Quomodo adulator ab amico internoscatur
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
τῷ σφόδρα φιλεῖν ἑαυτόν, ὦ Ἀντίοχε Φιλόπαππε , φάσκοντι συγγνώμην μὲν ἅπαντας ὁ Πλάτων[*](Πλάτων] Legg. p. 731 d e) διδόναι φησί, κακίαν δὲ σὺν πολλαῖς; ἄλλαις ἐγγίγνεσθαι μεγίστην, ὑφʼ ἧς οὐκ ἔστιν αὑτοῦ κριτὴν δίκαιον οὐδʼ ἀδέκαστον εἶναι· τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον ἂν μή τις μαθὼν ἐθισθῇ τὰ καλὰ τιμᾶν καὶ διώκειν μᾶλλον ἢ τὰ συγγενῆ καὶ οἰκεῖα. τοῦτο τῷ κόλακι πολλὴν μεταξὺ τῆς φιλίας εὐρυχωρίαν δίδωσιν, ὁρμητήριον ἐφʼ ἡμᾶς εὐφυὲς ἔχοντι τὴν φιλαυτίαν, διʼ ἣν αὐτὸς αὑτοῦ κόλαξ ἕκαστος ὢν πρῶτος καὶ μέγιστος οὐ χαλεπῶς προσίεται τὸν ἔξωθεν ὧν οἴεται καὶ βούλεται. μάρτυν ἅμʼ αὐτῷ καὶ βεβαιωτὴν προσγιγνόμενον. ὁ γὰρ λοιδορούμενος φιλοκόλαξ σφόδρα φίλαυτός ἐστι, διʼ εὔνοιαν ἑαυτῷ πάντα μὲν ὑπάρχειν βουλόμενος πάντα δʼ οἰόμενος ὧν ἡ μὲν βούλησις οὐκ ἄτοπος ἡ δʼ οἴησις ἐπισφαλὴς καὶ δεομένη
πολλῆς εὐλαβείας. εἰ δὲ δὴ θεῖον ἡ ἀλήθεια καὶ πάντων μὲν ἀγαθῶν θεοῖς πάντων δʼ ἀνθρώποις ἀρχὴ κατὰ Πλάτωνα,[*](Πλάτωνα] Legg. p. 730 c) κινδυνεύει θεοῖς ἐχθρὸς ὁ κόλαξ εἶναι , τῷ δὲ Πυθίῳ διαφερόντως. ἀντιτάττεται γὰρ ἀεὶ πρὸς τὸ γνῶθι σαυτόν, ἀπάτην ἑκάστῳ πρὸς ἑαυτὸν ἐμποιῶν καὶ ἄγνοιαν ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν ἀγαθῶν καὶ κακῶν, τὰ μὲν ἐλλιπῆ καὶ ἀτελῆ τὰ δʼ ὅλως ἀνεπανόρθωτα ποιῶν.εἰ μὲν οὖν, ὡς τὰ πλεῖστα τῶν ἄλλων κακῶν, κόλαξ ἥπτετο μόνον ἢ μάλιστα τῶν ἀγεννῶν καὶ φαύλων, οὐκ ἂν ἦν οὕτω δεινὸν οὐδὲ δυσφύλακτον· ἐπεὶ δʼ ὥσπερ οἱ θρῖπες ἐνδύονται μάλιστα τοῖς ἁπαλοῖς καὶ γλυκέσι ξύλοις, οὕτω τὰ φιλότιμα τῶν ἠθῶν καὶ χρηστὰ καὶ ἐπιεικῆ τὸν κόλακα δέχεται καὶ τρέφει προσφυόμενον, ἔτι δʼ ὥσπερ ὁ Σιμωνίδης[*](Σιμωνίδης] Bergk. 3 p. 393) τὴν ἱπποτροφίαν φησὶν οὐ Ζακύνθῳ ὀπαδεῖν ἀλλʼ ἀρούραισι πυροφόροις, οὕτω τὴν κολακείαν ὁρῶμεν οὐ πένησιν οὐδʼ ἀδόξοις οὐδʼ ἀδυνάτοις ἀκολουθοῦσαν, ἀλλʼ οἴκων τε καὶ πραγμάτων μεγάλων ὀλίσθημα καὶ νόσημα γιγνομένην, πολλάκις δὲ καὶ βασιλείας καὶ ἡγεμονίας ἀνατρέπουσαν· οὐ μικρὸν ἔργον ἐστὶν οὐδὲ φαύλης δεόμενον προνοίας ἡ περὶ αὐτὴν ἐπίσκεψις, ὡς ἂν μάλιστα περίφωρος οὖσα μὴ βλάπτῃ μηδὲ διαβάλλῃ[*](βλάπτῃ — διαβάλλῃ H: βλάπτοι — διαβάλλοι ) τὴν φιλίαν. οἱ μὲν γὰρ φθεῖρες ἀπίασιν ἀπὸ τῶν τελευτώντων καὶ ἀπολείπουσι τὰ σώματα σβεννυμένου τοῦ αἵματος ἐξ οὗ τρέφονται, τοὺς δὲ κόλακας οὐδʼ ὅλως ἰδεῖν ἔστι
πράγμασι ξηροῖς καὶ κατεψυγμένοις προσιόντας, ἀλλὰ ταῖς δόξαις καὶ ταῖς δυνάμεσιν ἐπιτίθενται καὶ αὔξονται, ταχὺ δʼ ἐν ταῖς μεταβολαῖς ὑπορρέουσιν, ἀλλὰ τὴν τότε πεῖραν οὐ δεῖ περιμένειν ἀνωφελῆ, μᾶλλον δὲ βλαβερὰν καὶ οὐκ ἀκίνδυνον οὖσαν. χαλεπὴ γὰρ ἐν καιρῷ δεομένῳ φίλων ἡ τῶν μὴ φίλων αἴσθησις, ἀντικαταλλαγὴν οὐκ ἔχουσα χρηστοῦ καὶ βεβαίου πρὸς ἀβέβαιον καὶ κίβδηλον. ἀλλʼ ὥσπερ νόμισμα δεῖ τὸν φίλον ἔχειν πρὸ τῆς χρείας δεδοκιμασμένον, μὴ ὑπὸ τῆς χρείας ἐλεγχόμενον. οὐ γὰρ δεῖ βλαβέντας αἰσθέσθαι, ἀλλʼ ὅπως μὴ βλαβῶμεν ἐμπειρίαν λαβεῖν καὶ κατανόησιν τοῦ κόλακος· εἰ δὲ μή, ταὐτὸ πεισόμεθα τοῖς αἰσθανομένοις τῷ προγεγεῦσθαι τῶν θανασίμων φαρμάκων εἰς τὴν κρίσιν ἀπολλύντες ἑαυτοὺς καὶ διαφθείροντες. οὔτε γὰρ δὴ τούτους ἐπαινοῦμεν οὔθʼ ὅσοι τὸν φίλον εἰς τὸ καλὸν τιθέμενοι καὶ ὠφέλιμον οἴονται τοὺς κεχαρισμένως ὁμιλοῦντας εὐθὺς ἔχειν ἐπʼ αὐτοφώρῳ κόλακας εἰλημμένους. οὐδὲ γὰρ ἀηδὴς ὁ φίλος οὐδʼ ἄκρατος, οὐδὲ τῷ πικρῷ σεμνὸν ἡ φιλία καὶ αὐστηρῷ, ἀλλʼ αὐτὸ δὴ τοῦτο τὸ καλὸν καὶ τὸ σεμνὸν αὐτῆς ἡδὺ καὶ ποθούμενόν ἐστι,καὶ οὐ δυστυχοῦντι μόνον
- πὰρ δʼ αὐτῇ Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔθεντο,
[*](Hesiod. Theog. 64)
κατʼ Εὐριπίδην,[*](Εὐριπίδην] Ion. 732) ἀλλʼ οὐδὲν ἧττον τοῖς ἀγαθοῖς ἡδονὴν ἐπιφέρουσα καὶ χάριν ἢ τῶν κακῶν ἀφαιροῦσα τὰς λύπας καὶ τὰς ἀπορίας παρέπεται. καὶ καθάπερ ὁ Εὔηνος εἶπε, τῶν ἡδυσμάτων τὸ πῦρ εἶναι κράτιστον, οὕτω τῷ βίῳ μίξας τὴν φιλίαν ὁ θεὸς ἅπαντα φαιδρὰ καὶ γλυκέα καὶ προσφιλῆ ταύτης παρούσης καὶ συναπολαυούσης ἐποίησεν. ἐπεὶ πῶς ἂν ὁ κόλαξ ὑπεδύετο ταῖς ἡδοναῖς, εἰ τὴν φιλίαν ἑώρα τὸ ἡδὺ μηδαμοῦ προσιεμένην; οὐκ ἔστιν εἰπεῖν. ἀλλʼ ὥσπερ τὰ ψευδόχρυσα καὶ τὰ κίβδηλα τὴν λαμπρότητα τοῦ χρυσοῦ καὶ τὸ γάνωμα μιμεῖται μόνον, οὕτως ἔοικεν ὁ κόλαξ τοῦ φίλου τὸ ἡδὺ καὶ κεχαρισμένον ἐκμιμούμενος ἀεὶ παρέχειν ἱλαρὸν καὶ ἀνθηρὸν καὶ πρὸς μηδὲν ἀντιβαίνοντα μηδʼ ὑπεναντιούμενον ἑαυτόν, ὅθεν οὐδὲ τοὺς ἐπαινοῦντας εὐθὺς ὡς κολακεύοντας ἁπλῶς ὑφορατέον ἔπαινος γὰρ οὐχ ἧττον ἐν καιρῷ ψόγου φιλίᾳ προσήκει, μᾶλλον δὲ τὸ μὲν δύσκολον ὅλως καὶ μεμψίμοιρον ἄφιλον καὶ ἀνομίλητον, τῆς δʼ ἀφθόνως καὶ προθύμως τὸν ἐπὶ τοῖς καλοῖς ἀποδιδούσης ἔπαινον εὐνοίας καὶ τὸ νουθετοῦν αὖθις καὶ παρρησιαζόμενον ἐλαφρῶς καὶ ἀλύπως ὑπομένομεν, πιστεύοντες καὶ ἀγαπῶντες ὡς ἀναγκαίως ψέγοντα τὸν ἡδέως ἐπαινοῦντα.
- εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ
χαλεπὸν οὖν φαίη τις ἄν ἐστι διακρῖναι τὸν κόλακα καὶ τὸν φίλον, εἰ μήθʼ ἡδονῇ μήτʼ ἐπαίνῳ διαφέρουσι· καὶ γὰρ ἐν ὑπουργίαις καὶ διακονίαις πολλάκις ἰδεῖν ἐστι τὴν φιλίαν ὑπὸ τῆς κολακείας παρατρεχομένην. τί δʼ οὐ μέλλει, φήσομεν, ἂν τὸν ἀληθινὸν κόλακα καὶ μετὰ δεινότητος καὶ τέχνης ἁπτόμενον τοῦ πράγματος διώκωμεν, ἀλλὰ μή, καθάπερ οἱ πολλοί, τοὺς αὐτοληκύθους τούτους
λεγομένους καὶ τραπεζέας καὶ μετὰ τὸ κατὰ χειρὸς ὕδωρ ἀκουομένους ὥς τις εἶπε κόλακας νομίζωμεν, ὧν ἐν μιᾷ λοπάδι καὶ κύλικι μετὰ βωμολοχίας καὶ βδελυρίας ἡ ἀνελευθερία γίγνεται κατάδηλος; οὐ γὰρ δήπου Μελάνθιον ἔδει τὸν Ἀλεξάνδρου τοῦ Φεραίου παράσιτον ἐξελέγχειν, ὃς τοῖς ἐρωτῶσι πῶς Ἀλέξανδρος ἐσφάγη διὰ τῆς πλευρᾶς ἔλεγεν εἰς τὴν γαστέρα τὴν ἐμήν, οὐδὲ τοὺς ἀμφὶ πλουσίαν τράπεζαν ἐγκυκλουμένους, οὓς οὐ πῦρ[*](οὐ πῦρ] p. 778 e: οὔτε πῦρ. Cf. Meinek. II p. 487) οὐ σίδαρος οὐδὲ χαλκὸς εἴργει μὴ φοιτᾶν ἐπὶ δεῖπνον, οὐδὲ τὰς ἐν Κύπρῳ κολακίδας, ἐπειδὴ διέβησαν εἰς Συρίαν, κλιμακίδας προσαγορευθείσας, ὅτι ταῖς γυναιξὶ τῶν βασιλέων ἀναβαίνειν ἐπὶ τὰς ἁμάξας διʼ αὑτῶν ὑποκατακλινόμεναι παρεῖχον.τίνα οὖν δεῖ φυλάττεσθαι; τὸν μὴ δοκοῦντα μηδʼ ὁμολογοῦντα κολακεύειν, ὃν οὐκ ἔστι λαβεῖν περὶ τοὐπτανεῖον, οὐδʼ ἁλίσκεται σκιὰν καταμετρῶν ἐπὶ[*](ἐπι] τὴν ἐπὶ τὸ H) δεῖπνον, οὐδʼ ἔρριπται μεθυσθεὶς ὅπως ἔτυχεν, ἀλλὰ νήφει τὰ πολλὰ καὶ πολυπραγμονεῖ καὶ πράξεων μετέχειν οἴεται δεῖν καὶ λόγων ἀπορρήτων βούλεται κοινωνὸς εἶναι, καὶ ὅλως τραγικός ἐστιν οὐ σατυρικὸς φιλίας ὑποκριτὴς οὐδὲ κωμικός. ὡς γὰρ ὁ Πλάτων[*](Πλάτων] Rep. p. 361 a) φησὶν ἐσχάτης ἀδικίας εἶναι δοκεῖν δίκαιον μὴ ὄντα, καὶ κολακείαν ἡγητέον χαλεπὴν τὴν λανθάνουσαν οὐ τὴν ὁμολογοῦσαν, οὐδὲ τὴν παίζουσαν ἀλλὰ τὴν σπουδάζουσαν αὕτη γὰρ ἀναπίμπλησι καὶ τὴν ἀληθινὴν φιλίαν ἀπιστίας,
συνεμπίπτουσαν αὐτῇ πολλάκις, ἂν μὴ προσέχωμεν. ὁ μὲν οὖν Γωβρύης εἰς σκοτεινὸν οἴκημα τῷ μάγῳ φεύγοντι συνεισπεσὼν καὶ γενόμενος ἐν διαπάλαις ἐπιστάντα καὶ διαποροῦντα τὸν Δαρεῖον ἐκέλευσεν ὠθεῖν καὶ διʼ ἀμφοτέρων· ἡμεῖς δέ, εἰ μηδαμῆ μηδαμῶς ἐπαινοῦμεν τὸ ἐρρέτω[*](ἐρρέτω] Nauck. p. 696) φίλος σὺν ἐχθρῷ, διὰ πολλῶν ὁμοιοτήτων τὸν κόλακα τῷ φίλῳ συμπεπλεγμένον ἀποσπάσαι ζητοῦντες ὀφείλομεν εὖ μάλα φοβεῖσθαι μή πως ἢ τῷ κακῷ τὸ χρήσιμον συνεκβάλωμεν ἢ φειδόμενοι τοῦ οἰκείου τῷ βλάπτοντι περιπέσωμεν. ὥσπερ γὰρ οἶμαι τῶν ἀγρίων σπερμάτων ὅσα καὶ σχῆμα καὶ μέγεθος παραπλήσιον ἔχοντα τῷ πυρῷ συμμέμικται χαλεπὴν ἔχει τὴν ἀποκάθαρσιν γὰρ οὐ διεκπίπτει τῶν στενοτέρων πόρων ἢ συνεκπίπτει διὰ τῶν ἀραιῶν, οὕτως ἡ κολακεία τῆς φιλίας εἰς πᾶν πάθος καὶ πᾶν κίνημα καὶ χρείαν καὶ συνήθειαν ἑαυτὴν καταμιγνύουσα δυσχώριστός ἐστιν.ὅτι μέντοι γε πάντων ἥδιστόν ἐστιν ἡ φιλία καὶ οὐδὲν ἄλλο μᾶλλον εὐφραίνει, διὰ τοῦτο καὶ ὁ κόλαξ ἡδοναῖς ὑπάγεται καὶ περὶ ἡδονάς ἐστιν. ὅτι δʼ ἡ χάρις καὶ ἡ χρεία τῇ φιλίᾳ παρέπεται καθʼ ὃ δὴ καὶ λέγεται πυρὸς καὶ ὕδατος ὁ φίλος ἀναγκαιότερος εἶναι, διὰ τοῦτʼ ἐμβάλλων εἰς τὰς ὑπουργίας ἑαυτὸν ὁ κόλαξ ἁμιλλᾶται σπουδαστικὸς ἀεὶ φαίνεσθαι καὶ ἄοκνος καὶ πρόθυμος. ἐπεὶ δὲ τὸ μάλιστα φιλίας ἀρχὴν συνέχον ὁμοιότης ἐστὶν ἐπιτηδευμάτων καὶ ἠθῶν, καὶ ὅλως τὸ χαίρειν τε τοῖς αὐτοῖς
καὶ τὸ ταὐτὰ φεύγειν πρῶτον εἰς ταὐτὸ συνάγει καὶ συνίστησι διὰ τῆς ὁμοιοπαθείας, τοῦτο κατιδὼν ὁ κόλαξ αὑτὸν ὥσπερ ὕλην τινὰ ῥυθμίζει καὶ σχηματίζει, περιαρμόσαι καὶ περιπλάσαι ζητῶν οἷς ἂν ἐπιχειρῇ διὰ μιμήσεως, ὑγρὸς ὢν μεταβάλλεσθαι καὶ πιθανὸς ἐπὶ τὰς ἐξομοιώσεις, ὥστʼ εἰπεῖνὃ δὲ πάντων ἐστὶν αὐτοῦ πανουργότατον , αἰσθανόμενος τὴν παρρησίαν καὶ λεγομένην καὶ δοκοῦσαν ἰδίαν εἶναι φωνὴν ὥσπερ τινὸς ζῴου τῆς φιλίας, τὸ δʼ ἀπαρρησίαστον ἄφιλον καὶ ἀγεννές, οὐδὲ ταύτην ἀμίμητον ἀπολέλοιπεν, ἀλλʼ ὥσπερ οἱ δεινοὶ τῶν ὀψοποιῶν τοῖς πικροῖς χυμοῖς καὶ αὐστηροῖς ἡδύσμασι χρῶνται, τῶν γλυκέων ἀφαιροῦντες τὸ πλήσμιον, οὕτως οἱ κόλακες οὐκ ἀληθινὴν οὐδʼ ὠφέλιμον ἀλλʼ οἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν προσφέρουσιν. ἔστι μὲν οὖν διὰ ταῦτα δυσφώρατος ὁ ἀνήρ, ὥσπερ τῶν θηρίων ὅσα πεφυκότα τὴν χρόαν τρέπεσθαι συναφομοιοῦται τοῖς ὑποκειμένοις χρώμασι καὶ χωρίοις· ἐπεὶ δʼ ἐκεῖνος ἐξαπατᾷ τε καὶ περικαλύπτεται ταῖς ὁμοιότησιν, ἡμέτερον ἔργον ἐστὶ ταῖς διαφοραῖς ἀνακαλύπτειν καὶ ἀπογυμνοῦν αὐτὸν ἀλλοτρίοις χρώμασι καὶ σχήμασιν, φησιν ὁ Πλάτων,[*](Πλάτων] Phaedr. p. 239 d) χήτει οἰκείων κοσμούμενον
- οὐ παῖς Ἀχιλλέως, ἀλλʼ ἐκεῖνος αὐτὸς εἶ
[*](Nauck. p. 696)
εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δʼ
αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφʼ ἧς καὶ ταῦτʼ εἴρηταιεἰδὼς οὖν ὁ κόλαξ ὅτι τὸ χαίρειν τοῖς ὁμοίοις καὶ τὸ χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ πρῶτον ἐπιχειρεῖ πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς τοῖς αὐτοῖς ἐπιτηδεύμασι καὶ διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ ψαύοντι τιθασὸς γένηται καὶ συνήθης, ψέγων μὲν οἷς ἐκεῖνον αἰσθάνεται πράγμασι καὶ βίοις καὶ ἀνθρώποις ἀχθόμενον, ἐπαινέτης δὲ τῶν ἀρεσκόντων . οὐ μέτριος ἀλλʼ ὥσθʼ ὑπερβάλλειν σὺν ἐκπλήξει καὶ θαύματι, φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν ὡς κρίσει μᾶλλον ἢ πάθει γιγνόμενον.
- γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει,[*](Nauck. p. 696)
- παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή,
- νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ
- ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ
πῶς οὖν ἐλέγχεται καὶ τίσιν ἁλίσκεται διαφοραῖς, οὐκ ὢν ὅμοιος οὐδὲ γιγνόμενος ἀλλὰ μιμούμενος ὅμοιον; πρῶτον μὲν ὁρᾶν δεῖ τὴν ὁμαλότητα τῆς προαιρέσεως καὶ τὸ ἐνδελεχές, εἰ χαίρει τε τοῖς αὐτοῖς ἀεὶ καὶ ταὐτὰ ἐπαινεῖ καὶ πρὸς ἓν ἀπευθύνει καὶ καθίστησι παράδειγμα τὸν ἑαυτοῦ βίον, ὥσπερ ἐλευθέρῳ φιλίας ὁμοιοτρόπου καὶ συνηθείας ἐραστῇ προσήκει. τοιοῦτος γὰρ ὁ φίλος. ὁ δὲ κόλαξ ἅτε
δὴ μίαν ἑστίαν ἤθους οὐκ ἔχων μόνιμον οὐδʼ ἑαυτῷ βίον ζῶν αἱρετόν, ἀλλʼ ἑτέρῳ καὶ πρὸς ἕτερον πλάττων καὶ προσαρμόττων ἑαυτόν, οὐχ ἁπλοῦς οὐδʼ εἷς ἀλλὰ παντοδαπός ἐστι καὶ ποικίλος, εἰς ἄλλον ἐξ ἄλλου τόπον ὥσπερ τὸ μετερώμενον[*](μετερώμενον Lobeckius: μεταιρόμενον ) ὕδωρ περιρρέων ἀεὶ καὶ συσχηματιζόμενος τοῖς ὑποδεχομένοις. ὁ μὲν γὰρ πίθηκος, ὡς ἔοικε μιμεῖσθαι τὸν ἄνθρωπον ἐπιχειρῶν ἁλίσκεται συγκινούμενος καὶ συνορχούμενος, ὁ δὲ κόλαξ αὐτὸς ἑτέρους ἐπάγεται καὶ παλεύει, μιμούμενος οὐχ ὁμοίως ἅπαντας ἀλλὰ τῷ μὲν συνορχούμενος καὶ συνᾴδων, τῷ δὲ συμπαλαίων καὶ συγκονιόμενος θηρατικοῦ δὲ καὶ κυνηγετικοῦ λαβόμενος μονονοὺ τὰ τῆς Φαίδρας ἀναβοῶν ἕπεταικαὶ οὐδὲν αὐτῷ πρᾶγμα πρὸς τὸ θηρίον, ἀλλʼ αὐτὸν ἐκσαγηνεύει καὶ περιβάλλεται τὸν κυνηγόν. ἂν δὲ θηρεύῃ φιλόλογον καὶ φιλομαθῆ νέον, αὖθις ἐν βιβλίοις ἐστὶ καὶ πώγων ποδήρης καθεῖται καὶ τριβωνοφορία τὸ χρῆμα καὶ ἀδιαφορία, καὶ διὰ στόματος οἵ τε ἀριθμοὶ καὶ τὰ ὀρθογώνια τρίγωνα Πλάτωνος. εἴ τε[*](εἴ τε H: εἰτε ) ῥᾴθυμός τις ἐμπέπαικεν αὖθις καὶ φιλοπότης καὶ πλούσιος,
- πρὸς θεῶν ἔραμαι κυσὶ θωΰξαι[*](Eur. Hipp. 218)
- βαλιαῖς ἐλάφοις ἐγχριπτόμενος,
ἔρριπται μὲν ὁ τρίβων, κατακείρεται δʼ ὁ πώγων ὥσπερ ἄκαρπον θέρος, ψυκτῆρες δὲ καὶ φιάλαι καὶ γέλωτες ἐν περιπάτοις καὶ σκώμματα πρὸς τοὺς φιλοσοφοῦντας, ὥσπερ ἐν Συρακούσαις φασίν, ὁπηνίκα Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων· ἐπεὶ δὲ προσέκρουσε Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν φιλοσοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν καὶ ἀκολασταίνειν ἧκε φερόμενος, ἀθρόως ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν,[*](καὶ τὰ τῶν δημαγωγῶν] del. H. τῶν δημαγωγῶν Sauppius. Mihi sana videntur) ὧν ὁ μέγιστος Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετʼ εὐτραπελίας ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι, κειρόμενος ἐν χρῷ καὶ τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολεμῶν καὶ πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο, τρυφῇ καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδημαγώγει καὶ καθωμίλει τῷ συναφομοιοῦν καὶ συνοικειοῦν ἑαυτὸν ἅπασιν. οὐ μὴν τοιοῦτος Ἐπαμεινώνδας οὐδʼ Ἀγησίλαος, ἀλλὰ πλείστοις ὁμιλήσαντες ἀνθρώποις καὶ πόλεσι καὶ βίοις τὸ προσῆκον ἦθος αὑτοῖς πανταχοῦ καὶ στολῇ καὶ διαίτῃ καὶ λόγῳ καὶ βίῳ διεφύλαττον. οὕτω καὶ Πλάτων ἐν Συρακούσαις οἷος ἐν Ἀκαδημείᾳ, καὶ πρὸς Διονύσιον οἷος πρὸς Δίωνα.
- αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς ,
[*](Homer. Χ 1)
τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις αὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι, καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον βίον,
οἷς δʼ ἤχθετο πράγμασιν ἢ διαίταις ἢ λόγοις ὡς ἀρέσκοντας ἐξαίφνης προσιέμενος. ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδʼ ἴδιον οὐδʼ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον, ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. τοιοῦτος γὰρ οἷος, εἰ ψέγοις τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖν βραδέως πεφώρακας τὸν ἄνθρωπον· ἐμοὶ μὲν γὰρ οὐδὲ πρότερον ἤρεσκεν ἂν. δʼ αὖ πάλιν ἐπαινῇς μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πιστεύειν. ἂν δὲ βίον ἀλλακτέον ἕτερον[*](ἑτερον] del. Hirschigius) εἴπῃς, οἷον εἰς ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μεταβαλόμενος, πάλαι γʼ ἐχρῆν φησὶ θορύβων ἡμᾶς ἀπηλλάχθαι καὶ φθόνων ἂν δὲ πάλιν ὁρμᾶν δοκῇς ἐπὶ τὸ πράττειν καὶ λέγειν, ὑπεφώνησεν ἄξια σαυτοῦ φρονεῖς· ἡ δʼ ἀπραγμοσύνη γλυκὺ μέν, ἀλλʼ ἄδοξον καὶ ταπεινόν εὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτονοὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ συνεπικρίνοντος. εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν·
- ἀλλοῖός μοι, ξεῖνε, φάνης[*](ξεῖνε φάνης Homerus π 181: ξεῖνʼ ἐφάνης ) νέον ἠὲ πάροιθεν
ἑτέραν δὲ δεῖ ταῖς ὁμοιώσεσι τοιαύτην παραφυλάττειν διαφοράν; ὁ μὲν[*](ὁ μὲν] ὁ μὲν γὰρ?) ἀληθὴς φίλος οὔτε μιμητής ἐστι πάντων οὔτʼ ἐπαινέτης πρόθυμος, ἀλλὰ τῶν ἀρίστων μόνων·
κατὰ τὸν Σοφοκλέα,[*](Σοφοκλέα] Antig. 533) καὶ νὴ Δία συγκατορθοῦν καὶ συμφιλοκαλεῖν, οὐ συναμαρτάνειν οὐδὲ συρρᾳδιουργεῖν, ἂν μή τις οἷον ὀφθαλμίας ἀπορροὴ καὶ ἀνάχρωσις ἄκοντα διʼ ὁμιλίαν καὶ συνήθειαν ἀναπλήσῃ φαυλότητος ἢ πλημμελείας τινός. ὥς που καὶ Πλάτωνος ἀπομιμεῖσθαί φασι τοὺς συνήθεις τὸ ἐπίκυρτον, Ἀριστοτέλους δὲ τὸν τραυλισμόν, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως τὴν ἔγκλισιν τοῦ τραχήλου καὶ τὴν ἐν τῷ διαλέγεσθαι τραχύτητα τῆς φωνῆς· τὰ γὰρ πολλὰ λανθάνουσιν ἔνιοι καὶ ἀπὸ τῶν ἠθῶν καὶ ἀπὸ τῶν βίων ἀναλαμβάνοντες. ὁ δὲ κόλαξ ἀτεχνῶς τὸ τοῦ χαμαιλέοντος πέπονθεν. ἐκεῖνός τε γὰρ ἁπάσῃ χρόᾳ πλὴν τοῦ λευκοῦ συναφομοιοῦται, καὶ ὁ κόλαξ ἐν τοῖς ἀξίοις σπουδῆς ὅμοιον ἑαυτὸν ἐξαδυνατῶν παρέχειν οὐδὲν ἀπολείπει τῶν αἰσχρῶν ἀμίμητον, ἀλλʼ ὥσπερ οἱ φαῦλοι ζωγράφοι τῶν καλῶν ἐφικνεῖσθαι μὴ δυνάμενοι διʼ ἀσθένειαν ἐν ῥυτίσι καὶ φακοῖς καὶ οὐλαῖς τὰς ὁμοιότητας ἀναφέρουσιν,[*](ἀναφαίνουσιν H malim εἶναι τὸ αἰσχρὸν ) οὕτως ἐκεῖνος ἀκρασίας γίγνεται μιμητής, ε δεισιδαιμονίας ἀκροχολίας, πικρίας πρὸς οἰκέτας, ἀπιστίας πρὸς οἰκείους καὶ συγγενεῖς. φύσει τε γὰρ ἀφʼ ἑαυτοῦ πρὸς τὰ χείρονα κατάντης ἐστί, καὶ δοκεῖ πορρωτάτω τοῦ ψέγειν τὸ αἰσχρὸν εἶναι μιμούμενος. ὕποπτοι γὰρ οἱ τὰ βελτίω ζηλοῦντες[*](ζηλοῦντες R: ζητοῦντες ) καὶ δοκοῦντες ἄχθεσθαι καὶ δυσκολαίνειν τοῖς ἁμαρτήμασι τῶν φίλων· ὃ δὴ καὶ Διονυσίῳ Δίωνα καὶ Σάμιον Φιλίππῳ καὶ Κλεομένη Πτολεμαίῳ διέβαλε καὶ ἀπώλεσεν. ὁ δὲ βουλόμενος εἶναι καὶ δοκεῖν ὁμοίως ἡδὺς ἅμα καὶ πιστὸς τοῖς χείροσι μᾶλλον ὑποκρίνεται χαίρειν, ὡς ὑπὸ τοῦ σφόδρα φιλεῖν οὐδὲ τὰ φαῦλα δυσχεραίνων, ἀλλὰ συμπαθὴς πᾶσι καὶ συμφυὴς γιγνόμενος. ὅθεν οὐδὲ τῶν ἀβουλήτων καὶ τυχηρῶν ἀμοιρεῖν ἀξιοῦσιν, ἀλλὰ καὶ νοσεῖν ὅμοια προσποιοῦνται, κολακεύοντες τοὺς νοσώδεις, καὶ μήτε βλέπειν ὀξὺ μήτʼ ἀκούειν, ἂν ὑποτύφλοις ἢ ὑποκώφοις συνῶσιν, ὥσπερ οἱ Διονυσίου κόλακες ἀμβλυωποῦντες ἐμπίπτοντες ἀλλήλοις καὶ τὰς παροψίδας ἐν τῷ δειπνεῖν καταβάλλοντες ἔνιοι δὲ καὶ μᾶλλον ἁπτόμενοι τῶν παθῶν ἐνδοτέρω ποιοῦσιν ἑαυτούς, καὶ καταμιγνύουσιν ἄχρι τῶν ἀπορρήτων τὰς ὁμοιοπαθείας. αἰσθόμενοι γὰρ ἢ περὶ γάμον δυστυχοῦντας ἢ πρὸς υἱοὺς ἢ πρὸς οἰκείους ὑπόπτως ἔχοντας αὐτοὶ σφῶν αὐτῶν ἀφειδοῦσι καὶ ἀποδύρονται περὶ τέκνων ἰδίων ἢ γυναικὸς ἢ συγγενῶν ἢ οἰκείων, αἰτίας τινὰς ἀπορρήτους ἐξαγορεύοντες ἡ γὰρ ὁμοιότης συμπαθεστέρους ποιεῖ , καὶ μᾶλλον ὥσπερ ὅμηρα δεδεγμένοι προΐενταί τι τῶν ἀπορρήτων αὐτοῖς, προέμενοι δὲ χρῶνται καὶ δεδίασιν ἐγκαταλιπεῖν τὴν πίστιν. ἐγὼ δʼ οἶδά τινα συνεκβαλόντα γαμετήν, ὡς ὁ φίλος ἀπεπέμψατο τὴν ἑαυτοῦ· κρύφα δὲ φοιτῶν πρὸς αὐτὴν καὶ διαπεμπόμενος ἐφωράθη; συναισθομένης τῆς τοῦ φίλου γυναικός. οὕτως ἄπειρος ἦν κόλακος ὁ νομίζων τὰ ἰαμβεῖα ταυτὶ· τῷ καρκίνῳ μᾶλλον ἢ τῷ κόλακι προσήκειν
- οὐ γὰρ συνέχθειν ἀλλὰ συμφιλεῖν ἔφυ
παρασίτου γὰρ ὁ τοιοῦτος εἰκονισμός ἐστι
- γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων
[*](Meinek. II p. 489. Bergk. 3 p. 669)- ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον
ὡς Εὔπολίς φησιν.
οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰς τὸν οἰκεῖον ἀναθώμεθα τοῦ λόγου τόπον· ἐκεῖνο δὲ μὴ παρῶμεν ἐν ταῖς μιμήσεσι τὸ σόφισμα τοῦ κόλακος, ὅτι κἂν τῶν καλῶν τι μιμῆται τοῦ κολακευομένου, διαφυλάττει τὴν ὑπεροχὴν ἐκείνῳ. τοῖς μὲν γὰρ ἀληθῶς φίλοις οὔτε ζῆλος οὐδείς ἐστι πρὸς ἀλλήλους οὔτε φθόνος, ἀλλὰ κἂν ἴσον ἔχωσιν ἐν τῷ κατορθοῦν κἂν ἔλαττον, ἀνεπαχθῶς καὶ μετρίως φέρουσιν. ὁ δὲ κόλαξ ἀεὶ μνημονεύων τοῦ τὰ δεύτερα λέγειν ὑφίεται τῇ ὁμοιότητι τῆς ἰσότητος, ἡττᾶσθαι πανταχοῦ καὶ ἀπολείπεσθαι πλὴν τῶν φαύλων ὁμολογῶν. ἐν δὲ τοῖς φαύλοις οὐ παρίησι τὸ πρωτεῖον, ἀλλά φησιν, ἂν ἐκεῖνος δύσκολος, αὑτὸν εἶναι μελαγχολικὸν ἂν ἐκεῖνος δεισιδαίμων, αὑτὸν θεοφόρητον· ἐρᾶν ἐκεῖνον, μαίνεσθαι δʼ αὑτόν. ἀκαίρως φησὶν ἐγέλας, ἐγὼ δʼ ἐξέθνῃσκον ὑπὸ τοῦ γέλωτος. ἀλλʼ ἔν γε τοῖς χρηστοῖς τοὐναντίον. αὐτός φησι ταχέως τρέχειν, ἵπτασθαι δʼ ἐκεῖνον· αὐτὸς ἱππεύειν ἐπιεικῶς, ἀλλὰ τί πρὸς τὸν ἱπποκένταυρον τοῦτον; εὐφυής εἰμι ποιητὴς καὶ στίχον οὐ φαυλότατον γράφω,
ἅμα γὰρ αὐτοῦ δοκεῖ καὶ τὴν προαίρεσιν ἀποφαίνειν καλὴν μιμούμενος καὶ τὴν δύναμιν ἀνέφικτον ἡττώμενος. ἐν μὲν οὖν ταῖς ἐξομοιώσεσι τοιαῦταί τινὲς εἰσιν αἱ τοῦ κόλακος διαφοραὶ πρὸς τὸν φίλον.
- βροντᾶν δʼ οὐκ ἐμὸν ἀλλὰ Διός.
[*](Bergk. 3 p. 736)
ἐπεὶ δʼ ὥσπερ εἴρηται καὶ τὸ τῆς ἡδονῆς κοινόν ἐστι (χαίρει γὰρ οὐχ ἧττον τοῖς φίλοις ὁ χρηστὸς ἢ τοῖς κόλαξιν ὁ φαῦλος) φέρε καὶ τοῦτο διορίσωμεν. ἔστι δὲ διορισμὸς ἡ πρὸς τὸ τέλος ἀναφορὰ τῆς ἡδονῆς. σκόπει δʼ οὕτως. ἔνεστι μέν που τῷ μύρῳ τὸ εὐῶδες, ἔνεστι δʼ ἐν ἀντιδότῳ. διαφέρει δʼ ὅτι τοῦτο μὲν πρὸς ἡδονὴν καὶ πρὸς οὐδὲν ἕτερον γέγονεν, ἐκεῖ δὲ τὸ καθαῖρον ἢ τὸ θερμαῖνον ἢ τὸ σαρκοῦν τῆς δυνάμεως ἄλλως εὐῶδές ἐστι. πάλιν οἱ γραφεῖς ἀνθηρὰ. χρώματα καὶ βάμματα μιγνύουσιν, ἔστι δὲ καὶ τῶν ἰατρικῶν φαρμάκων ἔνια τὴν ὄψιν ἀνθηρὰ καὶ τὴν χρόαν οὐκ ἀπάνθρωπον ἔχοντα. τί τοίνυν διαφέρει; ἦ[*](ἦ R: ἢ ) δῆλον ὅτι τῷ τέλει τῆς χρείας διακρινοῦμεν. οὐκοῦν ὁμοίως αἱ μὲν τῶν φίλων χάριτες ἐπὶ καλῷ τινι καὶ ὠφελίμῳ τὸ εὐφραῖνον ὥσπερ ἐπανθοῦν ἔχουσιν, ἔστι δʼ ὅτε καὶ παιδιᾷ καὶ τραπέζῃ καὶ οἴνῳ καὶ νὴ Δία γέλωτι καὶ φλυάρῳ πρὸς ἀλλήλους οἷον ἡδύσμασιν ἐχρήσαντο τῶν καλῶν καὶ σπουδαίων. πρὸς ὃ δὴ καὶ λέλεκται τὸ
καὶ τὸ οὐδέ κεν ἄλλο[*](id. δ 178) ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε τοῦ δὲ κόλακος τοῦτʼ ἔργον ἐστὶ καὶ τέλος, ἀεί τινα παιδιὰν ἢ πρᾶξιν ἢ λόγον ἐφʼ ἡδονῇ καὶ πρὸς ἡδονὴν ὀψοποιεῖν καὶ καρυκεύειν. συνελόντι δʼ εἰπεῖν ὁ μὲν ἵνʼ ἡδὺς πάντα δεῖν οἴεται ποιεῖν, ὁ δʼ ἀεὶ ποιῶν ἃ δεῖ πολλάκις μὲν ἡδὺς πολλάκις δʼ ἀηδής ἐστιν, οὐ τοῦτο βουλόμενος, εἰ δὲ βέλτιον εἴη, μηδὲ τοῦτο φεύγων. ὥσπερ γὰρ ἰατρός, ἂν συμφέρῃ, κρόκον ἢ[*](ἢ Duebnerus: καὶ ) νάρδον ἐπέβαλε καὶ νὴ Δία πολλάκις ἔλουσε προσηνῶς καὶ ἔθρεψε φιλανθρώπως, ἔστι δʼ ὅπου ταῦτʼ ἐάσας καστόριον ἐνέσεισεν
- μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες
[*](Homer. Λ 643)
ἤ τινα ἐλλέβορον ἐκπιεῖν τρίψας ἠνάγκασεν, οὔτʼ ἐνταῦθα τὸ ἀηδὲς οὔτʼ ἐκεῖ τὸ ἡδὺ ποιούμενος τέλος ἀλλʼ ἐφʼ ἓν διʼ ἀμφοτέρων ἐπὶ τὸ συμφέρον ἄγων τὸν θεραπευόμενον, οὕτως ὁ φίλος ἔστι μὲν ὅτε σὺν ἐπαίνῳ καὶ χάριτι μεγαλύνων[*](μεγαλύνων H: μεγαλύνων ἀεὶ ) καὶ εὐφραίνων ἄγει πρὸς τὸ καλόν, ὥσπερ οὗτος
- ἢ πόλιον βαρύοσμον ὃ δὴ ῥίγιστον ὄδωδεν
[*](Nicander Ther. 64)
Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλʼ οὕτωʼ[*](Homer, Θ 281)
ὅπου δʼ αὖ πάλιν ἐπιστροφῆς δεῖται, λόγῳ δήκτῃ καὶ παρρησίᾳ κηδεμονικῇ καθαπτόμενος
- πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;
[*](id. K 243)
ἔστι δʼ ὅπου καὶ τὸ ἔργον ἅμα τῷ λόγῳ συνῆψεν, ὡς Μενέδημος Ἀσκληπιάδου τοῦ φίλου τὸν υἱὸν ἄσωτον ὄντα καὶ ἄτακτον ἀποκλείων καὶ μὴ προσαγορεύων ἐσωφρόνισε, καὶ Βάτωνι[*](Βάτωνι Meinekius: βάτῳ ) τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου διηλλάγη. δεῖ γὰρ ὠφελοῦντα λυπεῖν τὸν φίλον, οὐ δεῖ δὲ λυποῦντα τὴν φιλίαν ἀναιρεῖν, ἀλλʼ ὡς φαρμάκῳ τῷ δάκνοντι χρῆσθαι, σῴζοντι καὶ φυλάττοντι τὸ θεραπευόμενον. ὅθεν ὥσπερ ἁρμονικὸς ὁ φίλος τῇ πρὸς τὸ καλὸν καὶ συμφέρον μεταβολῇ τὰ μὲν ἐνδιδοὺς ἃ δʼ ἐπιτείνων πολλάκις μὲν ἡδὺς ἀεὶ δʼ ὠφέλιμός ἐστι. ὁ δὲ κόλαξ ἀφʼ ἑνὸς διαγράμματος ἀεὶ τὸ ἡδὺ καὶ τὸ πρὸς χάριν εἰωθὼς ὑποκρέκειν οὔτʼ ἔργον οἶδεν ἀντιτεῖνον οὔτε ῥῆμα λυποῦν, ἀλλὰ μόνῳ παρέπεται τῷ βουλομένῳ, συνᾴδων ἀεὶ καὶ συμφθεγγόμενος ὥσπερ οὖν τὸν Ἀγησίλαον ὁ Ξενοφῶν ἡδέως ἐπαινεῖσθαί φησιν ὑπὸ τῶν καὶ ψέγειν ἐθελόντων, οὕτω δεῖ τὸ εὐφραῖνον καὶ χαριζόμενον ἡγεῖσθαι φιλικόν, ἂν καὶ λυπεῖν ποτε δύνηται καὶ ἀντιτείνειν, τὴν δὲ συνεχῆ ταῖς ἡδοναῖς καὶ τὸ πρὸς χάριν ἔχουσαν ἄκρατον ἀεὶ καὶ ἄδηκτον ὁμιλίαν ὑπονοεῖν, καὶ νὴ Δία τὸ τοῦ Λάκωνος ἔχειν πρόχειρον, ὃς ἐπαινουμένου Χαρίλλου τοῦ βασιλέως πῶς οὗτος ἔφη χρηστός, ὃς οὐδὲ τοῖς πονηροῖς πικρός ἐστι;
- ἀφραίνεις, Μενέλαε διοτρεφές, οὐδὲ τί σε χρὴ
[*](id. H 109)- ταύτης ἀφροσύνης
τοῖς μὲν οὖν ταύροις τὸν οἶστρον ἐνδύεσθαι παρὰ τὸ οὖς λέγουσι, καὶ τοῖς κυσὶ τὸν κρότωνα· τῶν δὲ φιλοτίμων ὁ κόλαξ τὰ ὦτα κατέχων τοῖς ἐπαίνοις καὶ προσπεφυκὼς δυσαπότριπτός ἐστιν.
ὅθεν ἐνταῦθα δεῖ μάλιστα τὴν κρίσιν ἔχειν ἐγρηγορυῖαν καὶ παραφυλάττουσαν πότερον τοῦ πράγματος ἢ τοῦ ἀνδρὸς 5 ἔπαινός ἐστιν. ἔστι δὲ τοῦ πράγματος , ἂν ἀπόντας μᾶλλον ἢ παρόντας ἐπαινῶσιν, ἂν καὶ αὐτοὶ ταὐτὰ βουλόμενοι καὶ ζηλοῦντες μὴ μόνους ἡμᾶς ἀλλὰ πάντας ἐπὶ τοῖς ὁμοίοις ἐπαινῶσιν, ἂν μὴ νῦν μὲν ταῦτα νῦν δὲ τἀναντία πράττοντες καὶ λέγοντες φαίνωνται·[*](φαίνωνται H: φαίνοιντο ) τὸ δὲ μέγιστον, ἂν αὐτοὶ γιγνώσκωμεν ἑαυτοὺς μὴ μεταμελομένους ἐφʼ οἷς ἐπαινούμεθα μηδʼ αἰσχυνομένους μηδὲ μᾶλλον ἡμῖν τἀναντία τούτων πεπρᾶχθαι καὶ λελέχθαι βουλομένους. ἡ γὰρ οἴκοθεν κρίσις ἀντιμαρτυροῦσα καὶ μὴ προσδεχομένη τὸν ἔπαινον ἀπαθής ἐστι καὶ ἄθικτος καὶ ὑπὸ τοῦ κολακεύοντος ἀνάλωτος. ἀλλʼ οὐκ οἶδʼ ὅπως οἱ πολλοὶ τὰς μὲν ἐπὶ τοῖς ἀτυχήμασι παρηγορίας οὐχ ὑπομένουσιν, ἀλλὰ μᾶλλον ὑπὸ τῶν συνεπιθρηνούντων ἄγονται καὶ συνοδυρομένων ὅταν δʼ ἁμαρτάνωσι καὶ πλημμελῶσιν, ὁ μὲν ἐλέγχῳ καὶ ψόγῳ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν ἐχθρὸς δοκεῖ καὶ κατήγορος, τὸν δʼ ἐπαινοῦντα καὶ κατευλογοῦντα τὰ πεπραγμένα ἀσπάζονται καὶ νομίζουσιν εὔνουν καὶ φίλον. ὅσοι μὲν οὖν ἢ πρᾶξιν ἢ λόγον ἢ σπουδάσαντος ὁτιοῦν ἢ σκώψαντος εὐχερῶς ἐπαινοῦσι καὶ συνεπικροτοῦσιν, εἰς τὸ παρὸν εἰσιν οὗτοι καὶ τὰ ὑπὸ χεῖρα βλαβεροὶ μόνον· ὅσοι δὲ πρὸς τὸ ἦθος ἐξικνοῦνται τοῖς ἐπαίνοις καὶ νὴ Δία τοῦ τρόπου τῇ κολακείᾳ θιγγάνουσι, ταὐτὸ ποιοῦσι τῶν οἰκετῶν τοῖς μὴ ἀπὸ τοῦ σωροῦ κλέπτουσιν ἀλλʼ ἀπὸ τοῦ σπέρματος σπέρμα γὰρ τῶν πράξεων οὖσαν τὴν διάθεσιν καὶ τὸ ἦθος ἀρχὴν καὶ πηγὴν τοῦ βίου διαστρέφουσι, τὰ τῆς ἀρετῆς ὀνόματα τῇ κακίᾳ περιτιθέντες. ἐν μὲν γὰρ ταῖς στάσεσι καὶ τοῖς πολέμοις ὁ Θουκυδίδης[*](Θουκυδίδης] III 82) φησὶν ὅτι τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν ἀργόν ἐν δὲ ταῖς κολακείαις ὁρᾶν χρὴ καὶ παραφυλάττειν ἀσωτίαν μὲν ἐλευθεριότητα καλουμένην καὶ δειλίαν ἀσφάλειαν, ἐμπληξίαν δʼ ὀξύτητα, μικρολογίαν δὲ σωφροσύνην, τὸν δʼ ἐρωτικὸν φιλοσυνήθη καὶ φιλόστοργον, ἀνδρεῖον δὲ τὸν ὀργίλον καὶ ὑπερήφανον, φιλάνθρωπον δὲ τὸν εὐτελῆ καὶ ταπεινόν. ὥς που καὶ Πλάτων[*](Πλάτων] Rep. p. 474 e) φησὶ τὸν ἐραστὴν κόλακα τῶν ἐρωμένων ὄντα τὸν μὲν σιμὸν καλεῖν ἐπίχαριν, τὸν δὲ γρυπὸν βασιλικόν, μέλανας δʼ ἀνδρικούς, λευκοὺς δὲ θεῶν παῖδας· τὸ δὲ μελίχρουν ὅλως ἐραστοῦ ποίημα[*](ποίημα Plato: προσπόημα ) εἶναι ὑποκοριζομένου καὶ εὐκόλως φέροντος τὴν ὠχρότητα. καίτοι καλὸς μὲν εἶναι πεισθεὶς ὁ αἰσχρὸς ἢ μέγας ὁ μικρὸς οὔτε χρόνον πολὺν τῇ ἀπάτῃ σύνεστι καὶ βλάπτεται βλάβην ἐλαφρὰν καὶ οὐκ ἀνήκεστον. ὁ δὲ ταῖς κακίαις ἐθίζων ἔπαινος ὡς ἀρεταῖς μὴ ἀχθόμενον ἀλλὰ χαίροντα χρῆσθαι, καὶ τὸ αἰδεῖσθαι τῶν ἁμαρτανομένων ἀφαιρῶν, οὗτος ἐπέτριψε Σικελιώτας, τὴν Διονυσίου καὶ Φαλάριδος ὠμότητα μισοπονηρίαν προσαγορεύων, οὗτος Αἴγυπτον ἀπώλεσε, τὴν Πτολεμαίου θηλύτητα καὶ θεοληψίαν καὶ ὀλολυγμοὺς καὶ τυμπάνων ἐγχαράξεις[*](χαράξεις L. Dindorfius) εὐσέβειαν ὀνομάζων καὶ θεῶν λατρείαν, οὗτος τὰ Ῥωμαίων ἤθη τηνικαῦτα παρʼ οὐδὲν ἦλθεν ἀνατρέψαι καὶ ἀνελεῖν, τὰς Ἀντωνίου τρυφὰς καὶ ἀκολασίας καὶ πανηγυρισμοὺς ἱλαρὰ πράγματα[*](πράγματα] παίγματα H) καὶ φιλάνθρωπα χρωμένης ἀφθόνως αὐτῷ δυνάμεως καὶ τύχης ὑποκοριζόμενος Πτολεμαίῳ δὲ τί περιῆψεν ἄλλο φορβειὰν καὶ αὐλούς, τί δὲ Νέρωνι τραγικὴν ἐπήξατο σκηνὴν καὶ προσωπεῖα· καὶ κοθόρνους περιέθηκεν; οὐχ ὁ τῶν κολακευόντων ἔπαινος; οἱ δὲ πολλοὶ τῶν βασιλέων οὐκ Ἀπόλλωνες μὲν ἂν μινυρίσωσι, Διόνυσοι δʼ ἂν μεθυσθῶσιν, Ἡρακλεῖς δʼ ἂν παλαίσωσι προσαγορευόμενοι καὶ χαίροντες εἰς ἅπασαν αἰσχύνην ὑπὸ τῆς κολακείας ἐξάγονται;διὸ φυλακτέον ἐστὶ μάλιστα τὸν κόλακα περὶ τοὺς ἐπαίνους. ὅπερ οὐδʼ αὐτὸν ἐκεῖνον λέληθεν, ἀλλὰ δεινὸς ὢν φυλάττεσθαι τὸ ὕποπτον, ἂν μὲν εὐπαρύφου τινὸς[*](τινὸς ἢ] τινὸς) ἢ ἀγροίκου λάβηται φορίνην παχεῖαν φέροντος, ὅλῳ τῷ μυκτῆρι χρῆται, καθάπερ ὁ Στρουθίας ἐμπεριπατῶν τῷ Βίαντι καὶ κατορχούμενος τῆς ἀναισθησίας αὐτοῦ τοῖς ἐπαίνοις
καὶ
- Ἀλεξάνδρου[*](Ἀλεξάνδρου - πέπωκας Menander apid Meinek. IV p. 152: ἀλεξάνδρου τοῦ βασιλέως πλεέον πέπωκας ) πλέον
- τοῦ βασιλέως πέπωκας
τοὺς δὲ κομψοτέρους ὁρῶν ἐνταῦθα μάλιστα προσέχοντας αὐτῷ[*](αὐτῷ] αὐτοῖς R) καὶ φυλαττομένους τὸ χωρίον τοῦτο καὶ τὸν τόπον οὐκ ἀπʼ εὐθείας ἐπάγει τὸν ἔπαινον, ἀλλʼ ἀπαγαγὼν πόρρω κυκλοῦται καὶ
ἐπιψαύων καὶ ἀποπειρώμενος. νῦν μὲν γὰρ ἑτέρων περὶ αὐτοῦ τινων ἐπαίνους ἀπαγγέλλει, καθάπερ οἱ ῥήτορες, ἀλλοτρίῳ προσχρώμενος προσώπῳ, ξένοις λέγων ἢ πρεσβυτέροις ἐν ἀγορᾷ μάλʼ ἡδέως παραγενέσθαι πολλὰ κἀγαθὰ μεμνημένοις αὐτοῦ καὶ θαυμάζουσι· νῦν δʼ αὖ πάλιν αἰτίας ἐλαφρὰς καὶ ψευδεῖς πλασάμενος καὶ συνθεὶς ἐπʼ αὐτόν, ὡς ἀκηκοὼς ἑτέρων ἀφῖκται μετὰ σπουδῆς, πυνθανόμενος ποῦ τοῦτʼ εἶπεν ἢ ποῦ τοῦτʼ ἔπραξεν. ἀρνουμένου δʼ, ὡς εἰκός, αὐτόθεν ἑλὼν[*](ἑλὼν Courierus: ἔχων ) ἐμβέβληκεν εἰς τοὺς ἐπαίνους τὸν ἄνθρωπον ἐγὼ δʼ ἐθαύμαζον εἰ σὺ κακῶς τινα τῶν συνήθων εἶπας ὁ μηδὲ τοὺς ἐχθροὺς πεφυκώς, εἰ σὺ τοῖς ἀλλοτρίοις ἐπεχείρησας ὁ τοσαῦτα τῶν ἰδίων δωρούμενος
- πρόσεισιν, οἷον ἀψοφητὶ θρέμματος
ἕτεροι τοίνυν, ὥσπερ οἱ ζωγράφοι τὰ φωτεινὰ καὶ λαμπρὰ τοῖς σκιεροῖς καὶ σκοτεινοῖς ἐπιτείνουσιν ἐγγὺς παρατιθεμένοις, οὕτω τῷ ψέγειν τἀναντία καὶ λοιδορεῖν ἢ διασύρειν καὶ καταγελᾶν λανθάνουσι τὰ προσόντα κακὰ τοῖς κολακευομένοις ἐπαινοῦντες καὶ τρέφοντες. σωφροσύνην τε γὰρ ὡς
