Quomodo adulator ab amico internoscatur

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

καὶ ταυτὶ μὲν ἐλάττονά ἐστιν. ἐκεῖνα δʼ ἤδη χαλεπὰ καὶ λυμαινόμενα τοὺς ἀνοήτους, ὅταν εἰς τἀναντία πάθη καὶ νοσήματα κατηγορῶσιν ὥσπερ Ἱμέριος ὁ κόλαξ τῶν πλουσίων τινὰ τὸν[*](τὸν add. H) ἀνελευθερώτατον καὶ φιλαργυρώτατον Ἀθήνησιν ὡς ἄσωτον ἐλοιδόρει καὶ ἀμελῆ καὶ πεινήσοντα κακῶς μετὰ τῶν τέκνων ἢ τοὺς ἀσώτους αὖ πάλιν καὶ πολυτελεῖς εἰς μικρολογίαν καὶ ῥυπαρίαν ὀνειδίζωσιν ὥσπερ Νέρωνα Τίτος Πετρώνιος ἢ τοὺς ὠμῶς καὶ ἀγρίως προσφερομένους ἄρχοντας ὑπηκόοις ἀποθέσθαι κελεύωσι τὴν πολλὴν ἐπιείκειαν καὶ τὸν ἄκαιρον ἔλεον καὶ ἀσύμφορον. ὅμοιος δὲ τούτοις καὶ ὁ τὸν εὐήθη καὶ βλᾶκα καὶ ἀβέλτερον ὡς δεινὸν τινα καὶ πανοῦργον καὶ φυλάττεσθαι καὶ δεδιέναι προσποιούμενος, καὶ ὁ τοῦ βασκάνου δὲ καὶ τῷ κακολογεῖν ἀεὶ καὶ ψέγειν χαίροντος, ἄν ποτε προαχθεὶς ἐπαινέσῃ τινὰ τῶν ἐνδόξων, καθαπτόμενος καὶ ἀντιλέγων ὡς νόσημα τοῦτʼ ἔχοντος, ἀνθρώπους ἐπαινεῖν

καὶ μηδενὸς ἀξίους. τίς γὰρ οὗτός ἐστιν ἢ τί λαμπρὸν εἴρηκεν ἢ πεποίηκε; μάλιστα δὲ περὶ τοὺς ἔρωτας τοῖς κολακευομένοις ἐπιτίθενται καὶ προσεκκάουσιν. ἀδελφοῖς μὲν γὰρ ὁρῶντες διαφερομένους γονέων ὑπερφρονοῦντας[*](ὑπερόπτως W) ἢ πρὸς γυναῖκας αὐτῶν ὑπεροπτικῶς ἔχοντας οὔτε νουθετοῦσιν οὔτʼ ἐγκαλοῦσιν, ἀλλὰ καὶ προσεπιτείνουσι τὰς ὀργάς. οὐ γὰρ αἰσθάνῃ σαυτοῦ καὶ σὺ τούτων αἴτιος, ἀεὶ θεραπευτικῶς προσφερόμενος καὶ ταπεινῶς. ἂν δὲ πρὸς ἑταίραν ἢ μοιχεύτριαν ἐρωμένην κνησμός τις ἐξ ὀργῆς καὶ ζηλοτυπίας ἐγγένηται, πάρεστιν εὐθὺς μετὰ παρρησίας λαμπρᾶς ἡ κολακεία, πῦρ ἐπὶ πῦρ εἰσφέρουσα καὶ δικαιολογουμένη καὶ κατηγοροῦσα τοῦ ἐρῶντος ὡς ἀνέραστα πολλὰ καὶ σκληρὰ καὶ νεμεσητὰ ποιοῦντος·
  1. ὦ δυσχάριστε, τῶν πυκνῶν φιλημάτων.
  2. [*](Nauck. p. 32)
οὕτως Ἀντώνιον οἱ φίλοι τῆς Αἰγυπτίας ἐρῶντα καὶ καόμενον ἀνέπειθον ὡς ὑπʼ ἐκείνης ἐρῷτο, καὶ λοιδοροῦντες ἐκάλουν ἀπαθῆ καὶ ὑπερήφανον. ἡ μὲν γὰρ γυνὴ καταλιποῦσα βασιλείαν τοσαύτην καὶ διατριβὰς εὐδαίμονας φθείρεται μετὰ σοῦ στρατευομένη , σχῆμα παλλακίδος ἔχουσα·
  1. σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστί
  2. [*](Homer. κ 329)
καὶ περιορᾷς αὐτὴν ἀνιωμένην ὁ δʼ ἡδέως ἐλεγχόμενος ὡς ἀδικῶν καὶ τοῖς κατηγοροῦσι χαίρων ὡς οὐδὲ τοῖς ἐπαινοῦσιν ἐλάνθανε τῷ νουθετεῖν δοκοῦντι προσδιαστρεφόμενος. ἔοικε γὰρ ἡ τοιαύτη παρρησία τοῖς τῶν ἀκολάστων δήγμασι γυναικῶν,
ἐγείρουσα καὶ γαργαλίζουσα τῷ δοκοῦντι λυπεῖν τὸ ἡδόμενον. καὶ καθάπερ τὸν ἄκρατον ἄλλως βοηθοῦντα πρὸς τὸ κώνειον ἂν ἐμμίξωσι προσεμβαλόντες αὐτῷ, κομιδῇ ποιοῦσι τὴν τοῦ φαρμάκου δύναμιν ἀβοήθητον, ὀξέως ἀναφερομένην ἐπὶ τὴν καρδίαν ὑπὸ θερμότητος, οὕτω τὴν παρρησίαν ἐπιστάμενοι μέγα βοήθημα πρὸς τὴν κολακείαν οὖσαν οἱ πονηροὶ διʼ αὐτῆς κολακεύουσι τῆς παρρησίας. ὅθεν οὐδʼ ὁ Βίας ἀπεκρίνατο καλῶς τῷ πυθομένῳ τί τῶν ζῴων χαλεπώτατόν ἐστιν, ἀποκρινάμενος ὅτι τῶν μὲν ἀγρίων ὁ τύραννος, τῶν δʼ ἡμέρων ὁ κόλαξ. ἀληθέστερον γὰρ ἦν εἰπεῖν ὅτι τῶν κολάκων ἥμεροι μέν εἰσιν οἱ περὶ τὸ βαλανεῖον καὶ περὶ τὴν τράπεζαν , ὁ δʼ εἰς τὰ δωμάτια καὶ τὴν γυναικωνῖτιν ἐκτείνων ὥσπερ πλεκτάνας τὸ πολύπραγμον καὶ διάβολον καὶ κακόηθες ἄγριος καὶ θηριώδης καὶ δυσμεταχείριστος.