Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
τίνα οὖν δεῖ φυλάττεσθαι; τὸν μὴ δοκοῦντα μηδʼ ὁμολογοῦντα κολακεύειν, ὃν οὐκ ἔστι λαβεῖν περὶ τοὐπτανεῖον, οὐδʼ ἁλίσκεται σκιὰν καταμετρῶν ἐπὶ[*](ἐπι] τὴν ἐπὶ τὸ H) δεῖπνον, οὐδʼ ἔρριπται μεθυσθεὶς ὅπως ἔτυχεν, ἀλλὰ νήφει τὰ πολλὰ καὶ πολυπραγμονεῖ καὶ πράξεων μετέχειν οἴεται δεῖν καὶ λόγων ἀπορρήτων βούλεται κοινωνὸς εἶναι, καὶ ὅλως τραγικός ἐστιν οὐ σατυρικὸς φιλίας ὑποκριτὴς οὐδὲ κωμικός. ὡς γὰρ ὁ Πλάτων[*](Πλάτων] Rep. p. 361 a) φησὶν ἐσχάτης ἀδικίας εἶναι δοκεῖν δίκαιον μὴ ὄντα, καὶ κολακείαν ἡγητέον χαλεπὴν τὴν λανθάνουσαν οὐ τὴν ὁμολογοῦσαν, οὐδὲ τὴν παίζουσαν ἀλλὰ τὴν σπουδάζουσαν αὕτη γὰρ ἀναπίμπλησι καὶ τὴν ἀληθινὴν φιλίαν ἀπιστίας,
συνεμπίπτουσαν αὐτῇ πολλάκις, ἂν μὴ προσέχωμεν. ὁ μὲν οὖν Γωβρύης εἰς σκοτεινὸν οἴκημα τῷ μάγῳ φεύγοντι συνεισπεσὼν καὶ γενόμενος ἐν διαπάλαις ἐπιστάντα καὶ διαποροῦντα τὸν Δαρεῖον ἐκέλευσεν ὠθεῖν καὶ διʼ ἀμφοτέρων· ἡμεῖς δέ, εἰ μηδαμῆ μηδαμῶς ἐπαινοῦμεν τὸ ἐρρέτω[*](ἐρρέτω] Nauck. p. 696) φίλος σὺν ἐχθρῷ, διὰ πολλῶν ὁμοιοτήτων τὸν κόλακα τῷ φίλῳ συμπεπλεγμένον ἀποσπάσαι ζητοῦντες ὀφείλομεν εὖ μάλα φοβεῖσθαι μή πως ἢ τῷ κακῷ τὸ χρήσιμον συνεκβάλωμεν ἢ φειδόμενοι τοῦ οἰκείου τῷ βλάπτοντι περιπέσωμεν. ὥσπερ γὰρ οἶμαι τῶν ἀγρίων σπερμάτων ὅσα καὶ σχῆμα καὶ μέγεθος παραπλήσιον ἔχοντα τῷ πυρῷ συμμέμικται χαλεπὴν ἔχει τὴν ἀποκάθαρσιν γὰρ οὐ διεκπίπτει τῶν στενοτέρων πόρων ἢ συνεκπίπτει διὰ τῶν ἀραιῶν, οὕτως ἡ κολακεία τῆς φιλίας εἰς πᾶν πάθος καὶ πᾶν κίνημα καὶ χρείαν καὶ συνήθειαν ἑαυτὴν καταμιγνύουσα δυσχώριστός ἐστιν.ὅτι μέντοι γε πάντων ἥδιστόν ἐστιν ἡ φιλία καὶ οὐδὲν ἄλλο μᾶλλον εὐφραίνει, διὰ τοῦτο καὶ ὁ κόλαξ ἡδοναῖς ὑπάγεται καὶ περὶ ἡδονάς ἐστιν. ὅτι δʼ ἡ χάρις καὶ ἡ χρεία τῇ φιλίᾳ παρέπεται καθʼ ὃ δὴ καὶ λέγεται πυρὸς καὶ ὕδατος ὁ φίλος ἀναγκαιότερος εἶναι, διὰ τοῦτʼ ἐμβάλλων εἰς τὰς ὑπουργίας ἑαυτὸν ὁ κόλαξ ἁμιλλᾶται σπουδαστικὸς ἀεὶ φαίνεσθαι καὶ ἄοκνος καὶ πρόθυμος. ἐπεὶ δὲ τὸ μάλιστα φιλίας ἀρχὴν συνέχον ὁμοιότης ἐστὶν ἐπιτηδευμάτων καὶ ἠθῶν, καὶ ὅλως τὸ χαίρειν τε τοῖς αὐτοῖς