ἀγροικίαν ψέγουσιν ἐν ἀσώτοις, κἀν[*](κάν scripsi: καὶ ) πλεονέκταις καὶ κακούργοις καὶ πλουτοῦσιν ἀπὸ πραγμάτων αἰσχρῶν καὶ πονηρῶν αὐτάρκειάν τε[*](τε H: δὲ ) καὶ δικαιοσύνην ὡς ἀτολμίαν καὶ ἀρρωστίαν πρὸς τὸ πράττειν· ὅταν δὲ ῥᾳθύμοις σχολασταῖς καὶ τὰ μέσα φεύγουσι τῶν πόλεων ὁμιλῶσιν, οὐκ αἰσχύνονται πολιτείαν μὲν ἀλλοτριοπραγίαν ἐπίπονον, φιλοτιμίαν δὲ κενοδοξίαν ἄκαρπον ὀνομάζοντες. ἤδη δὲ καὶ ῥήτορος ἔστιν ὅτε κολακεία διασύρει φιλόσοφον, καὶ παρὰ γυναιξὶν ἀκολάστοις εὐδοκιμοῦσιν[*](εὐδοκιμοῦσιν οἱ H: εὐδοκιμοῦσι ) οἱ τὰς μονολεχεῖς καὶ φιλάνδρους ἀναφροδίτους καὶ ἀγροίκους ἀποκαλοῦντες. ὑπερβάλλει δὲ μοχθηρίᾳ τὸ μηδʼ ἑαυτῶν ἀπέχεσθαι τοὺς κόλακας. ὡς γὰρ οἱ παλαισταὶ τὸ σῶμα ποιοῦσι ταπεινόν, ὅπως ἑτέρους καταβάλωσιν , οὕτω τῷ ψέγειν ἑαυτοὺς εἰς τὸ θαυμάζειν τοὺς πλησίον ὑπορρέουσιν. ἀνδράποδόν εἰμι δειλὸν ἐν θαλάσσῃ, πρὸς τοὺς πόνους ἀπαγορεύω, μαίνομαι κακῶς ἀκούσας ὑπʼ ὀργῆς ἀλλὰ τούτῳ φησὶν οὐδέν ἐστι δεινόν, οὐδὲν πονηρόν, ἀλλʼ ἴδιος ἄνθρωπος,[*](ἄνθρωπος H) πάντα πράως φέρει, πάντʼ ἀλύπως. ἂν δʼ ᾖ τις οἰόμενος πολὺν ἔχειν νοῦν καὶ βουλόμενος αὐστηρὸς εἶναι καὶ αὐθέκαστος ὑπὸ δή τινος ὀρθότητος ἀεὶ προβάλληται τὸοὐ ταύτῃ πρόσεισιν ὁ τεχνίτης κόλαξ, ἀλλʼ ἔστι τις ἑτέρα μηχανὴ πρὸς τὸν τοιοῦτον. ἥκει γὰρ αὐτῷ περὶ πραγμάτων ἰδίων ὡς δὴ φρονήσει περισσοτέρῳ συμβουλευσόμενος, καί φησι μᾶλλον μὲν ἑτέρους ἔχειν συνήθεις, ἐνοχλεῖν δʼ ἀναγκαίως ἐκείνῳ· ποῖ[*](ποῖ H: ποῦ ) γὰρ καταφύγωμεν οἱ γνώμης δεόμενοι, τίνι δὲ πιστεύσωμεν; εἶτʼ ἀκούσας ὅ τι ἂν εἴπῃ , χρησμὸν εἰληφέναι φήσας οὐ γνώμην ἄπεισιν. ἂν δὲ καὶ λόγων τινὸς ἐμπειρίας ὁρᾷ μεταποιούμενον, ἔδωκέ τι τῶν αὑτῷ γεγραμμένων, ἀναγνῶναι καὶ διορθῶσαι κελεύσας. Μιθριδάτῃ δὲ τῷ βασιλεῖ φιλιατροῦντι καὶ τεμεῖν ἔνιοι καὶ καῦσαι παρέσχον αὑτοὺς τῶν ἑταίρων, ἔργῳ κολακεύοντες οὐ λόγῳ· μαρτυρεῖσθαι γὰρ ἐμπειρίαν ἐδόκει πιστευόμενος ὑπʼ αὐτῶν.
- Τυδείδη, μήτʼ ἄρ με μάλʼ αἴνεε μήτε τι νείκει,
[*](Homer, K 249)
τὸ δὲ γένος τοῦτο τῶν ἀρνουμένων ἐπαίνων πανουργοτέρας δεόμενον εὐλαβείας ἐλεγκτέον ἐπίτηδες ἀτόπους ἐκτάττοντα[*](ἐκτάττοντα] πλάττοντα Hirschigius) συμβουλίας καὶ ὑποθήκας, καὶ διορθώσεις ποιούμενον ἀλόγους. πρὸς μηδὲν γὰρ ἀντιλέγων, ἀλλὰ πᾶσι συνεπινεύων καὶ δεχόμενος[*](ἀποδεχόμενος ρ) πάντα καὶ βοῶν παρʼ ἕκαστον ὡς εὖ καὶ καλῶς, γίγνεται καταφανὴς
- πολλαὶ μορφαὶ τῶν δαιμονίων,
[*](Eurip. Alc. 1159 et passim)
ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος
- σύνθημʼ ἐρωτῶν, ἄλλο μαστεύων χρέος,
[*](Nauck. p. 297)
ἔτι τοίνυν ὥσπερ ἔνιοι τὴν ζωγραφίαν σιωπῶσαν ἀπεφήναντο ποιητικήν, οὕτως ἔστι τις κολακείας σιωπώσης ἔπαινος. ὥσπερ γὰρ οἱ θηρεύοντες ἂν μὴ τοῦτο ποιεῖν ἀλλʼ ὁδοιπορεῖν ἢ νέμειν ἢ γεωργεῖν δοκῶσι, μᾶλλον τὰ θηρευόμενα
λανθάνουσιν, οὕτως οἱ κόλακες ἅπτονται μάλιστα τοῖς ἐπαίνοις, ὅταν ἐπαινεῖν μὴ δοκῶσιν ἀλλʼ ἕτερόν τι πράττειν. ὁ γὰρ ἕδρας εἴκων καὶ κλισίας ἐπιόντι καὶ λέγων πρὸς δῆμον ἢ βουλὴν ἂν αἴσθηταί τινα τῶν πλουσίων βουλόμενον εἰπεῖν, ἀποσιωπῶν μεταξὺ καὶ παραδιδοὺς τὸ βῆμα καὶ τὸν λόγον ἐνδείκνυται σιωπῶν μᾶλλον τοῦ βοῶντος ὅτι κρείττονα νομίζει καὶ διαφέροντα τῷ φρονεῖν ἐκεῖνον. ὅθεν ὁρᾶν ἔστιν αὐτοὺς ἕδρας τε τὰς πρώτας ἐν ἀκροάσεσι καὶ θεάτροις καταλαμβάνοντας, οὐχ ὅτι τούτων ἀξιοῦσιν αὑτούς, ἀλλʼ ὅπως ὑπεξιστάμενοι τοῖς πλουσίοις κολακεύωσι· καὶ λόγου κατάρχοντας ἐν συνόδοις καὶ συνεδρίοις, εἶτα παραχωροῦντας ὡς κρείττοσι καὶ μετατιθεμένους ῥᾷστα πρὸς τοὐναντίον, ἄνπερ ᾖ δυνατὸς ἢ πλούσιος ἢ ἔνδοξος ὁ ἀντιλέγων. ᾧ καὶ μάλιστα δεῖ τὰς τοιαύτας ὑποκατακλίσεις καὶ ἀναχωρήσεις ἐξελέγχειν, οὐκ ἐμπειρίαις οὐδʼ ἀρεταῖς οὐδʼ ἡλικίαις ὑφιεμένων ἀλλὰ πλούτοις καὶ δόξαις. Ἀπελλῆς μὲν γὰρ ὁ ζωγράφος, Μεγαβύζου παρακαθίσαντος αὐτῷ καὶ περὶ γραμμῆς τι καὶ σκιᾶς βουλομένου λαλεῖν, ὁρᾷς ἔφη τὰ παιδάρια ταυτὶ τὰ τὴν μηλίδα τρίβοντα; πάνυ σοι προσεῖχε τὸν νοῦν σιωπῶντι, καὶ τὴν πορφύραν ἐθαύμαζε καὶ τὰ χρυσία· νῦν δέ σου καταγελᾷ περὶ ὧν οὐ μεμάθηκας ἀρξαμένου λαλεῖν καὶ Σόλων, Κροίσου περὶ εὐδαιμονίας πυνθανομένου , Τέλλον τινὰ τῶν οὐκ ἐπιφανῶν Ἀθήνησι καὶ Κλέοβιν καὶ Βίτωνα ἀπέφηνεν εὐποτμοτέρους. οἱ δὲ κόλακες τοὺς βασιλεῖς καὶ πλουσίους καὶ ἄρχοντας οὐκ ὀλβίους μόνον καὶ μακαρίους ἀλλὰ καὶ φρονήσει καὶ τέχνῃ καὶ ἀρετῇ πάσῃ πρωτεύοντας ἀναγορεύουσιν.εἶτα τῶν μὲν Στωϊκῶν οὐδʼ ἀκούειν ἔνιοι ὑπομένουσι τὸν σοφὸν ὁμοῦ πλούσιον καλὸν εὐγενῆ βασιλέα προσαγορευόντων, οἱ δὲ κόλακες τὸν πλούσιον ὁμοῦ καὶ ῥήτορα καὶ ποιητήν, ἂν δὲ βούληται, καὶ ζῳγράφον καὶ αὐλητὴν ἀποφαίνουσι καὶ ποδώκη καὶ ῥωμαλέον, ὑποπίπτοντες ἐν τῷ παλαίειν καὶ ἀπολειπόμενοι θεόντων,[*](θέοντος H) ὥσπερ Κρίσων ὁ Ἱμεραῖος ἀπελείφθη διαθέων πρὸς Ἀλέξανδρον, ὁ δʼ αἰσθόμενος ἠγανάκτησε. Καρνεάδης δʼ ἔλεγε ὅτι πλουσίων καὶ βασιλέων παῖδες ἱππεύειν μόνον, ἄλλο δʼ οὐδὲν εὖ καὶ καλῶς μανθάνουσι; κολακεύει γὰρ αὐτοὺς ἐν ταῖς διατριβαῖς ὁ διδάσκαλος ἐπαινῶν καὶ ὁ προσπαλαίων ὑποκατακλινόμενος, ὁ δʼ ἵππος, οὐκ εἰδὼς οὐδὲ φροντίζων ὅστις ἰδιώτης ἢ ἄρχων ἢ πλούσιος ἢ πένης, ἐκτραχηλίζει τοὺς μὴ δυναμένους ὀχεῖσθαι. εὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνος εἰ[*](εἰ] εἴ τις Meziriacus) τὸν ἀγρὸν ἔμελλεν[*](ἔμελλεν ὁ?) ἐγκωμιάζων εὔφορον ποιεῖν καὶ εὔκαρπον, εἶτʼ οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο μὴ ποιῶν μᾶλλον ἢ σκάπτων καὶ πράγματα ἔχων; οὐ τοίνυν οὐδʼ ἄνθρωπος[*](ἀνθρωπους Dobraeus) ἄτοπος ἂν ἐπαίνων[*](ὁ ἐπαινῶν?) εἴη, εἰ τοῖς ἐπαινουμένοις ὠφέλιμός ἐστι καὶ πάμφορος .[*](πρόσφορος Iaegerus) ὁ μὲν γὰρ ἀγρὸς οὐ γίγνεται χείρων ἐπαινούμενος, ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ ψευδῶς καὶ παρʼ ἀξίαν ἐπαινοῦντες.
