De tuenda sanitate praecepta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Bernardakis, Gregorius N., editor; Leipzig: Teubner, 1888.

ΖΕΥΞΙΠΠΟΣ. ἐμέτους δὲ καὶ κοιλίας καθάρσεις ὑπὸ φαρμάκων, μιαρὰ παραμύθια πλησμονῆς, ἄνευ μεγάλης ἀνάγκης οὐ κινητέον, ὥσπερ οἱ πολλοὶ κενώσεως ἕνεκα πληροῦντες τὸ σῶμα καὶ πάλιν πληρώσεως[*](πληρώσεως ab ἕνεκα pendet) κενοῦντες παρὰ φύσιν, ταῖς πλησμοναῖς οὐχ ἧττον ἢ ταῖς ἐνδείαις ἀνιώμενοι, μᾶλλον δʼ ὅλως τὴν μὲν πλήρωσιν ὡς κώλυσιν ἀπολαύσεως βαρυνόμενοι, τὴν δʼ ἔνδειαν ὡς χώραν ἀεὶ ταῖς ἡδοναῖς

παρασκευάζοντες. τὸ γὰρ βλαβερὸν ἐν τούτοις προῦπτόν ἐστι· ταραχάς τε γὰρ ἀμφότερα τῷ σώματι παρέχεται καὶ σπαραγμούς. ἴδιον δὲ τῷ μὲν ἐμέτῳ κακὸν πρόσεστι τὸ τὴν ἀπληστίαν αὔξειν τε καὶ τρέφειν· γίγνονται γὰρ αἱ πεῖναι καθάπερ τὰ κοπτόμενα[*](ἀνακοπτόμενα Madvigius) ῥεῖθρα τραχεῖαι καὶ χαραδρώδεις, καὶ βίᾳ τὴν τροφὴν ἕλκουσιν ἀεὶ λυττῶσαι,[*](λυττῶσαι scripsi: λυττῶσαν ) οὐκ ὀρέξεσιν ἐοικυῖαι σιτίων δεομέναις ἀλλὰ φλεγμοναῖς φαρμάκων καὶ καταπλασμάτων. ὅθεν ἡδοναὶ μὲν ὀξεῖαι καὶ ἀτελεῖς καὶ πολὺν ἔχουσαι σφυγμὸν καὶ οἶστρον ἐν ταῖς ἀπολαύσεσι λαμβάνουσιν αὐτούς, διατάσεις δὲ καὶ πληγαὶ πόρων καὶ πνευμάτων ἐναπολήψεις διαδέχονται, μὴ περιμένουσαι τὰς κατὰ φύσιν ἐξαγωγάς, ἀλλʼ ἐπιπολάζουσαι τοῖς σώμασιν ὥσπερ ὑπεράντλοις σκάφεσι, φορτίων ἐκβολῆς οὐ περιττωμάτων δεομένοις. αἱ δὲ περὶ τὴν κάτω κοιλίαν ἐκταράξεις διὰ φαρμακείας φθείρουσαι καὶ τήκουσαι τὰ ὑποκείμενα πλείονα ποιοῦσι περίττωσιν ἢ ἐξάγουσιν. ὥσπερ οὖν, εἴ τις Ἑλλήνων ὄχλον ἐν πόλει βαρυνόμενος σύνοικον, Ἀράβων ἐμπλήσειε καὶ Σκυθῶν τὴν πόλιν ἐπηλύδων, οὕτως ἔνιοι τοῦ παντὸς διαμαρτάνουσιν ἐπʼ ἐκβολῇ περιττωμάτων συνήθων καὶ συντρόφων ἐμβάλλοντες ἔξωθεν εἰς τὸ σῶμα κόκκους τινὰς Κνιδίους καὶ σκαμωνίαν καὶ δυνάμεις ἄλλας ἀσυγκράτους[*](ἀσυγκράτους Meziriacus: ἀσυγκρίτους ) καὶ ἀγρίας καὶ καθαρμοῦ δεομένας μᾶλλον ἢ καθῆραι τὴν φύσιν δυναμένας. ἄριστον μὲν οὖν τὸ μετρίᾳ διαίτῃ καὶ σώφρονι τὸ σῶμα ποιεῖν περὶ
τε πληρώσεις καὶ κενώσεις αὐτοτελὲς ἀεὶ καὶ σύμμετρον· εἰ δʼ ἀνάγκη ποτὲ καταλάβοι, τοὺς μὲν ἐμέτους ποιητέον ἄνευ φαρμακείας καὶ περιεργίας, μηδὲν ἐκταράττοντας ἀλλʼ ὅσον ἀπεψίαν διαφυγεῖν αὐτόθεν ἀφιέντας ἀπραγμόνως τῷ πλεονάζοντι τὴν ἀπέρασιν. ὡς γὰρ τὰ ὀθόνια ῥύμμασι καὶ χαλαστραίοις πλυνόμενα μᾶλλον ἐκτρίβεται[*](ἐκτρίβεται scripsi: ἐντρίβεται ) τῶν ὑδατοκλύστων, οὕτως οἱ μετὰ φαρμάκων ἔμετοι λυμαίνονται τῷ σώματι καὶ διαφθείρουσιν. ὑφισταμένης δὲ κοιλίας οὐδὲν φάρμακον οἷα τῶν σιτίων ἔνια μαλακὰς ἐνδιδόντα προθυμίας καὶ διαλύοντα πράως, ὧν ἥ τε πεῖρα πᾶσι συνήθης καὶ ἡ χρῆσις ἄλυπος. ἂν δὲ τούτοις ἀπειθῇ, πλείονας ἡμέρας ὑδροποσίαν ἢ ἀσιτίαν ἢ κλυστῆρα προσδεκτέον μᾶλλον ἢ ταρακτικὰς καὶ φθαρτικὰς φαρμακείας, ἐφʼ ἃς οἱ πολλοὶ φέρονται προχείρως, καθάπερ ἀκόλαστοι γυναῖκες, ἐκβολίοις χρώμεναι καὶ φθορίοις ὑπὲρ τοῦ πάλιν πληροῦσθαι καὶ ἡδυπαθεῖν.

