Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
τίνα οὖν δεῖ φυλάττεσθαι; τὸν μὴ δοκοῦντα μηδʼ ὁμολογοῦντα κολακεύειν, ὃν οὐκ ἔστι λαβεῖν περὶ τοὐπτανεῖον, οὐδʼ ἁλίσκεται σκιὰν καταμετρῶν ἐπὶ[*](ἐπι] τὴν ἐπὶ τὸ H) δεῖπνον, οὐδʼ ἔρριπται μεθυσθεὶς ὅπως ἔτυχεν, ἀλλὰ νήφει τὰ πολλὰ καὶ πολυπραγμονεῖ καὶ πράξεων μετέχειν οἴεται δεῖν καὶ λόγων ἀπορρήτων βούλεται κοινωνὸς εἶναι, καὶ ὅλως τραγικός ἐστιν οὐ σατυρικὸς φιλίας ὑποκριτὴς οὐδὲ κωμικός. ὡς γὰρ ὁ Πλάτων[*](Πλάτων] Rep. p. 361 a) φησὶν ἐσχάτης ἀδικίας εἶναι δοκεῖν δίκαιον μὴ ὄντα, καὶ κολακείαν ἡγητέον χαλεπὴν τὴν λανθάνουσαν οὐ τὴν ὁμολογοῦσαν, οὐδὲ τὴν παίζουσαν ἀλλὰ τὴν σπουδάζουσαν αὕτη γὰρ ἀναπίμπλησι καὶ τὴν ἀληθινὴν φιλίαν ἀπιστίας,
συνεμπίπτουσαν αὐτῇ πολλάκις, ἂν μὴ προσέχωμεν. ὁ μὲν οὖν Γωβρύης εἰς σκοτεινὸν οἴκημα τῷ μάγῳ φεύγοντι συνεισπεσὼν καὶ γενόμενος ἐν διαπάλαις ἐπιστάντα καὶ διαποροῦντα τὸν Δαρεῖον ἐκέλευσεν ὠθεῖν καὶ διʼ ἀμφοτέρων· ἡμεῖς δέ, εἰ μηδαμῆ μηδαμῶς ἐπαινοῦμεν τὸ ἐρρέτω[*](ἐρρέτω] Nauck. p. 696) φίλος σὺν ἐχθρῷ, διὰ πολλῶν ὁμοιοτήτων τὸν κόλακα τῷ φίλῳ συμπεπλεγμένον ἀποσπάσαι ζητοῦντες ὀφείλομεν εὖ μάλα φοβεῖσθαι μή πως ἢ τῷ κακῷ τὸ χρήσιμον συνεκβάλωμεν ἢ φειδόμενοι τοῦ οἰκείου τῷ βλάπτοντι περιπέσωμεν. ὥσπερ γὰρ οἶμαι τῶν ἀγρίων σπερμάτων ὅσα καὶ σχῆμα καὶ μέγεθος παραπλήσιον ἔχοντα τῷ πυρῷ συμμέμικται χαλεπὴν ἔχει τὴν ἀποκάθαρσιν γὰρ οὐ διεκπίπτει τῶν στενοτέρων πόρων ἢ συνεκπίπτει διὰ τῶν ἀραιῶν, οὕτως ἡ κολακεία τῆς φιλίας εἰς πᾶν πάθος καὶ πᾶν κίνημα καὶ χρείαν καὶ συνήθειαν ἑαυτὴν καταμιγνύουσα δυσχώριστός ἐστιν.