καὶ τὸ ταὐτὰ φεύγειν πρῶτον εἰς ταὐτὸ συνάγει καὶ συνίστησι διὰ τῆς ὁμοιοπαθείας, τοῦτο κατιδὼν ὁ κόλαξ αὑτὸν ὥσπερ ὕλην τινὰ ῥυθμίζει καὶ σχηματίζει, περιαρμόσαι καὶ περιπλάσαι ζητῶν οἷς ἂν ἐπιχειρῇ διὰ μιμήσεως, ὑγρὸς ὢν μεταβάλλεσθαι καὶ πιθανὸς ἐπὶ τὰς ἐξομοιώσεις, ὥστʼ εἰπεῖνὃ δὲ πάντων ἐστὶν αὐτοῦ πανουργότατον , αἰσθανόμενος τὴν παρρησίαν καὶ λεγομένην καὶ δοκοῦσαν ἰδίαν εἶναι φωνὴν ὥσπερ τινὸς ζῴου τῆς φιλίας, τὸ δʼ ἀπαρρησίαστον ἄφιλον καὶ ἀγεννές, οὐδὲ ταύτην ἀμίμητον ἀπολέλοιπεν, ἀλλʼ ὥσπερ οἱ δεινοὶ τῶν ὀψοποιῶν τοῖς πικροῖς χυμοῖς καὶ αὐστηροῖς ἡδύσμασι χρῶνται, τῶν γλυκέων ἀφαιροῦντες τὸ πλήσμιον, οὕτως οἱ κόλακες οὐκ ἀληθινὴν οὐδʼ ὠφέλιμον ἀλλʼ οἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν προσφέρουσιν. ἔστι μὲν οὖν διὰ ταῦτα δυσφώρατος ὁ ἀνήρ, ὥσπερ τῶν θηρίων ὅσα πεφυκότα τὴν χρόαν τρέπεσθαι συναφομοιοῦται τοῖς ὑποκειμένοις χρώμασι καὶ χωρίοις· ἐπεὶ δʼ ἐκεῖνος ἐξαπατᾷ τε καὶ περικαλύπτεται ταῖς ὁμοιότησιν, ἡμέτερον ἔργον ἐστὶ ταῖς διαφοραῖς ἀνακαλύπτειν καὶ ἀπογυμνοῦν αὐτὸν ἀλλοτρίοις χρώμασι καὶ σχήμασιν, φησιν ὁ Πλάτων,[*](Πλάτων] Phaedr. p. 239 d) χήτει οἰκείων κοσμούμενον
- οὐ παῖς Ἀχιλλέως, ἀλλʼ ἐκεῖνος αὐτὸς εἶ
[*](Nauck. p. 696)
εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δʼ
αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφʼ ἧς καὶ ταῦτʼ εἴρηταιεἰδὼς οὖν ὁ κόλαξ ὅτι τὸ χαίρειν τοῖς ὁμοίοις καὶ τὸ χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ πρῶτον ἐπιχειρεῖ πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς τοῖς αὐτοῖς ἐπιτηδεύμασι καὶ διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ ψαύοντι τιθασὸς γένηται καὶ συνήθης, ψέγων μὲν οἷς ἐκεῖνον αἰσθάνεται πράγμασι καὶ βίοις καὶ ἀνθρώποις ἀχθόμενον, ἐπαινέτης δὲ τῶν ἀρεσκόντων . οὐ μέτριος ἀλλʼ ὥσθʼ ὑπερβάλλειν σὺν ἐκπλήξει καὶ θαύματι, φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν ὡς κρίσει μᾶλλον ἢ πάθει γιγνόμενον.
- γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει,[*](Nauck. p. 696)
- παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή,
- νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ
- ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