Consolatio ad Apollonium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.
τίς γὰρ οἶδεν, εἰ ὁ θεὸς πατρικῶς κηδόμενος τοῦ ἀνθρωπείου γένους καὶ προορώμενος τὰ μέλλοντα συμβήσεσθαι προεξάγει τινὰς ἐκ τοῦ ζῆν ἀώρους; ὅθεν οὐδὲν φευκτὸν[*](φευκτὸν] ἀπευκτὸν H) νομιστέον αὐτοὺς πάσχειν
οὔτε τῶν κατὰ προηγούμενον λόγον συμβαινόντων οὔτε τῶν κατʼ ἐπακολούθησιν) καὶ ὅτι οἱ πλεῖστοι θάνατοι πρὸ ἄλλων δυσχερῶν μειζόνων γίγνονται, καὶ ὅτι τοῖς μὲν οὐδὲ γενέσθαι συνέφερε, τοῖς δʼ ἅμα τῷ γενέσθαι ἀποθανεῖν, τοῖς δὲ προελθοῦσιν ἐπὶ μικρὸν τοῖς δʼ ἀκμάζουσι. πρὸς πάντας δὴ τούτους τοὺς θανάτους ἐλαφρῶς ἑκτέον, εἰδότας ὅτι τὴν μοῖραν οὐκ ἔστιν ἐκφυγεῖν πεπαιδευμένων δʼ ἐστὶν ἀνθρώπων προσειληφέναι ὅτι βραχὺν χρόνον προειλήφασιν ἡμᾶς οἱ δοκοῦντες ἄωροι τοῦ ζῆν ἐστερῆσθαι· καὶ γὰρ ὁ μακρότατος βίος ὀλίγος ἐστὶ καὶ στιγμαῖος πρὸς τὸν ἄπειρον αἰῶνα καὶ ὅτι πολλοὶ τῶν ἐπὶ πλέον πενθησάντων μετʼ οὐ πολὺ τοῖς ὑπʼ αὐτῶν κατοδυρθεῖσιν ἐπηκολούθησαν, οὐδὲν ἐκ τοῦ πένθους ὄφελος περιποιησάμενοι, μάτην δʼ ἑαυτοὺς , καταικισάμενοι ταῖς κακουχίαις. βραχυτάτου δὲ τοῦ τῆς ἐπιδημίας ὄντος ἐν τῷ βίῳ χρόνου, οὐκ ἐν ταῖς αὐχμηραῖς λύπαις οὐδʼ ἐν τῷ κακοδαιμονεστάτῳ πένθει διαφθείρειν ἑαυτοὺς δεῖ ταῖς ὀδύναις καὶ ταῖς τοῦ σώματος αἰκίαις παρατεινομένους, ἀλλὰ μεταβάλλειν ἐπὶ τὸ κρεῖσσον καὶ ἀνθρωπικώτερον, πειρωμένους καὶ σπουδάζοντας ἐντυγχάνειν ἀνδράσι τοῖς συλλυπουμένοις καὶ διεγείρουσι τὰ πένθη διὰ κολακείαν, ἀλλὰ τοῖς ἀφαιρουμένοις τὰς λύπας διὰ[*](διὰ τῆς] διὰ H) τῆς γενναίας καὶ σεμνῆς παρηγορίας, ἐπακούοντας καὶ ἔχοντας ἐν νῷ τὸ Ὁμηρικὸν τοῦτʼ ἔπος, ὅπερ ὁ Ἕκτωρ πρὸς τὴν Ἀνδρομάχην ἀντιπαρηγορῶν αὐτὴν εἶπεν ὡδί(
- δεινὸν γὰρ οὐδὲν[*](δεινὸν γὰρ οὐδὲν Clemens Strom. IV p. 587 (Nauck. p. 468, 757, 9): οὐδὲν γὰρ δεινὸν ) τῶν ἀναγκαίων βροτοῖς
ταύτην δὲ τὴν μοῖραν ἐν ἄλλοις ὁ ποιητής φησι
- δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ[*](Homer. Z 486)
- οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄιδι προϊάψει,
- μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι
- ἀνδρῶν,
- οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα
- γένηται
- γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ
[*](id. Ψ 128)