Quomodo adulator ab amico internoscatur

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

ὅτι μέντοι γε πάντων ἥδιστόν ἐστιν ἡ φιλία καὶ οὐδὲν ἄλλο μᾶλλον εὐφραίνει, διὰ τοῦτο καὶ ὁ κόλαξ ἡδοναῖς ὑπάγεται καὶ περὶ ἡδονάς ἐστιν. ὅτι δʼ ἡ χάρις καὶ ἡ χρεία τῇ φιλίᾳ παρέπεται καθʼ ὃ δὴ καὶ λέγεται πυρὸς καὶ ὕδατος ὁ φίλος ἀναγκαιότερος εἶναι, διὰ τοῦτʼ ἐμβάλλων εἰς τὰς ὑπουργίας ἑαυτὸν ὁ κόλαξ ἁμιλλᾶται σπουδαστικὸς ἀεὶ φαίνεσθαι καὶ ἄοκνος καὶ πρόθυμος. ἐπεὶ δὲ τὸ μάλιστα φιλίας ἀρχὴν συνέχον ὁμοιότης ἐστὶν ἐπιτηδευμάτων καὶ ἠθῶν, καὶ ὅλως τὸ χαίρειν τε τοῖς αὐτοῖς

καὶ τὸ ταὐτὰ φεύγειν πρῶτον εἰς ταὐτὸ συνάγει καὶ συνίστησι διὰ τῆς ὁμοιοπαθείας, τοῦτο κατιδὼν ὁ κόλαξ αὑτὸν ὥσπερ ὕλην τινὰ ῥυθμίζει καὶ σχηματίζει, περιαρμόσαι καὶ περιπλάσαι ζητῶν οἷς ἂν ἐπιχειρῇ διὰ μιμήσεως, ὑγρὸς ὢν μεταβάλλεσθαι καὶ πιθανὸς ἐπὶ τὰς ἐξομοιώσεις, ὥστʼ εἰπεῖν
  1. οὐ παῖς Ἀχιλλέως, ἀλλʼ ἐκεῖνος αὐτὸς εἶ
  2. [*](Nauck. p. 696)
ὃ δὲ πάντων ἐστὶν αὐτοῦ πανουργότατον , αἰσθανόμενος τὴν παρρησίαν καὶ λεγομένην καὶ δοκοῦσαν ἰδίαν εἶναι φωνὴν ὥσπερ τινὸς ζῴου τῆς φιλίας, τὸ δʼ ἀπαρρησίαστον ἄφιλον καὶ ἀγεννές, οὐδὲ ταύτην ἀμίμητον ἀπολέλοιπεν, ἀλλʼ ὥσπερ οἱ δεινοὶ τῶν ὀψοποιῶν τοῖς πικροῖς χυμοῖς καὶ αὐστηροῖς ἡδύσμασι χρῶνται, τῶν γλυκέων ἀφαιροῦντες τὸ πλήσμιον, οὕτως οἱ κόλακες οὐκ ἀληθινὴν οὐδʼ ὠφέλιμον ἀλλʼ οἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν προσφέρουσιν. ἔστι μὲν οὖν διὰ ταῦτα δυσφώρατος ὁ ἀνήρ, ὥσπερ τῶν θηρίων ὅσα πεφυκότα τὴν χρόαν τρέπεσθαι συναφομοιοῦται τοῖς ὑποκειμένοις χρώμασι καὶ χωρίοις· ἐπεὶ δʼ ἐκεῖνος ἐξαπατᾷ τε καὶ περικαλύπτεται ταῖς ὁμοιότησιν, ἡμέτερον ἔργον ἐστὶ ταῖς διαφοραῖς ἀνακαλύπτειν καὶ ἀπογυμνοῦν αὐτὸν ἀλλοτρίοις χρώμασι καὶ σχήμασιν, φησιν ὁ Πλάτων,[*](Πλάτων] Phaedr. p. 239 d) χήτει οἰκείων κοσμούμενον