Quomodo adulator ab amico internoscatur

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

τῷ σφόδρα φιλεῖν ἑαυτόν, ὦ Ἀντίοχε Φιλόπαππε , φάσκοντι συγγνώμην μὲν ἅπαντας ὁ Πλάτων[*](Πλάτων] Legg. p. 731 d e) διδόναι φησί, κακίαν δὲ σὺν πολλαῖς; ἄλλαις ἐγγίγνεσθαι μεγίστην, ὑφʼ ἧς οὐκ ἔστιν αὑτοῦ κριτὴν δίκαιον οὐδʼ ἀδέκαστον εἶναι· τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον ἂν μή τις μαθὼν ἐθισθῇ τὰ καλὰ τιμᾶν καὶ διώκειν μᾶλλον ἢ τὰ συγγενῆ καὶ οἰκεῖα. τοῦτο τῷ κόλακι πολλὴν μεταξὺ τῆς φιλίας εὐρυχωρίαν δίδωσιν, ὁρμητήριον ἐφʼ ἡμᾶς εὐφυὲς ἔχοντι τὴν φιλαυτίαν, διʼ ἣν αὐτὸς αὑτοῦ κόλαξ ἕκαστος ὢν πρῶτος καὶ μέγιστος οὐ χαλεπῶς προσίεται τὸν ἔξωθεν ὧν οἴεται καὶ βούλεται. μάρτυν ἅμʼ αὐτῷ καὶ βεβαιωτὴν προσγιγνόμενον. ὁ γὰρ λοιδορούμενος φιλοκόλαξ σφόδρα φίλαυτός ἐστι, διʼ εὔνοιαν ἑαυτῷ πάντα μὲν ὑπάρχειν βουλόμενος πάντα δʼ οἰόμενος ὧν ἡ μὲν βούλησις οὐκ ἄτοπος ἡ δʼ οἴησις ἐπισφαλὴς καὶ δεομένη

πολλῆς εὐλαβείας. εἰ δὲ δὴ θεῖον ἡ ἀλήθεια καὶ πάντων μὲν ἀγαθῶν θεοῖς πάντων δʼ ἀνθρώποις ἀρχὴ κατὰ Πλάτωνα,[*](Πλάτωνα] Legg. p. 730 c) κινδυνεύει θεοῖς ἐχθρὸς ὁ κόλαξ εἶναι , τῷ δὲ Πυθίῳ διαφερόντως. ἀντιτάττεται γὰρ ἀεὶ πρὸς τὸ γνῶθι σαυτόν, ἀπάτην ἑκάστῳ πρὸς ἑαυτὸν ἐμποιῶν καὶ ἄγνοιαν ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν ἀγαθῶν καὶ κακῶν, τὰ μὲν ἐλλιπῆ καὶ ἀτελῆ τὰ δʼ ὅλως ἀνεπανόρθωτα ποιῶν.

εἰ μὲν οὖν, ὡς τὰ πλεῖστα τῶν ἄλλων κακῶν, κόλαξ ἥπτετο μόνον ἢ μάλιστα τῶν ἀγεννῶν καὶ φαύλων, οὐκ ἂν ἦν οὕτω δεινὸν οὐδὲ δυσφύλακτον· ἐπεὶ δʼ ὥσπερ οἱ θρῖπες ἐνδύονται μάλιστα τοῖς ἁπαλοῖς καὶ γλυκέσι ξύλοις, οὕτω τὰ φιλότιμα τῶν ἠθῶν καὶ χρηστὰ καὶ ἐπιεικῆ τὸν κόλακα δέχεται καὶ τρέφει προσφυόμενον, ἔτι δʼ ὥσπερ ὁ Σιμωνίδης[*](Σιμωνίδης] Bergk. 3 p. 393) τὴν ἱπποτροφίαν φησὶν οὐ Ζακύνθῳ ὀπαδεῖν ἀλλʼ ἀρούραισι πυροφόροις, οὕτω τὴν κολακείαν ὁρῶμεν οὐ πένησιν οὐδʼ ἀδόξοις οὐδʼ ἀδυνάτοις ἀκολουθοῦσαν, ἀλλʼ οἴκων τε καὶ πραγμάτων μεγάλων ὀλίσθημα καὶ νόσημα γιγνομένην, πολλάκις δὲ καὶ βασιλείας καὶ ἡγεμονίας ἀνατρέπουσαν· οὐ μικρὸν ἔργον ἐστὶν οὐδὲ φαύλης δεόμενον προνοίας ἡ περὶ αὐτὴν ἐπίσκεψις, ὡς ἂν μάλιστα περίφωρος οὖσα μὴ βλάπτῃ μηδὲ διαβάλλῃ[*](βλάπτῃ — διαβάλλῃ H: βλάπτοι — διαβάλλοι ) τὴν φιλίαν. οἱ μὲν γὰρ φθεῖρες ἀπίασιν ἀπὸ τῶν τελευτώντων καὶ ἀπολείπουσι τὰ σώματα σβεννυμένου τοῦ αἵματος ἐξ οὗ τρέφονται, τοὺς δὲ κόλακας οὐδʼ ὅλως ἰδεῖν ἔστι

