸ σῶμα, ταμιεύεται γὰρ αὑτῷ τῆς θερμότητος. ὁ δʼ ἥλιος οὔτε μᾶλλον οὔθʼ ἧττον ἀλλʼ ὡς κέκραται πρὸς τὸν ἀέρα κεχρῆσθαι δίδωσι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ γυμνασίων.ΖΕΥΞΙΠΠΟΣ. ἐπὶ δὲ τροφὴν παραγενομένους, ἂν μὲν ᾖ τι τῶν πρόσθεν ὄφελος λόγων οἷς τὰς ὀρέξεις κηλοῦμεν[*](ἐκηλοῦμεν καὶ κατεπραῦνομεν R) καὶ καταπραΰνομεν, ἄλλο τι χρὴ παραινεῖν τῶν ἐφεξῆς· ἂν δʼ ὥσπερ ἐκ δεσμῶν λελυμένῃ[*](λελυμέναις) χαλεπὸν ᾖ χρῆσθαι καὶ φιλονεικεῖν πρὸς γαστέρα ὦτα μὴ ἔχουσαν, ὡς ἔλεγε Κάτων, διαμηχανητέον τῇ ποιότητι τῆς τροφῆς ἐλαφρότερον ποιεῖν τὸ πλῆθος. καὶ τὰ μὲν στερεὰ καὶ πολύτροφα τῶν σιτίων, οἷον τὰ
κρεώδη καὶ τυρώδη καὶ σύκων τὰ ξηρὰ καὶ ᾠῶν τὰ ἑφθά, προσφέρεσθαι πεφυλαγμένως ἁπτόμενον ἔργον γὰρ ἀεὶ παραιτεῖσθαι, τοῖς δὲ λεπτοῖς ἐμφύεσθαι καὶ κούφοις, οἷα τὰ πολλὰ τῶν λαχάνων καὶ τὰ πτηνὰ καὶ τῶν ἰχθύων οἱ μὴ πίονες. ἔστι γὰρ τὰ τοιαῦτα προσφερόμενον καὶ χαρίζεσθαι ταῖς ὀρέξεσι καὶ τὸ σῶμα μὴ πιέζειν. μάλιστα δὲ τὰς ἀπὸ κρεῶν φοβητέον ἀπεψίας· καὶ γὰρ εὐθὺς σφόδρα καὶ βαρύνουσι, καὶ λείψανον εἰσαῦθις πονηρὸν ἀπʼ αὐτῶν παραμένει. καὶ κράτιστον μὲν ἐθίσαι τὸ σῶμα μηδεμιᾶς προσδεῖσθαι σαρκοφαγίας· πολλὰ γὰρ οὐ μόνον πρὸς διατροφὴν ἄφθονα ἀλλὰ καὶ πρὸς εὐπάθειαν καὶ ἀπόλαυσιν ἀναδίδωσιν ἡ γῆ, τοῖς μὲν αὐτόθεν ἀπραγμόνως χρῆσθαι παρέχουσα, τὰ δὲ μιγνύμενα παντοδαπῶς καὶ σκευαζόμενα συνηδύνειν. ἐπεὶ δὲ τὸ ἔθος τρόπον τινὰ φύσις τοῦ παρὰ φύσιν γέγονεν, οὐ δεῖ χρῆσθαι κρεοφαγίᾳ πρὸς ἀποπλήρωσιν ὀρέξεως, ὥσπερ λύκους ἢ λέοντας, ἀλλʼ οἷον ὑπέρεισμα καὶ διάζωμα τῆς τροφῆς ἐμβαλλομένους ἑτέροις σιτίοις χρῆσθαι καὶ ὄψοις, ἃ καὶ τῷ σώματι μᾶλλόν ἐστι[*](Xylander: ἐστι καὶ ) κατὰ φύσιν, καὶ τῆς ψυχῆς ἧττον ἀμβλύνει τὸ λογικόν, ὥσπερ ἐκ λιτῆς καὶ ἐλαφρᾶς ὕλης ἀναπτόμενον.ΖΕΥΞΙΠΠΟΣ. τῶν δʼ ὑγρῶν γάλακτι μὲν οὐχ ὡς ποτῷ χρηστέον, ἀλλʼ ὡς σιτίῳ δύναμιν ἐμβριθῆ καὶ πολύτροφον ἔχοντι. πρὸς δὲ τὸν οἶνον ἅπερ Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 525) πρὸς τὴν Ἀφροδίτην διαλεκτέον[*](λεκτέον R)
καὶ γὰρ ποτῶν ὠφελιμώτατόν ἐστι καὶ φαρμάκων ἥδιστον καὶ ὄψων ἀσικχότατον, ἂν τύχῃ τῆς πρὸς τὸν καιρὸν εὐκρασίας μᾶλλον ἢ τῆς πρὸς τὸ ὕδωρ. ὕδωρ δʼ οὐ μόνον τὸ μιγνύμενον πρὸς οἶνον, ἀλλὰ καὶ τὸ καθʼ ἑαυτὸ τοῦ κεκραμένου μεταξὺ πινόμενον ἀβλαβέστερον ποιεῖ τὸ κεκραμένον. ἐθιστέον οὖν παρὰ τὴν καθʼ ἡμέραν δίαιταν ὕδατος προσφέρεσθαι καὶ δύο καὶ τρία ποτήρια, τήν τε δύναμιν τοῦ οἴνου ποιοῦντα μαλακωτέραν καὶ τοῦ σώματος συνήθη τὴν ὑδροποσίαν, ὅπως, ὅταν ἐν χρείᾳ γένηται, μὴ ξενοπαθῇ μηδʼ ἀπαναίνηται. συμβαίνει γὰρ ἐνίους φέρεσθαι μάλιστα πρὸς τὸν οἶνον ὅταν μάλιστα χρείαν ὑδροποσίας ἔχωσι. καὶ γὰρ ἡλιωθέντες καὶ ῥιγώσαντες πάλιν καὶ σφοδρότερον εἰπόντες καὶ συντονώτερον φροντίσαντες καὶ ὅλως μετὰ τοὺς κόπους καὶ τοὺς ἀγῶνας οἴονται ποτέον εἶναι τὸν οἶνον ὡς καὶ τῆς φύσεως ἀπαιτούσης εὐπάθειάν τινα τῷ σώματι καὶ μεταβολὴν ἐκ τῶν πόνων. ἡ δὲ φύσις εὐπάθειαν μέν, εἴ τις εὐπάθειαν καλεῖ τὴν ἡδυπάθειαν, οὐκ ἀπαιτεῖ, μεταβολὴν δʼ ἀπαιτεῖ τὴν εἰς τὸ μέσον ἡδονῆς καὶ πόνου καθιστᾶσαν. διὸ καὶ τροφῆς ὑφαιρετέον ἐν τούτοις, καὶ τὸν οἶνον ἢ παντελῶς ἀφαιρετέον ἢ προσοιστέον πολλῇ κατακεραννύμενον διὰ μέσου καὶ κατακλυζόμενον ὑδροποσίᾳ. πλήκτης γὰρ ὢν καὶ ὀξὺς ἐπιτείνει τὰς τοῦ σώματος ταραχάς, καὶ τραχύτερα ποιεῖ καὶ παροξύνει τὰ πεπληγμένα, παρηγορίας δεόμενα καὶ λειότητος, ἃς[*](ἃς R:οἷς ) μάλιστα τὸ ὕδωρ ἐνδίδωσι. καὶ γὰρ ἂν οὐ διψῶντες, ἄλλως 1 δὲ θερμὸν ὕδωρ πίωμεν μετὰ τοὺς κόπους καὶ τὰς διατάσεις καὶ τὰ καύματα, χαλάσματος καὶ μαλακότητος; αἰσθανόμεθα περὶ τὰ ἐντός· ἤπιος γὰρ ἡ τοῦ ὕδατος ὑγρότης καὶ ἄσφυκτος, ἡ δὲ τοῦ οἴνου φορὰν ἔχει πολλὴν καὶ δύναμιν οὐκ εὐμενῆ τοῖς προσφάτοις πάθεσιν οὐδὲ φιλάνθρωπον. καὶ γὰρ ἃς λέγουσιν ἔνιοι τῷ σώματι τὴν ἀσιτίαν δριμύτητας ἐγγεννᾶν καὶ πικρότητας εἴ τις δέδιεν ἢ καθάπερ οἱ παῖδες δεινὸν ἡγεῖται πρὸ τοῦ πυρέττειν μὴ παρατίθεσθαι τράπεζαν ἐν ὑποψίᾳ γεγονώς, εὐάρμοστον ἡ ὑδροποσία μεθόριον. καὶ γὰρ αὐτῷ τῷ Διονύσῳ πολλάκις νηφάλια θύομεν, ἐθιζόμενοι καλῶς μὴ ζητεῖν ἀεὶ τὸν ἄκρατον. ὁ δὲ Μίνως καὶ τὸν αὐλὸν ἀφεῖλε τῆς θυσίας καὶ τὸν στέφανον ὑπὸ λύπης. καίτοι λυπουμένην ψυχὴν ἴσμεν οὔθʼ ὑπὸ στεφάνων οὔθʼ ὑπʼ αὐλῶν παθοῦσαν· σῶμα δʼ οὐδὲν οὕτως ἰσχυρόν ἐστιν, ᾧ τεταραγμένῳ καὶ φλεγμαίνοντι προσπεσὼν οἶνος οὐκ ἠδίκησε.
- εἴης μοι, μέτριον δέ πως[*](δέ πως] δὲ πῶμʼ?)
- εἴης, μηδʼ ἀπολείποις
ΖΕΥΞΙΠΠΟΣ. τοὺς μὲν οὖν Λυδοὺς ἐν τῷ λιμῷ λέγουσι διαγαγεῖν παρʼ ἡμέραν τρεφομένους, εἶτα παίζοντας καὶ κυβεύοντας· φιλόλογον δʼ ἄνδρα καὶ φιλόμουσον ἐν καιρῷ δεομένῳ[*](δεομένῳ Meziriacus: δεόμενον ) βραδυτέρου δείπνου διάγραμμα παρακείμενον ἤ τι βιβλίδιον ἢ λύριον οὐ προΐενται τῇ γαστρὶ λεηλατούμενον, ἀλλʼ ἀποστρέφων συνεχῶς καὶ μεταφέρων ἐπὶ ταῦτα τὴν διάνοιαν ἀπὸ τῆς τραπέζης ὥσπερ Ἁρπυίας τὰς ὀρέξεις διασοβήσει
ταῖς Μούσαις. οὐ γὰρ ὁ μὲν Σκύθης, ὅταν πίνῃ, πολλάκις ἐφάπτεται τοῦ τόξου καὶ παραψάλλει τὴν νευράν, ἐκλυόμενον ὑπὸ τῆς μέθης ἀνακαλούμενος τὸν θυμόν, Ἕλλην δʼ ἀνὴρ φοβήσεται τοὺς καταγελῶντας αὐτοῦ, γράμμασι καὶ βιβλίοις ἀγνώμονα καὶ δυσπαραίτητον ἐπιθυμίαν ἀνιέντος ἀτρέμα καὶ χαλῶντος. τῶν μὲν γὰρ παρὰ τῷ Μενάνδρῳ νεανίσκων ὑπὸ τοῦ πορνοβοσκοῦ παρὰ πότον ἐπιβουλευομένων καλὰς καὶ πολυτελεῖς εἰσάγοντος ἑταίρας ἕκαστος, ὥς φησι., φυλαττόμενος καὶ φοβούμενος ἐμβλέπειν οἱ δὲ φιλόλογοι πολλὰς καὶ καλὰς καὶ ἡδείας ἀπόψεις καὶ ἀποστροφὰς ἔχουσιν, ἄνπερ ἄλλως μὴ δύνωνται τὸ κυνικὸν καὶ θηριῶδες τῶν ὀρέξεων κατέχειν παρακειμένης τραπέζης. ἀλειπτῶν δὲ φωνὰς καὶ παιδοτριβῶν λόγους ἑκάστοτε λεγόντων ὡς τὸ παρὰ δεῖπνον φιλολογεῖν τὴν τροφὴν διαφθείρει καὶ βαρύνει τὴν κεφαλὴν τότε φοβητέον, ὅταν τὸν Ἰνδὸν ἀναλύειν ἢ διαλέγεσθαι περὶ τοῦ Κυριεύοντος ἐν δείπνῳ μέλλωμεν. τὸν μὲν γὰρ ἐγκέφαλον τοῦ φοίνικος, γλυκὺν ὄντα τῶν σφόδρα κεφαλαλγῶν[*](τῶν σφόδρα κεφαλαλγῶν scripsi: σφόδρα κεφαλαλγὸν ) λέγουσιν εἶναι· διαλεκτικὴ δὲ τρωγάλιον[*](τρωγάλιον] Bergk. 