Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
εἰ μὲν οὖν, ὡς τὰ πλεῖστα τῶν ἄλλων κακῶν, κόλαξ ἥπτετο μόνον ἢ μάλιστα τῶν ἀγεννῶν καὶ φαύλων, οὐκ ἂν ἦν οὕτω δεινὸν οὐδὲ δυσφύλακτον· ἐπεὶ δʼ ὥσπερ οἱ θρῖπες ἐνδύονται μάλιστα τοῖς ἁπαλοῖς καὶ γλυκέσι ξύλοις, οὕτω τὰ φιλότιμα τῶν ἠθῶν καὶ χρηστὰ καὶ ἐπιεικῆ τὸν κόλακα δέχεται καὶ τρέφει προσφυόμενον, ἔτι δʼ ὥσπερ ὁ Σιμωνίδης[*](Σιμωνίδης] Bergk. 3 p. 393) τὴν ἱπποτροφίαν φησὶν οὐ Ζακύνθῳ ὀπαδεῖν ἀλλʼ ἀρούραισι πυροφόροις, οὕτω τὴν κολακείαν ὁρῶμεν οὐ πένησιν οὐδʼ ἀδόξοις οὐδʼ ἀδυνάτοις ἀκολουθοῦσαν, ἀλλʼ οἴκων τε καὶ πραγμάτων μεγάλων ὀλίσθημα καὶ νόσημα γιγνομένην, πολλάκις δὲ καὶ βασιλείας καὶ ἡγεμονίας ἀνατρέπουσαν· οὐ μικρὸν ἔργον ἐστὶν οὐδὲ φαύλης δεόμενον προνοίας ἡ περὶ αὐτὴν ἐπίσκεψις, ὡς ἂν μάλιστα περίφωρος οὖσα μὴ βλάπτῃ μηδὲ διαβάλλῃ[*](βλάπτῃ — διαβάλλῃ H: βλάπτοι — διαβάλλοι ) τὴν φιλίαν. οἱ μὲν γὰρ φθεῖρες ἀπίασιν ἀπὸ τῶν τελευτώντων καὶ ἀπολείπουσι τὰ σώματα σβεννυμένου τοῦ αἵματος ἐξ οὗ τρέφονται, τοὺς δὲ κόλακας οὐδʼ ὅλως ἰδεῖν ἔστι
πράγμασι ξηροῖς καὶ κατεψυγμένοις προσιόντας, ἀλλὰ ταῖς δόξαις καὶ ταῖς δυνάμεσιν ἐπιτίθενται καὶ αὔξονται, ταχὺ δʼ ἐν ταῖς μεταβολαῖς ὑπορρέουσιν, ἀλλὰ τὴν τότε πεῖραν οὐ δεῖ περιμένειν ἀνωφελῆ, μᾶλλον δὲ βλαβερὰν καὶ οὐκ ἀκίνδυνον οὖσαν. χαλεπὴ γὰρ ἐν καιρῷ δεομένῳ φίλων ἡ τῶν μὴ φίλων αἴσθησις, ἀντικαταλλαγὴν οὐκ ἔχουσα χρηστοῦ καὶ βεβαίου πρὸς ἀβέβαιον καὶ κίβδηλον. ἀλλʼ ὥσπερ νόμισμα δεῖ τὸν φίλον ἔχειν πρὸ τῆς χρείας δεδοκιμασμένον, μὴ ὑπὸ τῆς χρείας ἐλεγχόμενον. οὐ γὰρ δεῖ βλαβέντας αἰσθέσθαι, ἀλλʼ ὅπως μὴ βλαβῶμεν ἐμπειρίαν λαβεῖν καὶ κατανόησιν τοῦ κόλακος· εἰ δὲ μή, ταὐτὸ πεισόμεθα τοῖς αἰσθανομένοις τῷ προγεγεῦσθαι τῶν θανασίμων φαρμάκων εἰς τὴν κρίσιν ἀπολλύντες ἑαυτοὺς καὶ διαφθείροντες. οὔτε γὰρ δὴ τούτους ἐπαινοῦμεν οὔθʼ ὅσοι τὸν φίλον εἰς τὸ καλὸν τιθέμενοι καὶ ὠφέλιμον οἴονται τοὺς κεχαρισμένως ὁμιλοῦντας εὐθὺς ἔχειν ἐπʼ αὐτοφώρῳ κόλακας εἰλημμένους. οὐδὲ γὰρ ἀηδὴς ὁ φίλος οὐδʼ ἄκρατος, οὐδὲ τῷ πικρῷ σεμνὸν ἡ φιλία καὶ αὐστηρῷ, ἀλλʼ αὐτὸ δὴ τοῦτο τὸ καλὸν καὶ τὸ σεμνὸν αὐτῆς ἡδὺ καὶ ποθούμενόν ἐστι,καὶ οὐ δυστυχοῦντι μόνον
- πὰρ δʼ αὐτῇ Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔθεντο,
[*](Hesiod. Theog. 64)
κατʼ Εὐριπίδην,[*](Εὐριπίδην] Ion. 732) ἀλλʼ οὐδὲν ἧττον τοῖς ἀγαθοῖς ἡδονὴν ἐπιφέρουσα καὶ χάριν ἢ τῶν κακῶν ἀφαιροῦσα τὰς λύπας καὶ τὰς ἀπορίας παρέπεται. καὶ καθάπερ ὁ Εὔηνος εἶπε, τῶν ἡδυσμάτων τὸ πῦρ εἶναι κράτιστον, οὕτω τῷ βίῳ μίξας τὴν φιλίαν ὁ θεὸς ἅπαντα φαιδρὰ καὶ γλυκέα καὶ προσφιλῆ ταύτης παρούσης καὶ συναπολαυούσης ἐποίησεν. ἐπεὶ πῶς ἂν ὁ κόλαξ ὑπεδύετο ταῖς ἡδοναῖς, εἰ τὴν φιλίαν ἑώρα τὸ ἡδὺ μηδαμοῦ προσιεμένην; οὐκ ἔστιν εἰπεῖν. ἀλλʼ ὥσπερ τὰ ψευδόχρυσα καὶ τὰ κίβδηλα τὴν λαμπρότητα τοῦ χρυσοῦ καὶ τὸ γάνωμα μιμεῖται μόνον, οὕτως ἔοικεν ὁ κόλαξ τοῦ φίλου τὸ ἡδὺ καὶ κεχαρισμένον ἐκμιμούμενος ἀεὶ παρέχειν ἱλαρὸν καὶ ἀνθηρὸν καὶ πρὸς μηδὲν ἀντιβαίνοντα μηδʼ ὑπεναντιούμενον ἑαυτόν, ὅθεν οὐδὲ τοὺς ἐπαινοῦντας εὐθὺς ὡς κολακεύοντας ἁπλῶς ὑφορατέον ἔπαινος γὰρ οὐχ ἧττον ἐν καιρῷ ψόγου φιλίᾳ προσήκει, μᾶλλον δὲ τὸ μὲν δύσκολον ὅλως καὶ μεμψίμοιρον ἄφιλον καὶ ἀνομίλητον, τῆς δʼ ἀφθόνως καὶ προθύμως τὸν ἐπὶ τοῖς καλοῖς ἀποδιδούσης ἔπαινον εὐνοίας καὶ τὸ νουθετοῦν αὖθις καὶ παρρησιαζόμενον ἐλαφρῶς καὶ ἀλύπως ὑπομένομεν, πιστεύοντες καὶ ἀγαπῶντες ὡς ἀναγκαίως ψέγοντα τὸν ἡδέως ἐπαινοῦντα.
- εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