De tuenda sanitate praecepta
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.
ΖΕΥΞΙΠΠΟΣ. διὸ τῶν πραγμάτων διδόντων ἀναληπτέον ἑαυτοὺς μήθʼ ὕπνου φθονοῦντας τῷ σώματι μήτʼ ἀρίστου μήτε ῥᾳστώνης τὸν[*](τὸν Salmasius: τὸ ) μέσον ἡδυπαθείας καὶ κακοπαθείας[*](κακοπαθείας idem: κακοπαθείας μήτε ) φυλαττούσης[*](φυλάττοντας W) ὅρον, οἷον[*](οἷον] ὃν Salmasius) οἱ πολλοὶ μὴ[*](πολλοὶ μὴ idem: πολλοὶ ) φυλάττοντες ἐπιτρίβουσι τὸ σῶμα ταῖς μεταβολαῖς ὥσπερ τὸν βαπτόμενον σίδηρον, ὅταν ἐνταθῇ καὶ πιεσθῇ σφόδρα τοῖς πόνοις, αὖθις ἐν ἡδοναῖς τηκόμενον ἀμέτρως καὶ λειβόμενον,[*](λειβόμενον W: θλιβόμενον ) εἶτα πάλιν ἐξ ἀφροδισίων καὶ οἴνου διάλυτον καὶ μαλακὸν εἰς ἀγορὰν ἢ αὐλὴν ἤ τινα πραγματείαν διαπύρου καὶ συντόνου δεομένην σπουδῆς ἐλαυνόμενον. Ἡράκλειτος μὲν γὰρ ὑδρωπιάσας ἐκέλευσεν αὐχμὸν ἐξ ἐπομβρίας ποιῆσαι τὸν ἰατρόν· οἱ δὲ πολλοὶ τοῦ παντὸς ἁμαρτάνουσιν, ὅταν ἐν κόποις καὶ πόνοις καὶ ἐνδείαις γένωνται, μάλιστα ταῖς ἡδοναῖς ἐξυγραίνειν καὶ ἀνατήκειν τὰ σώματα παραδιδόντες, αὖθις δὲ μετὰ τὰς ἡδονὰς οἷον ἐπιστρέφοντες καὶ κατατείνοντες. ἡ γὰρ φύσις οὐ ζητεῖ τοιαύτην ἀνταπόδοσιν τοῦ σώματος. ἀλλὰ τῆς ψυχῆς τὸ
ἀκόλαστον καὶ ἀνελεύθερον ἐκ τῶν ἐπιπόνων ὥσπερ οἱ ναῦται πρὸς ἡδονὰς καὶ ἀπολαύσεις ὕβρει φερόμενον καὶ μετὰ τὰς ἡδονὰς πάλιν ἐπʼ ἐργασίας καὶ πορισμοὺς ὠθούμενον οὐκ ἐᾷ λαβεῖν τὴν φύσιν ἧς μάλιστα δεῖται καταστάσεως καὶ γαλήνης, ἀλλʼ ἐξίστησι καὶ ταράττει διὰ τὴν ἀνωμαλίαν. οἱ δὲ νοῦν ἔχοντες ἥκιστα μὲν ἡδονὰς πονοῦντι τῷ σώματι προσφέρουσιν οὐ γὰρ δέονται τὸ παράπαν οὐδὲ μέμνηνται τῶν τοιούτων πρὸς τῷ καλῷ τῆς πράξεως τὴν διάνοιαν ἔχοντες, καὶ τῷ χαίροντι τῆς· ψυχῆς ἢ σπουδάζοντι τὰς ἄλλας ἐξαμαυροῦντες ἐπιθυμίας.