1 p. 423) ἐπὶ δείπνῳ γλυκὺ μὲν οὐδαμῶς κεφαλαλγὲς δὲ καὶ κοπῶδες ἰσχυρῶς ἐστιν. ἂν δʼ ἡμᾶς μὴ ἄλλο τι ζητεῖν ἢ φιλοσοφεῖν ἢ ἀναγιγνώσκειν παρὰ δεῖπνον ἐῶσι τῶν ἐν τῷ καλῷ καὶ ὠφελίμῳ τὸ ἐπαγωγὸν ὑφʼ ἡδονῆς καὶ γλυκὺ μόριον ἐχόντων, κελεύσομεν αὐτοὺς μὴ ἐνοχλεῖν, ἀλλʼ ἀπιόντας ἐν τῷ ξυστῷ ταῦτα καὶ ταῖς παλαίστραις διαλέγεσθαι τοῖς ἀθληταῖς, οὓς τῶν βιβλίων ἐξελόντες ἀεὶ διημερεύειν ἐν σκώμμασι καὶ βωμολοχίαις ἐθίζοντες, ὡς ὁ κομψὸς Ἀρίστων ἔλεγε, τοῖς ἐν γυμνασίῳ κίοσιν ὁμοίως λιπαροὺς πεποιήκασι καὶ λιθίνους. αὐτοὶ δὲ πειθόμενοι τοῖς ἰατροῖς παραινοῦσιν ἀεὶ τοῦ δείπνου καὶ τοῦ ὕπνου λαμβάνειν μεθόριον καὶ μὴ συμφορήσαντας εἰς τὸ σῶμα τὰ σιτία καὶ τὸ πνεῦμα καταθλίψαντας εὐθὺς[*](εὐθὺς Xylander: μὴ εὐθὺς ) ὠμῇ καὶ ζεούσῃ τῇ τροφῇ βαρύνειν τὴν πέψιν ἀλλʼ ἀναπνοὴν καὶ χάλασμα παρέχειν,[*](παρέχειν Benselerus: ἔχειν ) ὥσπερ οἱ τὰ σώματα κινεῖν μετὰ δεῖπνον ἀξιοῦντες οὐ δρόμοις οὐδὲ παγκρατίοις τοῦτο ποιοῦσιν ἀλλὰ βληχροῖς[*](ἀλλὰ βληχροῖς L. Dindorfius: ἀλλʼ ἀβληχροῖς ) περιπάτοις καὶ χορείαις ἐμμελέσιν, οὕτω καὶ[*](οὕτω καὶ R: οὑτως ) ἡμεῖς οἰησόμεθα δεῖν τὰς ψυχὰς διαφέρειν μετὰ τὸ δεῖπνον μήτε πράγμασι μήτε φροντίσι μήτε σοφιστικοῖς ἀγῶσι πρὸς ἅμιλλαν ἐπιδεικτικὴν ἢ νικητικὴν περαινομένοις. ἀλλὰ πολλὰ μέν ἐστι τῶν φυσικῶν προβλημάτων ἐλαφρὰ καὶ πιθανά, πολλὰ δʼ ἠθικὰς[*](ἠθικὰς Duebnerus: ἤθη καὶ ) σκέψεις ἔχοντα καὶ τοῦτο[*](καὶ τοῦτο scripsi: τοῦτο ) δὴ τὸ μενοεικές, ὡς Ὅμηρος ἔφη, καὶ μὴ ἀντίτυπον. τὰς δʼ ἐν[*](τὰς δʼ ἐν R: ταῖς δὲ ) ἱστορικαῖς καὶ ποιητικαῖς ζητήσεσι διατριβὰς οὐκ ἀηδῶς ἔνιοι δευτέρας τραπέζας ἀνδράσι φιλολόγοις καὶ φιλομούσοις προσεῖπον. εἰσὶ δὲ καὶ διηγήσεις ἄλυποι καὶ μυθολογίαι, καὶ τὸ περὶ αὐλοῦ τι καὶ λύρας ἀκοῦσαι καὶ εἰπεῖν ἐλαφρότερον ἢ λύρας αὐτῆς φθεγγομένης ἀκούειν καὶ αὐλοῦ. μέτρον δὲ τοῦ καιροῦ τὸ τῆς τροφῆς καθισταμένης ἀτρέμα καὶ συμπνεούσης τὴν πέψιν ἐγκρατῆ γενέσθαι καὶ ὑπερδέξιον.