Consolatio ad Apollonium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς. χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρός ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως μεθισταμένοις πρὸς τοὐναντίον. ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθʼ ἁπλῶς; τὰ κατὰ τὸν βίον, ἅπερ
τὸ παράπαν ἀλλὰ
- οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι
[*](Homer. M 326)
ὥς φησι Πίνδαρος. ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου[*](Εὐριπίδου] Phoen. 558)
- Ταρτάρου πυθμὴν πιέζει σʼ ἀφανοῦς σφυρηλάτοις
[*](Bergk. 1 p. 450)- ἀνάγκαις
καὶ ὅτι
- ὁ δʼ ὄλβος οὐ βέβαιος ἀλλʼ ἐφήμερος
τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτόν, βέλτιον δʼ ἄν ἔχου ἦν,[*](ἔχον ἦν H: εἶχεν ὄν ) εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου
- μίκρʼ ἄττα[*](μίκρʼ ἄττα τὰscripsi:μικρότατα (ὡς μικρὰ τὰ Stobaeus Flor. CV 1. Nauck. p. 388)) τὰ σφάλλοντα, καὶ μίʼ ἡμέρα
- τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δʼ ἦρʼ ἄνω
ὁ δὲ Πίνδαρος[*](Πίνδαρος] Pyth. VIII 135) ἐν ἄλλοις
- κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς
[*](Nauck. p. 387)- γένει βροτῶν τε. τοῖς μὲν αὔξεται βίος,
- τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν.
ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε. τί γὰρ σκιᾶς ἀσθενέστερον; τὸ δὲ ταύτης ὄναρ οὐδʼ ἂν ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. τούτοις δʼ ἑπόμενος καὶ ὁ Κράντωρ[*](Κράντωρ] Mullach. 3 p. 157) παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησὶ ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται. ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γʼ ἡμῶν εἰς τοῦτʼ ἀφῖκται διαφθορᾶς. ἥ τʼ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτʼ ἀπʼ ἀρχῆς ἠκολούθηκεν οὐδʼ ἐφʼ ἑνὶ ὑγιεῖ, φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα· τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι δὲ[*](δὲ H: τε ) καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει. τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο; ἵνʼ εἰδείημεν ὅτι καινὸν ἀτυχεῖν οὐδὲν[*](οὐδὲν ἀτυχεῖν R) ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν. ἄσκοπος γὰρ ἡ τύχη φησὶν ὁ Θεόφραστος καὶ δεινὴ παρελέσθαι τὰ προπεπονημένα καὶ μεταρρῖψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐδένα καιρὸν ἔχουσα τακτόν ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθʼ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι παλαιῶν καὶ σοφῶν ἀνδρῶν· ὧν πρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών
- τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ
- ἄνθρωπος
καὶ
- οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
- οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
- ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ
- ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,[*](τελέσωσι H ex Homer. ς 133)
- καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ
καὶ ἐν ἄλλοις
- τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
[*](Hom. ς 136)- οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε
ταύτῃ δʼ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω
- Τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;
[*](id. Z 145)- οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.
- φύλλα τὰ μὲν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ
- θʼ ὕλη
- τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη
- ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δʼ ἀπολήγει
Σιμωνίδης δʼ ὁ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαί τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός ἐστι· Φίλιππος δʼ ὁ τῶν Μακεδόνων βασιλεὺς τριῶν αὐτῷ προσαγγελθέντων εὐτυχημάτων ὑφʼ καιρόν, πρώτου μὲν ὅτι τεθρίππῳ νενίκηκεν Ὀλύμπια, δευτέρου δʼ ὅτι Παρμενίων ὁ στρατηγὸς μάχῃ Δαρδανεῖς ἐνίκησε, τρίτου δʼ ὅτι ἄρρεν αὐτῷ παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ὦ δαῖμον εἶπε, μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα, εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη. Θηραμένης δʼ ὁ γενόμενος Ἀθήνησι τῶν τριάκοντα τυράννων, συμπεσούσης τῆς οἰκίας ἐν μετὰ πλειόνων ἐδείπνει, μόνος σωθεὶς καὶ πρὸς πάντων εὐδαιμονιζόμενος, ἀναφωνήσας μεγάλῃ τῇ φωνῇ ὦ τύχη εἶπεν, εἰς τίνα με καιρὸν ἄρα φυλάττεις; μετʼ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν.