Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
εἷς δέ τις ἔοικε τρόπος εἶναι φυλακῆς τὸ γιγνώσκειν καὶ μνημονεύειν ἀεὶ ὅτι τῆς ψυχῆς τὸ μὲν ἀληθινὸν καὶ φιλόκαλον καὶ λογικὸν ἐχούσης, τὸ δʼ ἄλογον καὶ φιλοψευδὲς καὶ παθητικόν, ὁ μὲν φίλος ἀεὶ τῷ κρείττονι πάρεστι σύμβουλος καὶ συνήγορος, ὥσπερ ἰατρὸς τὸ ὑγιαῖνον αὔξων καὶ διαφυλάττων, ὁ δὲ κόλαξ τῷ παθητικῷ καὶ ἀλόγῳ παρακάθηται, καὶ τοῦτο κνᾷ καὶ γαργαλίζει καὶ ἀναπείθει, καὶ ἀφίστησι τοῦ λογισμοῦ, μηχανώμενος αὐτῷ πονηράς τινας ἡδυπαθείας. ὥσπερ οὖν τῶν σιτίων ἔστιν ἃ μήθʼ αἵματι προσφύεται μήτε πνεύματι, μηδὲ[*](μηδὲ H: μήτε )
νεύροις τινὰ τόνον ἢ μυελοῖς προστίθησιν, ἀλλʼ αἰδοῖα παρακινεῖ καὶ κοιλίαν ἐγείρει καὶ σάρκα ποιεῖ σαθρὰν καὶ ὕπουλον, οὕτως ὁ τοῦ· κόλακος λόγος οὐδὲν τῷ φρονοῦντι καὶ λογιζομένῳ προστίθησιν, ἀλλʼ ἡδονήν τινα τιθασεύων ἔρωτος ἢ θυμὸν ἐντείνων ἀνόητον ἢ διερεθίζων φθόνον ἢ φρονήματος ὄγκον ἐμποιῶν ἐπαχθῆ καὶ κενὸν ἢ λύπῃ συνεπιθρηνῶν ἢ τὸ κακόηθες καὶ ἀνελεύθερον καὶ ἄπιστον ἀεί τισι διαβολαῖς καὶ προαισθήσεσι[*](προσθέσεσι Emperius) δριμὺ καὶ ψοφοδεὲς ποιῶν καὶ ὕποπτον οὐ διαφεύξεται τοὺς προσέχοντας. ἀεὶ γὰρ ὑφορμεῖ τινι πάθει καὶ τοῦτο πιαίνει, καὶ πάρεστι βουβῶνος δίκην ἑκάστοτε τοῖς ὑπούλοις καὶ φλεγμαίνουσι τῆς ψυχῆς ἐπιγιγνόμενος. ὀργίζῃ; κόλασον. ἐπιθυμεῖς; ὤνησαι. φοβῇ; φύγωμεν. ὑπονοεῖς; πίστευσον ἂν δὲ περὶ ταῦτα δυσφώρατος τὰ πάθη, διὰ σφοδρότητα καὶ μέγεθος ἐκκρουομένου τοῦ λογισμοῦ, περὶ τὰ μικρὰ λαβὴν παρέξει μᾶλλον, ὅμοιος ὤν. καὶ γὰρ ἐν ὑποψίᾳ κραιπάλης τινὸς ἢ πλησμονῆς γενόμενον καὶ διστάζοντα περὶ λουτροῦ καὶ τροφῆς ὁ μὲν φίλος ἐφέξει, φυλάττεσθαι καὶ προσέχειν παραινῶν, ὁ δὲ κόλαξ εἰς τὸ βαλανεῖον ἕλκει, καὶ κελεύει νεαρόν τι παρατιθέναι καὶ μὴ κακοῦν ἀνατάσει τὸ σῶμα. καὶ πρὸς ὁδὸν ἢ πλοῦν ἤ τινα πρᾶξιν ὁρῶν ἀπομαλακιζόμενον οὐ φήσει κατεπείγειν τὸν καιρόν, ἀλλὰ ταὐτὸ ποιήσειν ὑπερθεμένους ἢ πέμψαντας ἕτερον. ἂν δʼ ὑπεσχημένος ἀργύριον οἰκείῳ τινὶ δανείσειν ἢ ἐπιδώσειν μεταμέληται μὲν αἰδῆται δέ, τῇ χείρονι ῥοπῇ προστιθεὶς ἑαυτὸν ὁ κόλαξ ἐπέρρωσε τὴν εἰς τὸ βαλλάντιον γνώμην καὶ τὸ δυσωπούμενον ἐξέκοψεν, ὡς ἀναλίσκοντα πολλὰ καὶ πολλοῖς ἀρκεῖν ὀφείλοντα φείδεσθαι κελεύων. ὅθεν εἰ μὴ λανθάνομεν ἑαυτοὺς ἐπιθυμοῦντες ἀναισχυντοῦντες ἀποδειλιῶντες, ὁ κόλαξ ἡμᾶς οὐ λήσεται. ἔστι γὰρ συνηγορῶν ἀεὶ τούτοις τοῖς πάθεσι καὶ περὶ τὰς τούτων ἐκβάσεις[*](ἐκβάσεις]ἐντάσεις W) παρρησιαζόμενος. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.