πράγμασι ξηροῖς καὶ κατεψυγμένοις προσιόντας, ἀλλὰ ταῖς δόξαις καὶ ταῖς δυνάμεσιν ἐπιτίθενται καὶ αὔξονται, ταχὺ δʼ ἐν ταῖς μεταβολαῖς ὑπορρέουσιν, ἀλλὰ τὴν τότε πεῖραν οὐ δεῖ περιμένειν ἀνωφελῆ, μᾶλλον δὲ βλαβερὰν καὶ οὐκ ἀκίνδυνον οὖσαν. χαλεπὴ γὰρ ἐν καιρῷ δεομένῳ φίλων ἡ τῶν μὴ φίλων αἴσθησις, ἀντικαταλλαγὴν οὐκ ἔχουσα χρηστοῦ καὶ βεβαίου πρὸς ἀβέβαιον καὶ κίβδηλον. ἀλλʼ ὥσπερ νόμισμα δεῖ τὸν φίλον ἔχειν πρὸ τῆς χρείας δεδοκιμασμένον, μὴ ὑπὸ τῆς χρείας ἐλεγχόμενον. οὐ γὰρ δεῖ βλαβέντας αἰσθέσθαι, ἀλλʼ ὅπως μὴ βλαβῶμεν ἐμπειρίαν λαβεῖν καὶ κατανόησιν τοῦ κόλακος· εἰ δὲ μή, ταὐτὸ πεισόμεθα τοῖς αἰσθανομένοις τῷ προγεγεῦσθαι τῶν θανασίμων φαρμάκων εἰς τὴν κρίσιν ἀπολλύντες ἑαυτοὺς καὶ διαφθείροντες. οὔτε γὰρ δὴ τούτους ἐπαινοῦμεν οὔθʼ ὅσοι τὸν φίλον εἰς τὸ καλὸν τιθέμενοι καὶ ὠφέλιμον οἴονται τοὺς κεχαρισμένως ὁμιλοῦντας εὐθὺς ἔχειν ἐπʼ αὐτοφώρῳ κόλακας εἰλημμένους. οὐδὲ γὰρ ἀηδὴς ὁ φίλος οὐδʼ ἄκρατος, οὐδὲ τῷ πικρῷ σεμνὸν ἡ φιλία καὶ αὐστηρῷ, ἀλλʼ αὐτὸ δὴ τοῦτο τὸ καλὸν καὶ τὸ σεμνὸν αὐτῆς ἡδὺ καὶ ποθούμενόν ἐστι,
  1. πὰρ δʼ αὐτῇ Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔθεντο,
  2. [*](Hesiod. Theog. 64)
καὶ οὐ δυστυχοῦντι μόνον
  1. εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ
κατʼ Εὐριπίδην,[*](Εὐριπίδην] Ion. 732) ἀλλʼ οὐδὲν ἧττον τοῖς ἀγαθοῖς ἡδονὴν ἐπιφέρουσα καὶ χάριν ἢ τῶν κακῶν ἀφαιροῦσα
τὰς λύπας καὶ τὰς ἀπορίας παρέπεται. καὶ καθάπερ ὁ Εὔηνος εἶπε, τῶν ἡδυσμάτων τὸ πῦρ εἶναι κράτιστον, οὕτω τῷ βίῳ μίξας τὴν φιλίαν ὁ θεὸς ἅπαντα φαιδρὰ καὶ γλυκέα καὶ προσφιλῆ ταύτης παρούσης καὶ συναπολαυούσης ἐποίησεν. ἐπεὶ πῶς ἂν ὁ κόλαξ ὑπεδύετο ταῖς ἡδοναῖς, εἰ τὴν φιλίαν ἑώρα τὸ ἡδὺ μηδαμοῦ προσιεμένην; οὐκ ἔστιν εἰπεῖν. ἀλλʼ ὥσπερ τὰ ψευδόχρυσα καὶ τὰ κίβδηλα τὴν λαμπρότητα τοῦ χρυσοῦ καὶ τὸ γάνωμα μιμεῖται μόνον, οὕτως ἔοικεν ὁ κόλαξ τοῦ φίλου τὸ ἡδὺ καὶ κεχαρισμένον ἐκμιμούμενος ἀεὶ παρέχειν ἱλαρὸν καὶ ἀνθηρὸν καὶ πρὸς μηδὲν ἀντιβαίνοντα μηδʼ ὑπεναντιούμενον ἑαυτόν, ὅθεν οὐδὲ τοὺς ἐπαινοῦντας εὐθὺς ὡς κολακεύοντας ἁπλῶς ὑφορατέον ἔπαινος γὰρ οὐχ ἧττον ἐν καιρῷ ψόγου φιλίᾳ προσήκει, μᾶλλον δὲ τὸ μὲν δύσκολον ὅλως καὶ μεμψίμοιρον ἄφιλον καὶ ἀνομίλητον, τῆς δʼ ἀφθόνως καὶ προθύμως τὸν ἐπὶ τοῖς καλοῖς ἀποδιδούσης ἔπαινον εὐνοίας καὶ τὸ νουθετοῦν αὖθις καὶ παρρησιαζόμενον ἐλαφρῶς καὶ ἀλύπως ὑπομένομεν, πιστεύοντες καὶ ἀγαπῶντες ὡς ἀναγκαίως ψέγοντα τὸν ἡδέως ἐπαινοῦντα.