ταῦτα μὲν οὖν ἀπόχρη περὶ τούτων· ἐφεξῆς
δὲ τὸ τῆς παρρησίας ἴδωμεν. ἔδει μὲν γάρ, ὡς ὁ Πάτροκλος τοῦ Ἀχιλλέως τὰ ὅπλα περιβαλλόμενος καὶ τοὺς ἵππους ἐξελαύνων ἐπὶ τὴν μάχην μόνης οὐκ ἐτόλμησε τῆς Πηλιάδος θιγεῖν ἀλλʼ ἀφῆκεν, οὕτω τὸν κόλακα τοῖς τοῦ φίλου σκευοποιούμενον καὶ ἀναπλαττόμενον ἐπισήμοις καὶ συμβόλοις μόνην τὴν παρρησίαν ὥσπερ ἐξαίρετον βάσταγμα φιλίαςκαταλείπειν ἄθικτον καὶ ἀμίμητον. ἐπεὶ δὲ φεύγοντες τὸν ἐν γέλωτι καὶ ἀκράτῳ καὶ σκώμμασι καὶ παιδιαῖς ἔλεγχον εἰς ὀφρῦν αἴρουσιν ἤδη τὸ πρᾶγμα καὶ κολακεύουσιν ἐσκυθρωπακότες καὶ ψόγον τινὰ καὶ νουθεσίαν παραμιγνύουσι, φέρε μηδὲ τοῦτο παραλίπωμεν ἀβασάνιστον. οἶμαι δέ, ὥσπερ ἐν κωμῳδίᾳ Μενάνδρου Ψευδηρακλῆς πρόσεισι ῥόπαλον[*](ρ9όπαλον] Meinek. IV p. 225) οὐ στιβαρὸν κομίζων οὐδʼ ἰσχυρὸν ἀλλὰ χαῦνόν[*](κενόν Winckelmannus) τι πλάσμα καὶ διάκενον, οὕτω τὴν τοῦ κόλακος παρρησίαν φανεῖσθαι πειρωμένοις[*](πειρωμένοις] sc. ἡμῖν) μαλακὴν καὶ ἀβαρῆ καὶ τόνον οὐκ ἔχουσαν, ἀλλὰ ταὐτὰ τοῖς τῶν γυναικῶν προσκεφαλαίοις δρῶσαν, ἃ δοκοῦντα ταῖς κεφαλαῖς ἀντερείδειν καὶ ἀντέχειν ἐνδίδωσι καὶ ὑπείκει μᾶλλον ὥσπερ ἡ κίβδηλος αὕτη παρρησία κενὸν ἔχουσα καὶ ψευδῆ καὶ ὕπουλον ὄγκον ἐξήρθη καὶ ᾤδησεν, ἵνα συσταλεῖσα καὶ συμπεσοῦσα δέξηται καὶ συνεπισπάσηται τὸν καταφερόμενον εἰς αὐτήν. ἡ μὲν γὰρ ἀληθὴς καὶ φιλικὴ παρρησία τοῖς ἁμαρτανομένοις ἐπιφύεται, σωτήριον ἔχουσα καὶ κηδεμονικὸν τὸ λυποῦν, ὥσπερ τὸ μέλι τὰ ἡλκωμένα δάκνουσα καὶ καθαίρουσα, τἄλλα δʼ ὠφέλιμος οὖσα καὶ γλυκεῖα, περὶ ἧς ἴδιος ἔσται λόγος. ὁ δὲ κόλαξ πρῶτον μὲν ἐνδείκνυται τὸ πικρὸς εἶναι καὶ περισπερχὴς καὶ ἀπαραίτητος ἐν τοῖς πρὸς ἑτέρους οἰκέταις γὰρ αὑτοῦ χαλεπός ἐστι καὶ συγγενῶν καὶ οἰκείων ἐπεμβῆναι δεινὸς ἁμαρτήμασι καὶ μηδένα θαυμάσαι μηδὲ σεμνῦναι τῶν ἐκτὸς ἀλλʼ ὑπερορᾶν, ἀσυγγνώμων δὲ καὶ διάβολος ἐν τῷ πρὸς ὀργὴν ἑτέρους παροξύνειν, θηρώμενος μισοπονηρίας δόξαν, ὡς οὐκ ἂν ἑκὼν ὑφέμενος παρρησίας αὐτοῖς οὐδὲ ποιήσας οὐδὲν οὐδʼ εἰπὼν πρὸς χάριν, ἔπειτα δὲ τῶν μὲν ἀληθινῶν καὶ μεγάλων ἁμαρτημάτων οὐδὲν εἰδέναι προσποιούμενος οὐδὲ γιγνώσκειν, πρὸς δὲ τὰ μικρὰ καὶ τὰ ἐκτὸς ἐλλείμματα δεινὸς ᾆξαι καὶ μετὰ τόνου καθάψασθαι καὶ σφοδρότητος, ἂν σκεῦος ἀμελῶς ἴδῃ κείμενον, ἂν οἰκοῦντα φαύλως, ἂν ὀλιγωροῦντα κουρᾶς ἢ ἀμπεχόνης ἢ κυνός τινος ἢ ἵππου μὴ κατʼ ἀξίαν ἐπιμελόμενον·[*](postἐπιμελόμενονlacunam indicavit H) γονέων δὲ ὀλιγωρία καὶ παίδων ἀμέλεια καὶ ἀτιμία γαμετῆς καὶ πρὸς οἰκείους ὑπεροψία καὶ χρημάτων ὄλεθρος οὐδέν ἐστι πρὸς αὐτόν, ἀλλʼ ἄφωνος ἐν τούτοις καὶ ἄτολμος, ὥσπερ ἀθλητὴν ἀλείπτης ἐῶν μεθύειν καὶ ἀκολασταίνειν, εἶτα περὶ ληκύθου χαλεπὸς ὢν καὶ στλεγγίδος, ἢ γραμματικὸς ἐπιπλήττων παιδὶ περὶ δέλτου καὶ γραφείου, σολοικίζοντος δὲ καὶ βαρβαρίζοντος οὐ δοκῶν ἀκούειν. τοιοῦτος γὰρ ὁ κόλαξ, οἷος ῥήτορος φαύλου καὶ καταγελάστου μηδὲν εἰπεῖν πρὸς τὸν λόγον, ἀλλὰ περὶ τῆς φωνῆς αἰτιᾶσθαι καὶ χαλεπῶς ἐγκαλεῖν ὅτι τὴν ἀρτηρίαν διαφθείρει ψυχροποτῶν, καὶ σύγγραμμα κελευσθεὶς ἄθλιον διελθεῖν αἰτιᾶσθαι τὸ χαρτίον ὡς δασὺ καὶ τὸν γραφέα μιαρὸν καὶ ὀλίγωρον ἀποκαλεῖν. οὕτω δὲ καὶ Πτολεμαίῳ φιλομαθεῖν δοκοῦντι περὶ γλώττης καὶ στιχιδίου μαχόμενοι καὶ ἱστορίας μέχρι μέσων νυκτῶν ἀπέτεινον ὠμότητι δὲ χρωμένου καὶ ὕβρει καὶ τυμπανίζοντος[*](ἀποτυμπανίζοντος H) καὶ τελοῦντος[*](τελοῦντος] στρεβλοῦντος Gatakerus) οὐδεὶς ἐνέστη τῶν τοσούτων. ὥσπερ οὖν εἴ τις ἀνθρώπου φύματα καὶ σύριγγας ἔχοντος ἰατρικῷ σμιλίῳ τὰς τρίχας τέμνοι καὶ τοὺς ὄνυχας, οὕτως οἱ κόλακες τὴν παρρησίαν πρὸς τὰ μὴ λυπούμενα μέρη μηδʼ ἀλγοῦντα προσφέρουσιν.
