Quomodo adulator ab amico internoscatur

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

ἕτεροι τοίνυν, ὥσπερ οἱ ζωγράφοι τὰ φωτεινὰ καὶ λαμπρὰ τοῖς σκιεροῖς καὶ σκοτεινοῖς ἐπιτείνουσιν ἐγγὺς παρατιθεμένοις, οὕτω τῷ ψέγειν τἀναντία καὶ λοιδορεῖν ἢ διασύρειν καὶ καταγελᾶν λανθάνουσι τὰ προσόντα κακὰ τοῖς κολακευομένοις ἐπαινοῦντες καὶ τρέφοντες. σωφροσύνην τε γὰρ ὡς

ἀγροικίαν ψέγουσιν ἐν ἀσώτοις, κἀν[*](κάν scripsi: καὶ ) πλεονέκταις καὶ κακούργοις καὶ πλουτοῦσιν ἀπὸ πραγμάτων αἰσχρῶν καὶ πονηρῶν αὐτάρκειάν τε[*](τε H: δὲ ) καὶ δικαιοσύνην ὡς ἀτολμίαν καὶ ἀρρωστίαν πρὸς τὸ πράττειν· ὅταν δὲ ῥᾳθύμοις σχολασταῖς καὶ τὰ μέσα φεύγουσι τῶν πόλεων ὁμιλῶσιν, οὐκ αἰσχύνονται πολιτείαν μὲν ἀλλοτριοπραγίαν ἐπίπονον, φιλοτιμίαν δὲ κενοδοξίαν ἄκαρπον ὀνομάζοντες. ἤδη δὲ καὶ ῥήτορος ἔστιν ὅτε κολακεία διασύρει φιλόσοφον, καὶ παρὰ γυναιξὶν ἀκολάστοις εὐδοκιμοῦσιν[*](εὐδοκιμοῦσιν οἱ H: εὐδοκιμοῦσι ) οἱ τὰς μονολεχεῖς καὶ φιλάνδρους ἀναφροδίτους καὶ ἀγροίκους ἀποκαλοῦντες. ὑπερβάλλει δὲ μοχθηρίᾳ τὸ μηδʼ ἑαυτῶν ἀπέχεσθαι τοὺς κόλακας. ὡς γὰρ οἱ παλαισταὶ τὸ σῶμα ποιοῦσι ταπεινόν, ὅπως ἑτέρους καταβάλωσιν , οὕτω τῷ ψέγειν ἑαυτοὺς εἰς τὸ θαυμάζειν τοὺς πλησίον ὑπορρέουσιν. ἀνδράποδόν εἰμι δειλὸν ἐν θαλάσσῃ, πρὸς τοὺς πόνους ἀπαγορεύω, μαίνομαι κακῶς ἀκούσας ὑπʼ ὀργῆς ἀλλὰ τούτῳ φησὶν οὐδέν ἐστι δεινόν, οὐδὲν πονηρόν, ἀλλʼ ἴδιος ἄνθρωπος,[*](ἄνθρωπος H) πάντα πράως φέρει, πάντʼ ἀλύπως. ἂν δʼ ᾖ τις οἰόμενος πολὺν ἔχειν νοῦν καὶ βουλόμενος αὐστηρὸς εἶναι καὶ αὐθέκαστος ὑπὸ δή τινος ὀρθότητος ἀεὶ προβάλληται τὸ
  1. Τυδείδη, μήτʼ ἄρ με μάλʼ αἴνεε μήτε τι νείκει,
  2. [*](Homer, K 249)
οὐ ταύτῃ πρόσεισιν ὁ τεχνίτης κόλαξ, ἀλλʼ ἔστι τις ἑτέρα μηχανὴ πρὸς τὸν τοιοῦτον. ἥκει γὰρ αὐτῷ περὶ πραγμάτων ἰδίων ὡς δὴ φρονήσει περισσοτέρῳ
συμβουλευσόμενος, καί φησι μᾶλλον μὲν ἑτέρους ἔχειν συνήθεις, ἐνοχλεῖν δʼ ἀναγκαίως ἐκείνῳ· ποῖ[*](ποῖ H: ποῦ ) γὰρ καταφύγωμεν οἱ γνώμης δεόμενοι, τίνι δὲ πιστεύσωμεν; εἶτʼ ἀκούσας ὅ τι ἂν εἴπῃ , χρησμὸν εἰληφέναι φήσας οὐ γνώμην ἄπεισιν. ἂν δὲ καὶ λόγων τινὸς ἐμπειρίας ὁρᾷ μεταποιούμενον, ἔδωκέ τι τῶν αὑτῷ γεγραμμένων, ἀναγνῶναι καὶ διορθῶσαι κελεύσας. Μιθριδάτῃ δὲ τῷ βασιλεῖ φιλιατροῦντι καὶ τεμεῖν ἔνιοι καὶ καῦσαι παρέσχον αὑτοὺς τῶν ἑταίρων, ἔργῳ κολακεύοντες οὐ λόγῳ· μαρτυρεῖσθαι γὰρ ἐμπειρίαν ἐδόκει πιστευόμενος ὑπʼ αὐτῶν.
  1. πολλαὶ μορφαὶ τῶν δαιμονίων,
  2. [*](Eurip. Alc. 1159 et passim)
τὸ δὲ γένος τοῦτο τῶν ἀρνουμένων ἐπαίνων πανουργοτέρας δεόμενον εὐλαβείας ἐλεγκτέον ἐπίτηδες ἀτόπους ἐκτάττοντα[*](ἐκτάττοντα] πλάττοντα Hirschigius) συμβουλίας καὶ ὑποθήκας, καὶ διορθώσεις ποιούμενον ἀλόγους. πρὸς μηδὲν γὰρ ἀντιλέγων, ἀλλὰ πᾶσι συνεπινεύων καὶ δεχόμενος[*](ἀποδεχόμενος ρ) πάντα καὶ βοῶν παρʼ ἕκαστον ὡς εὖ καὶ καλῶς, γίγνεται καταφανὴς
  1. σύνθημʼ ἐρωτῶν, ἄλλο μαστεύων χρέος,
  2. [*](Nauck. p. 297)
ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος