Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
ἔτι τοίνυν ὥσπερ ἔνιοι τὴν ζωγραφίαν σιωπῶσαν ἀπεφήναντο ποιητικήν, οὕτως ἔστι τις κολακείας σιωπώσης ἔπαινος. ὥσπερ γὰρ οἱ θηρεύοντες ἂν μὴ τοῦτο ποιεῖν ἀλλʼ ὁδοιπορεῖν ἢ νέμειν ἢ γεωργεῖν δοκῶσι, μᾶλλον τὰ θηρευόμενα
λανθάνουσιν, οὕτως οἱ κόλακες ἅπτονται μάλιστα τοῖς ἐπαίνοις, ὅταν ἐπαινεῖν μὴ δοκῶσιν ἀλλʼ ἕτερόν τι πράττειν. ὁ γὰρ ἕδρας εἴκων καὶ κλισίας ἐπιόντι καὶ λέγων πρὸς δῆμον ἢ βουλὴν ἂν αἴσθηταί τινα τῶν πλουσίων βουλόμενον εἰπεῖν, ἀποσιωπῶν μεταξὺ καὶ παραδιδοὺς τὸ βῆμα καὶ τὸν λόγον ἐνδείκνυται σιωπῶν μᾶλλον τοῦ βοῶντος ὅτι κρείττονα νομίζει καὶ διαφέροντα τῷ φρονεῖν ἐκεῖνον. ὅθεν ὁρᾶν ἔστιν αὐτοὺς ἕδρας τε τὰς πρώτας ἐν ἀκροάσεσι καὶ θεάτροις καταλαμβάνοντας, οὐχ ὅτι τούτων ἀξιοῦσιν αὑτούς, ἀλλʼ ὅπως ὑπεξιστάμενοι τοῖς πλουσίοις κολακεύωσι· καὶ λόγου κατάρχοντας ἐν συνόδοις καὶ συνεδρίοις, εἶτα παραχωροῦντας ὡς κρείττοσι καὶ μετατιθεμένους ῥᾷστα πρὸς τοὐναντίον, ἄνπερ ᾖ δυνατὸς ἢ πλούσιος ἢ ἔνδοξος ὁ ἀντιλέγων. ᾧ καὶ μάλιστα δεῖ τὰς τοιαύτας ὑποκατακλίσεις καὶ ἀναχωρήσεις ἐξελέγχειν, οὐκ ἐμπειρίαις οὐδʼ ἀρεταῖς οὐδʼ ἡλικίαις ὑφιεμένων ἀλλὰ πλούτοις καὶ δόξαις. Ἀπελλῆς μὲν γὰρ ὁ ζωγράφος, Μεγαβύζου παρακαθίσαντος αὐτῷ καὶ περὶ γραμμῆς τι καὶ σκιᾶς βουλομένου λαλεῖν, ὁρᾷς ἔφη τὰ παιδάρια ταυτὶ τὰ τὴν μηλίδα τρίβοντα; πάνυ σοι προσεῖχε τὸν νοῦν σιωπῶντι, καὶ τὴν πορφύραν ἐθαύμαζε καὶ τὰ χρυσία· νῦν δέ σου καταγελᾷ περὶ ὧν οὐ μεμάθηκας ἀρξαμένου λαλεῖν καὶ Σόλων, Κροίσου περὶ εὐδαιμονίας πυνθανομένου , Τέλλον τινὰ τῶν οὐκ ἐπιφανῶν Ἀθήνησι καὶ Κλέοβιν καὶ Βίτωνα ἀπέφηνεν εὐποτμοτέρους. οἱ δὲ κόλακες τοὺς βασιλεῖς καὶ πλουσίους καὶ ἄρχοντας οὐκ ὀλβίους μόνον καὶ μακαρίους ἀλλὰ καὶ φρονήσει καὶ τέχνῃ καὶ ἀρετῇ πάσῃ πρωτεύοντας ἀναγορεύουσιν.