- βριθὺ μέγα στιβαρὸν
[*](Homer. Π 131)
ἔτι δὲ τούτων ἕτεροι πανουργότεροι καὶ πρὸς ἡδονὴν χρῶνται τῷ παρρησιάζεσθαι καὶ ψέγειν. καθάπερ Ἆγις ὁ Ἀργεῖος, Ἀλεξάνδρου γελωτοποιῷ τινι μεγάλας δωρεὰς διδόντος, ὑπὸ φθόνου καὶ λύπης ἐξέκραγεν ὢ τῆς πολλῆς ἀτοπίας, ἐπιστρέψαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὀργῇ καί τί δὴ σὺ λέγεις; εἰπόντος ὁμολογῶ φησὶν ἄχθεσθαι καὶ ἀγανακτεῖν, ὁρῶν ὑμᾶς τοὺς ἐκ Διὸς γεγονότας ἅπαντας ὁμοίως κόλαξιν ἀνθρώποις καὶ καταγελάστοις χαίροντας· καὶ γὰρ Ἡρακλῆς Κέρκωψί τισι, καὶ Σειληνοῖς ὁ Διόνυσος ἐτέρπετο, καὶ παρὰ σοὶ τοιούτους ἰδεῖν ἔστιν εὐδοκιμοῦντας. Τιβερίου δὲ Καίσαρος εἰς τὴν σύγκλητόν ποτε παρελθόντος εἷς τῶν κολάκων ἀναστὰς ἔφη δεῖν ἐλευθέρους ὄντας παρρησιάζεσθαι καὶ μηδὲν ὑποστέλλεσθαι μηδʼ
ἀποσιωπᾶν τῶν συμφερόντων ἀνατείνας δὲ πάντας οὕτως, γενομένης αὐτῷ σιωπῆς καὶ τοῦ Τιβερίου προσέχοντος, ἄκουσον ἔφη Καῖσαρ. ἅ σοι πάντες ἐγκαλοῦμεν, οὐδεὶς δὲ τολμᾷ φανερῶς λέγειν. ἀμελεῖς σεαυτοῦ καὶ προΐεσαι τὸ σῶμα καὶ κατατρύχεις ἀεὶ φροντίσι καὶ πόνοις ὑπὲρ ἡμῶν, οὔτε μεθʼ ἡμέραν οὔτε νυκτὸς ἀναπαυόμενος. πολλὰ δʼ αὐτοῦ τοιαῦτα συνείροντος, εἰπεῖν φασι τὸν ῥήτορα Κάσσιον Σευῆρον αὕτη τοῦτον ἡ παρρησία τὸν ἄνθρωπον ἀποκτενεῖ[*](οὐκ ἀποκτενεῖ Sauppius)καὶ ταυτὶ μὲν ἐλάττονά ἐστιν. ἐκεῖνα δʼ ἤδη χαλεπὰ καὶ λυμαινόμενα τοὺς ἀνοήτους, ὅταν εἰς τἀναντία πάθη καὶ νοσήματα κατηγορῶσιν ὥσπερ Ἱμέριος ὁ κόλαξ τῶν πλουσίων τινὰ τὸν[*](τὸν add. H) ἀνελευθερώτατον καὶ φιλαργυρώτατον Ἀθήνησιν ὡς ἄσωτον ἐλοιδόρει καὶ ἀμελῆ καὶ πεινήσοντα κακῶς μετὰ τῶν τέκνων ἢ τοὺς ἀσώτους αὖ πάλιν καὶ πολυτελεῖς εἰς μικρολογίαν καὶ ῥυπαρίαν ὀνειδίζωσιν ὥσπερ Νέρωνα Τίτος Πετρώνιος ἢ τοὺς ὠμῶς καὶ ἀγρίως προσφερομένους ἄρχοντας ὑπηκόοις ἀποθέσθαι κελεύωσι τὴν πολλὴν ἐπιείκειαν καὶ τὸν ἄκαιρον ἔλεον καὶ ἀσύμφορον. ὅμοιος δὲ τούτοις καὶ ὁ τὸν εὐήθη καὶ βλᾶκα καὶ ἀβέλτερον ὡς δεινὸν τινα καὶ πανοῦργον καὶ φυλάττεσθαι καὶ δεδιέναι προσποιούμενος, καὶ ὁ τοῦ βασκάνου δὲ καὶ τῷ κακολογεῖν ἀεὶ καὶ ψέγειν χαίροντος, ἄν ποτε προαχθεὶς ἐπαινέσῃ τινὰ τῶν ἐνδόξων, καθαπτόμενος καὶ ἀντιλέγων ὡς νόσημα τοῦτʼ ἔχοντος, ἀνθρώπους ἐπαινεῖν
καὶ μηδενὸς ἀξίους. τίς γὰρ οὗτός ἐστιν ἢ τί λαμπρὸν εἴρηκεν ἢ πεποίηκε; μάλιστα δὲ περὶ τοὺς ἔρωτας τοῖς κολακευομένοις ἐπιτίθενται καὶ προσεκκάουσιν. ἀδελφοῖς μὲν γὰρ ὁρῶντες διαφερομένους γονέων ὑπερφρονοῦντας[*](ὑπερόπτως W) ἢ πρὸς γυναῖκας αὐτῶν ὑπεροπτικῶς ἔχοντας οὔτε νουθετοῦσιν οὔτʼ ἐγκαλοῦσιν, ἀλλὰ καὶ προσεπιτείνουσι τὰς ὀργάς. οὐ γὰρ αἰσθάνῃ σαυτοῦ καὶ σὺ τούτων αἴτιος, ἀεὶ θεραπευτικῶς προσφερόμενος καὶ ταπεινῶς. ἂν δὲ πρὸς ἑταίραν ἢ μοιχεύτριαν ἐρωμένην κνησμός τις ἐξ ὀργῆς καὶ ζηλοτυπίας ἐγγένηται, πάρεστιν εὐθὺς μετὰ παρρησίας λαμπρᾶς ἡ κολακεία, πῦρ ἐπὶ πῦρ εἰσφέρουσα καὶ δικαιολογουμένη καὶ κατηγοροῦσα τοῦ ἐρῶντος ὡς ἀνέραστα πολλὰ καὶ σκληρὰ καὶ νεμεσητὰ ποιοῦντος·οὕτως Ἀντώνιον οἱ φίλοι τῆς Αἰγυπτίας ἐρῶντα καὶ καόμενον ἀνέπειθον ὡς ὑπʼ ἐκείνης ἐρῷτο, καὶ λοιδοροῦντες ἐκάλουν ἀπαθῆ καὶ ὑπερήφανον. ἡ μὲν γὰρ γυνὴ καταλιποῦσα βασιλείαν τοσαύτην καὶ διατριβὰς εὐδαίμονας φθείρεται μετὰ σοῦ στρατευομένη , σχῆμα παλλακίδος ἔχουσα·
- ὦ δυσχάριστε, τῶν πυκνῶν φιλημάτων.
[*](Nauck. p. 32)
καὶ περιορᾷς αὐτὴν ἀνιωμένην ὁ δʼ ἡδέως ἐλεγχόμενος ὡς ἀδικῶν καὶ τοῖς κατηγοροῦσι χαίρων ὡς οὐδὲ τοῖς ἐπαινοῦσιν ἐλάνθανε τῷ νουθετεῖν δοκοῦντι προσδιαστρεφόμενος. ἔοικε γὰρ ἡ τοιαύτη παρρησία τοῖς τῶν ἀκολάστων δήγμασι γυναικῶν, ἐγείρουσα καὶ γαργαλίζουσα τῷ δοκοῦντι λυπεῖν τὸ ἡδόμενον. καὶ καθάπερ τὸν ἄκρατον ἄλλως βοηθοῦντα πρὸς τὸ κώνειον ἂν ἐμμίξωσι προσεμβαλόντες αὐτῷ, κομιδῇ ποιοῦσι τὴν τοῦ φαρμάκου δύναμιν ἀβοήθητον, ὀξέως ἀναφερομένην ἐπὶ τὴν καρδίαν ὑπὸ θερμότητος, οὕτω τὴν παρρησίαν ἐπιστάμενοι μέγα βοήθημα πρὸς τὴν κολακείαν οὖσαν οἱ πονηροὶ διʼ αὐτῆς κολακεύουσι τῆς παρρησίας. ὅθεν οὐδʼ ὁ Βίας ἀπεκρίνατο καλῶς τῷ πυθομένῳ τί τῶν ζῴων χαλεπώτατόν ἐστιν, ἀποκρινάμενος ὅτι τῶν μὲν ἀγρίων ὁ τύραννος, τῶν δʼ ἡμέρων ὁ κόλαξ. ἀληθέστερον γὰρ ἦν εἰπεῖν ὅτι τῶν κολάκων ἥμεροι μέν εἰσιν οἱ περὶ τὸ βαλανεῖον καὶ περὶ τὴν τράπεζαν , ὁ δʼ εἰς τὰ δωμάτια καὶ τὴν γυναικωνῖτιν ἐκτείνων ὥσπερ πλεκτάνας τὸ πολύπραγμον καὶ διάβολον καὶ κακόηθες ἄγριος καὶ θηριώδης καὶ δυσμεταχείριστος.
- σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστί
[*](Homer. κ 329)
εἷς δέ τις ἔοικε τρόπος εἶναι φυλακῆς τὸ γιγνώσκειν καὶ μνημονεύειν ἀεὶ ὅτι τῆς ψυχῆς τὸ μὲν ἀληθινὸν καὶ φιλόκαλον καὶ λογικὸν ἐχούσης, τὸ δʼ ἄλογον καὶ φιλοψευδὲς καὶ παθητικόν, ὁ μὲν φίλος ἀεὶ τῷ κρείττονι πάρεστι σύμβουλος καὶ συνήγορος, ὥσπερ ἰατρὸς τὸ ὑγιαῖνον αὔξων καὶ διαφυλάττων, ὁ δὲ κόλαξ τῷ παθητικῷ καὶ ἀλόγῳ παρακάθηται, καὶ τοῦτο κνᾷ καὶ γαργαλίζει καὶ ἀναπείθει, καὶ ἀφίστησι τοῦ λογισμοῦ, μηχανώμενος αὐτῷ πονηράς τινας ἡδυπαθείας. ὥσπερ οὖν τῶν σιτίων ἔστιν ἃ μήθʼ αἵματι προσφύεται μήτε πνεύματι, μηδὲ[*](μηδὲ H: μήτε )
νεύροις τινὰ τόνον ἢ μυελοῖς προστίθησιν, ἀλλʼ αἰδοῖα παρακινεῖ καὶ κοιλίαν ἐγείρει καὶ σάρκα ποιεῖ σαθρὰν καὶ ὕπουλον, οὕτως ὁ τοῦ· κόλακος λόγος οὐδὲν τῷ φρονοῦντι καὶ λογιζομένῳ προστίθησιν, ἀλλʼ ἡδονήν τινα τιθασεύων ἔρωτος ἢ θυμὸν ἐντείνων ἀνόητον ἢ διερεθίζων φθόνον ἢ φρονήματος ὄγκον ἐμποιῶν ἐπαχθῆ καὶ κενὸν ἢ λύπῃ συνεπιθρηνῶν ἢ τὸ κακόηθες καὶ ἀνελεύθερον καὶ ἄπιστον ἀεί τισι διαβολαῖς καὶ προαισθήσεσι[*](προσθέσεσι Emperius) δριμὺ καὶ ψοφοδεὲς ποιῶν καὶ ὕποπτον οὐ διαφεύξεται τοὺς προσέχοντας. ἀεὶ γὰρ ὑφορμεῖ τινι πάθει καὶ τοῦτο πιαίνει, καὶ πάρεστι βουβῶνος δίκην ἑκάστοτε τοῖς ὑπούλοις καὶ φλεγμαίνουσι τῆς ψυχῆς ἐπιγιγνόμενος. ὀργίζῃ; κόλασον. ἐπιθυμεῖς; ὤνησαι. φοβῇ; φύγωμεν. ὑπονοεῖς; πίστευσον ἂν δὲ περὶ ταῦτα δυσφώρατος τὰ πάθη, διὰ σφοδρότητα καὶ μέγεθος ἐκκρουομένου τοῦ λογισμοῦ, περὶ τὰ μικρὰ λαβὴν παρέξει μᾶλλον, ὅμοιος ὤν. καὶ γὰρ ἐν ὑποψίᾳ κραιπάλης τινὸς ἢ πλησμονῆς γενόμενον καὶ διστάζοντα περὶ λουτροῦ καὶ τροφῆς ὁ μὲν φίλος ἐφέξει, φυλάττεσθαι καὶ προσέχειν παραινῶν, ὁ δὲ κόλαξ εἰς τὸ βαλανεῖον ἕλκει, καὶ κελεύει νεαρόν τι παρατιθέναι καὶ μὴ κακοῦν ἀνατάσει τὸ σῶμα. καὶ πρὸς ὁδὸν ἢ πλοῦν ἤ τινα πρᾶξιν ὁρῶν ἀπομαλακιζόμενον οὐ φήσει κατεπείγειν τὸν καιρόν, ἀλλὰ ταὐτὸ ποιήσειν ὑπερθεμένους ἢ πέμψαντας ἕτερον. ἂν δʼ ὑπεσχημένος ