Quomodo adulator ab amico internoscatur

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

τῷ σφόδρα φιλεῖν ἑαυτόν, ὦ Ἀντίοχε Φιλόπαππε , φάσκοντι συγγνώμην μὲν ἅπαντας ὁ Πλάτων[*](Πλάτων] Legg. p. 731 d e) διδόναι φησί, κακίαν δὲ σὺν πολλαῖς; ἄλλαις ἐγγίγνεσθαι μεγίστην, ὑφʼ ἧς οὐκ ἔστιν αὑτοῦ κριτὴν δίκαιον οὐδʼ ἀδέκαστον εἶναι· τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον ἂν μή τις μαθὼν ἐθισθῇ τὰ καλὰ τιμᾶν καὶ διώκειν μᾶλλον ἢ τὰ συγγενῆ καὶ οἰκεῖα. τοῦτο τῷ κόλακι πολλὴν μεταξὺ τῆς φιλίας εὐρυχωρίαν δίδωσιν, ὁρμητήριον ἐφʼ ἡμᾶς εὐφυὲς ἔχοντι τὴν φιλαυτίαν, διʼ ἣν αὐτὸς αὑτοῦ κόλαξ ἕκαστος ὢν πρῶτος καὶ μέγιστος οὐ χαλεπῶς προσίεται τὸν ἔξωθεν ὧν οἴεται καὶ βούλεται. μάρτυν ἅμʼ αὐτῷ καὶ βεβαιωτὴν προσγιγνόμενον. ὁ γὰρ λοιδορούμενος φιλοκόλαξ σφόδρα φίλαυτός ἐστι, διʼ εὔνοιαν ἑαυτῷ πάντα μὲν ὑπάρχειν βουλόμενος πάντα δʼ οἰόμενος ὧν ἡ μὲν βούλησις οὐκ ἄτοπος ἡ δʼ οἴησις ἐπισφαλὴς καὶ δεομένη

πολλῆς εὐλαβείας. εἰ δὲ δὴ θεῖον ἡ ἀλήθεια καὶ πάντων μὲν ἀγαθῶν θεοῖς πάντων δʼ ἀνθρώποις ἀρχὴ κατὰ Πλάτωνα,[*](Πλάτωνα] Legg. p. 730 c) κινδυνεύει θεοῖς ἐχθρὸς ὁ κόλαξ εἶναι , τῷ δὲ Πυθίῳ διαφερόντως. ἀντιτάττεται γὰρ ἀεὶ πρὸς τὸ γνῶθι σαυτόν, ἀπάτην ἑκάστῳ πρὸς ἑαυτὸν ἐμποιῶν καὶ ἄγνοιαν ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν ἀγαθῶν καὶ κακῶν, τὰ μὲν ἐλλιπῆ καὶ ἀτελῆ τὰ δʼ ὅλως ἀνεπανόρθωτα ποιῶν.