[*](τὰς ἄλλας - ἐπιθυμίας Xylander: ταῖς ἄλλαις - ἐπιθυμίαις ) ὅπερ γάρ φασιν εἰπεῖν τὸν Ἐπαμεινώνδαν μετὰ παιδιᾶς, ἀνδρὸς ἀγαθοῦ περὶ τὰ Λευκτρικὰ νόσῳ τελευτήσαντος, ὦ Ἡράκλεις, πῶς ἐσχόλασεν ἁνὴρ ἀποθανεῖν ἐν τοσούτοις πράγμασι, τοῦτʼ ἀληθῶς ἔστιν εἰπεῖν ἐπʼ ἀνδρὸς ἢ πολιτικὴν πρᾶξιν ἢ φιλόσοφον φροντίδα διὰ χειρὸς ἔχοντος, τίς δὲ σχολὴ τῷ ἀνδρὶ τούτῳ νῦν ἀπεπτεῖν ἢ μεθύειν ἢ λαγνεύειν; γενόμενοι δὲ πάλιν ἀπὸ τῶν πράξεων ἐν ἡσυχίᾳ κατατίθενται τὸ σῶμα καὶ διαναπαύουσι, τῶν τε πόνων τοὺς ἀχρήστους καὶ μᾶλλον ἔτι τῶν ἡδονῶν τὰς οὐκ ἀναγκαίας ὡς τῇ φύσει πολεμίας φυλαττόμενοι καὶ φεύγοντες.ΖΕΥΞΙΠΠΟΣ. ἤκουσα[*](ἤκουσα W: ἤκουσα τοίνυν ) Τιβέριόν ποτε Καίσαρα εἰπεῖν ὡς ἀνὴρ ὑπὲρ ἑξήκοντα γεγονὼς ἔτη καὶ προτείνων ἰατρῷ χεῖρα καταγέλαστός ἐστιν. ἐμοὶ δὲ τοῦτο μὲν εἰρῆσθαι δοκεῖ σοβαρώτερον, ἐκεῖνο δʼ ἀληθὲς εἶναι,
τὸ δεῖν ἕκαστον αὑτοῦ μήτε σφυγμῶν ἰδιότητος ἄπειρον[*](ἄπειρον εἶναι Benselerus: εἶναι ἄπειρον ) εἶναι πολλαὶ γὰρ αἱ καθʼ ἕκαστον διαφοραί μήτε κρᾶσιν ἀγνοεῖν ἣν ἔχει τὸ σῶμα θερμότητος καὶ ξηρότητος, μήθʼ οἷς ὠφελεῖσθαι χρώμενον ἢ βλάπτεσθαι πέφυκεν. αὑτοῦ γὰρ ἀναίσθητός ἐστιν καὶ τυφλὸς ἐνοικεῖ τῷ σώματι καὶ κωφὸς ὁ ταῦτα μανθάνων παρʼ ἑτέρου καὶ πυνθανόμενος τοῦ ἰατροῦ πότερον μᾶλλον θέρους ἢ χειμῶνος ὑγιαίνει, καὶ πότερον τὰ ὑγρὰ ῥᾷον ἢ τὰ ξηρὰ προσδέχεται, καὶ πότερον φύσει πυκνὸν ἔχει τὸν σφυγμὸν ἢ μανόν· καὶ γὰρ ὠφέλιμον εἰδέναι τὰ τοιαῦτα καὶ ῥᾴδιον, ἀεί γε δὴ πειρωμένους καὶ συνόντας. βρωμάτων δὲ καὶ πωμάτων τὰ χρήσιμα μᾶλλον ἢ τὰ ἡδέα γιγνώσκειν προσήκει, καὶ μᾶλλον ἔμπειρον εἶναι τῶν εὐστομάχων ἢ τῶν εὐστόμων, καὶ τῶν τὴν πέψιν μὴ ταραττόντων ἢ τῶν τὴν γεῦσιν σφόδρα γαργαλιζόντων. τὸ γὰρ παρʼ ἰατροῦ πυνθάνεσθαι τί δύσπεπτον ἢ εὔπεπτον αὐτῷ καὶ τί δυσκοίλιον ἢ εὐκοίλιον οὐχ ἧττον αἰσχρόν ἐστιν ἢ τὸ πυνθάνεσθαι τί γλυκὺ καὶ τί πικρὸν καὶ αὐστηρόν. νῦν δὲ τοὺς μὲν ὀψοποιοὺς ἐπανορθοῦσιν, ἐμπείρως διαισθανόμενοι ποῦ πλέον τὸ γλυκὺ τοῦ προσήκοντος ἢ τὸ ἁλμυρὸν ἢ τὸ αὐστηρὸν ἔνεστιν· αὐτοὶ δʼ ἀγνοοῦσι τί τῷ σώματι μιχθὲν ἐλαφρὸν καὶ ἄλυπον ἔσται καὶ χρήσιμον. ὅθεν ζωμοῦ μὲν ἄρτυσις οὐ πολλάκις ἁμαρτάνεται παρʼ αὐτοῖς, αὑτοὺς δὲ φαύλως ὁμοῦ καὶ κακῶς ἀρτύοντες ὁσημέραι πολλὰ παρέχουσι πράγματα τοῖς ἰατροῖς. ζωμὸν μὲν γὰρ οὐκ ἄριστον ἡγοῦνται τὸν γλυκύτατον, ἀλλὰ καὶ πικρὰ καὶ δριμέα συμμιγνύουσιν εἰς δὲ τὸ σῶμα πολλὰς καὶ κατακόρους ἐμβάλλουσιν ἡδονάς, τὰ μὲν ἀγνοοῦντες τὰ δʼ οὐ μνημονεύοντες ὅτι τοῖς ὑγιεινοῖς καὶ ὠφελίμοις ἡ φύσις ἡδονὴν ἄλυπον καὶ ἀμεταμέλητον προστίθησιν. ἀλλὰ καὶ ταῦτα δεῖ μνημονεύειν, τὰ σύμφυλα καὶ πρόσφορα τῷ σώματι, καὶ τοὐναντίον ἐν ταῖς καθʼ ὥραν μεταβολαῖς καὶ ταῖς, ἄλλαις περιστάσεσιν, εἰδότας οἰκείως προσαρμόττειν ἑκάστῳ τὴν δίαιταν.ΖΕΥΞΙΠΠΟΣ. ὅσα μὲν γὰρ μικρολογίας καὶ ἀνελευθερίας προσκρούματα λαμβάνουσιν οἱ πολλοὶ περί τε συγκομιδὰς καρπῶν καὶ τηρήσεις ἐπιπόνους, ἀγρυπνίαις καὶ περιδρομαῖς ἐξελέγχοντες τὰ σαθρὰ καὶ ὕπουλα τοῦ σώματος, οὐκ ἄξιόν ἐστι δεδιέναι μὴ πάθωσιν ἄνδρες φιλόλογοι καὶ πολιτικοί, πρὸς οὓς ἐνέστηκεν ἡμῖν ὁ λόγος· ἀλλʼ ἑτέραν τινὰ φυλακτέον ἐστὶ τούτοις δριμυτέραν ἐν γράμμασι καὶ μαθήμασι μικρολογίαν, ὑφʼ ἧς ἀφειδεῖν καὶ ἀμελεῖν τοῦ σώματος ἀναγκάζονται, πολλάκις ἀπαγορεύοντος οὐκ ἐνδιδόντες ἀλλὰ προσβιαζόμενοι θνητὸν ἀθανάτῳ καὶ γηγενὲς Ὀλυμπίῳ συναμιλλᾶσθαι καὶ συνεξανύτειν. εἶθʼ ὡς ὁ βοῦς πρὸς τὴν ὁμόδουλον ἔλεγε κάμηλον, ἐπικουφίσαι τοῦ φορτίου μὴ βουλομένην, ἀλλὰ κἀμὲ καὶ ταῦτα πάντα μετὰ μικρὸν οἴσεις , ὃ καὶ συνέβη τελευτήσαντος αὐτοῦ, οὕτω συμβαίνει τῇ ψυχῇ· μικρὰ χαλάσαι καὶ παρεῖναι μὴ βουλομένη πονοῦντι καὶ δεομένῳ, μετʼ ὀλίγον πυρετοῦ τινος ἢ σκοτώματος ἐμπεσόντος ἀφεῖσα τὰ βιβλία καὶ τοὺς
λόγους καὶ τὰς διατριβὰς ἀναγκάζεται συννοσεῖν ἐκείνῳ καὶ συγκάμνειν. ὀρθῶς οὖν ὁ Πλάτων[*](Πλάτων] Tim. p. 88 b Phaedr. p. 246 b) παρῄνεσε μήτε σῶμα κινεῖν ἄνευ ψυχῆς μήτε ψυχὴν ἄνευ σώματος, ἀλλʼ οἷόν τινα ξυνωρίδος ἰσορροπίαν διαφυλάττειν , ὅτι[*](ὅτι R: ὅτε ) μάλιστα τῇ ψυχῇ συνεργεῖ τὸ σῶμα καὶ συγκάμνει, πλείστην ἐπιμέλειαν αὐτῷ καὶ θεραπείαν ἀποδιδόντας καὶ τὴν καλὴν καὶ ἐράσμιον ὑγίειαν[*](ὑγίειαν idem: ὑγίειαν ἀποδιδοντας ) ὧν δίδωσιν ἀγαθῶν κάλλιστον ἡγουμένους διδόναι τὸ πρὸς κτῆσιν ἀρετῆς καὶ χρῆσιν ἔν τε λόγοις καὶ πράξεσιν ἀκώλυτον αὐτῶν.