Consolatio ad Apollonium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν ὁ ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί
ὁ δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν ἀνοίξασαν ἀποφαίνει σκεδάσαι τὸ πλῆθος ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν, λέγων ὧδε
- ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα
- δʼ ἔμπης
- ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ
- οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.[*](Homer. Ω 522)
- ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
- ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσί.
- δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
- δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων.
- ᾧ μὲν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
- ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δʼ
- ἐσθλῷ·
- ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε
- καὶ ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
- φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
- ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα[*](Hesiod. OD 94)
- ἐσκέδασʼ ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά.
- μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
- ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
- ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο.
- ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται.
- πλείη μὲν γὰρ γαῖα κακῶν,
- πλείη; δὲ θάλασσα.
- νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ αἱ δʼ ἐπὶ νυκτὶ
- αὐτόματοι φοιτῶσι, κακὰ θνητοῖσι φέρουσαι
- σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.