ΖΕΥΞΙΠΠΟΣ. ἀλλὰ τούτους μὲν ἐατέον· οἱ δʼ ἄγαν αὖ πάλιν ἀκριβεῖς καὶ τεταγμένας τινὰς ἐκ περιόδου κριτικὰς ἐμβάλλοντες ἀσιτίας οὐκ ὀρθῶς τὴν φύσιν μὴ δεομένην διδάσκουσι δεῖσθαι συστολῆς καὶ ποιεῖν ἀναγκαίαν τὴν οὐκ ἀναγκαίαν ὑφαίρεσιν ἐν καιρῷ ζητούμενον ἔθος ἀπαιτοῦντι.· βέλτιον γὰρ ἐλευθέροις τοῖς τοιούτοις χρῆσθαι κολασμοῖς εἰς τὸ σῶμα, μηδεμιᾶς[*](μηδεμιᾶς H: μηδεμιᾶς δὲ ) προαισθήσεως οὔσης μηδʼ ὑποψίας, καὶ τὴν ἄλλην δίαιταν, ὥσπερ εἴρηται, πρὸς τὸ

συντυγχάνον ἀεὶ ταῖς μεταβολαῖς ὑπήκοον ἔχειν, μὴ καταδεδουλωμένην μηδʼ ἐνδεδεμένην ἑνὶ σχήματι βίου πρός τινας καιροὺς ἢ ἀριθμοὺς ἢ περιόδους ἄγεσθαι μεμελετηκότος. οὐ γὰρ ἀσφαλὲς οὐδὲ ῥᾴδιον οὐδὲ πολιτικὸν οὐδʼ ἀνθρωπικὸν ἀλλʼ ὀστρέου τινὸς ζωῇ προσεοικὸς ἢ στελέχους τὸ ἀμετάστατον τοῦτο καὶ κατηναγκασμένον ἐν τροφαῖς καὶ ἀποχαῖς καὶ κινήσεσι καὶ ἡσυχίαις[*](post ἡσυχίαις signavit hiatum H) εἰς ἐπίσκιόν τινα βίον καὶ σχολαστὴν καὶ μονότροπόν τινα[*](μονότροπόν τινα] μονότροπον H) καὶ ἄφιλον καὶ ἄδοξον ἀπωτάτω πολιτείας καθίσασιν ἑαυτοὺς καὶ συστείλασιν οὐ κατά γε τὴν ἐμήν ἔφη γνώμην

ΖΕΥΞΙΠΠΟΣ. οὐ γὰρ ἀργίας ὤνιον ἡ ὑγίεια καὶ ἀπραξίας, ἅ γε δὴ μέγιστα κακῶν ταῖς νόσοις πρόσεστι, καὶ οὐδὲν διαφέρει τοῦ τὰ ὄμματα τῷ μὴ διαβλέπειν καὶ τὴν φωνὴν τῷ μὴ φθέγγεσθαι φυλάττοντος ὁ τὴν ὑγίειαν ἀχρηστίᾳ καὶ ἡσυχίᾳ σῴζειν οἰόμενος· πρὸς οὐδὲν γὰρ ἑαυτῷ χρήσαιτʼ ἄν τις ὑγιαίνοντι κρεῖττον[*](κρεῖττον ἢ Meziriacus: κερίττονι ὡς σὺ scripsi: καὶ οὐ ) ἢ πρὸς πολλὰς ὡς σὺ φιλανθρώπους πράξεις. ἥκιστα δὴ τὴν ἀργίαν ὑγιεινὸν ὑποληπτέον, εἰ τὸ τῆς ὑγιείας τέλος ἀπόλλυσι, καὶ οὐδʼ ἀληθές ἐστι τὸ μᾶλλον ὑγιαίνειν τοὺς ἡσυχίαν ἄγοντας· οὔτε γὰρ Ξενοκράτης μᾶλλον διυγίαινε Φωκίωνος οὔτε Δημητρίου Θεόφραστος, Ἐπίκουρόν τε καὶ τοὺς περὶ Ἐπίκουρον οὐδὲν ὤνησε πρὸς τὴν ὑμνουμένην σαρκὸς εὐστάθειαν ἡ πάσης φιλοτιμίαν ἐχούσης πράξεως ἀπόδρασις. ἀλλὰ καὶ ἑτέραις ἐπιμελείαις

διασωστέον ἐστὶ τῷ σώματι τὴν κατὰ φύσιν ἕξιν, ὡς παντὸς βίου καὶ νόσον δεχομένου καὶ ὑγίειαν. οὐ μὴν ἀλλὰ καὶ τοῖς πολιτικοῖς ἔφη παραινετέον εἶναι τοὐναντίον οὗ Πλάτων[*](Πλάτων] Legg. p. 643 b) παρῄνει τοῖς νέοις. ἐκεῖνος μὲν γὰρ λέγειν ἐκ τῆς διατριβῆς ἀπαλλαττόμενος εἰώθει ἄγε, ὅπως εἰς καλόν τι καταθήσεσθε τὴν σχολήν, ὦ παῖδες· ἡμεῖς δʼ ἂν τοῖς πολιτευομένοις παραινέσαιμεν εἰς τὰ καλὰ χρῆσθαι τοῖς πόνοις καὶ ἀναγκαῖα, μὴ μικρῶν ἕνεκα μηδὲ φαύλων τὸ σῶμα παρατείνοντας, ὥσπερ οἱ πολλοὶ κακοπαθοῦσιν ἐπὶ τοῖς τυχοῦσιν, ἀποκναίοντες ἑαυτοὺς ἀγρυπνίαις καὶ πλάναις καὶ περιδρομαῖς εἰς οὐδὲν χρηστὸν οὐδʼ ἀστεῖον, ἀλλʼ ἐπηρεάζοντες ἑτέροις ἢ φθονοῦντες ἢ φιλονεικοῦντες ἢ δόξας ἀκάρπους καὶ κενὰς διώκοντες. πρὸς τούτους γὰρ οἶμαι μάλιστα τὸν Δημόκριτον[*](Δημόκριτον] Mullach. 1 p. 342) εἰπεῖν ὡς εἰ τὸ σῶμα δικάσαιτο τῇ ψυχῇ κακώσεως, οὐκ ἂν αὐτὴν ἀποφυγεῖν. ἴσως μὲν γάρ τι[*](τι] τοι R) καὶ Θεόφραστος ἀληθὲς εἶπεν, εἰπὼν ἐν μεταφορᾷ πολὺ τῷ σώματι τελεῖν ἐνοίκιον τὴν ψυχήν. πλείονα μέντοι τὸ σῶμα τῆς ψυχῆς ἀπολαύει κακὰ μὴ κατὰ λόγον αὐτῷ χρωμένης μηδʼ ὡς προσήκει θεραπευόμενον ὅταν γὰρ ἐν πάθεσιν ἰδίοις γένηται καὶ ἀγῶσι καὶ σπουδαῖς, ἀφειδεῖ τοῦ σώματος. ὁ μὲν οὖν Ἰάσων οὐκ οἶδʼ ὅ τι παθὼν τὰ μικρὰ δεῖν ἀδικεῖν ἔλεγεν ἕνεκεν τοῦ τὰ μεγάλα δικαιοπραγεῖν ἡμεῖς δʼ ἂν εὐλόγως τῷ πολιτικῷ παραινέσαιμεν τὰ μικρὰ ῥᾳθυμεῖν καὶ σχολάζειν καὶ
ἀναπαύειν αὑτὸν ἐν ἐκείνοις, εἰ βούλεται πρὸς τὰς καλὰς πράξεις καὶ μεγάλας μὴ διάπονον ἔχειν τὸ σῶμα μηδʼ ἀμβλὺ μηδʼ ἀπαγορεῦον ἀλλʼ ὥσπερ ἐν νεωλκίᾳ τῇ σχολῇ τεθεραπευμένον, ὅπως αὖθις ἐπὶ τὰς χρείας τῆς ψυχῆς ἀγούσης;
  1. ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχῃ
  2. [*](Bergk. 2 p. 445)