χαλεπὸν οὖν φαίη τις ἄν ἐστι διακρῖναι τὸν κόλακα καὶ τὸν φίλον, εἰ μήθʼ ἡδονῇ μήτʼ ἐπαίνῳ διαφέρουσι· καὶ γὰρ ἐν ὑπουργίαις καὶ διακονίαις πολλάκις ἰδεῖν ἐστι τὴν φιλίαν ὑπὸ τῆς κολακείας παρατρεχομένην. τί δʼ οὐ μέλλει, φήσομεν, ἂν τὸν ἀληθινὸν κόλακα καὶ μετὰ δεινότητος καὶ τέχνης ἁπτόμενον τοῦ πράγματος διώκωμεν, ἀλλὰ μή, καθάπερ οἱ πολλοί, τοὺς αὐτοληκύθους τούτους

λεγομένους καὶ τραπεζέας καὶ μετὰ τὸ κατὰ χειρὸς ὕδωρ ἀκουομένους ὥς τις εἶπε κόλακας νομίζωμεν, ὧν ἐν μιᾷ λοπάδι καὶ κύλικι μετὰ βωμολοχίας καὶ βδελυρίας ἡ ἀνελευθερία γίγνεται κατάδηλος; οὐ γὰρ δήπου Μελάνθιον ἔδει τὸν Ἀλεξάνδρου τοῦ Φεραίου παράσιτον ἐξελέγχειν, ὃς τοῖς ἐρωτῶσι πῶς Ἀλέξανδρος ἐσφάγη διὰ τῆς πλευρᾶς ἔλεγεν εἰς τὴν γαστέρα τὴν ἐμήν, οὐδὲ τοὺς ἀμφὶ πλουσίαν τράπεζαν ἐγκυκλουμένους, οὓς οὐ πῦρ[*](οὐ πῦρ] p. 778 e: οὔτε πῦρ. Cf. Meinek. II p. 487) οὐ σίδαρος οὐδὲ χαλκὸς εἴργει μὴ φοιτᾶν ἐπὶ δεῖπνον, οὐδὲ τὰς ἐν Κύπρῳ κολακίδας, ἐπειδὴ διέβησαν εἰς Συρίαν, κλιμακίδας προσαγορευθείσας, ὅτι ταῖς γυναιξὶ τῶν βασιλέων ἀναβαίνειν ἐπὶ τὰς ἁμάξας διʼ αὑτῶν ὑποκατακλινόμεναι παρεῖχον.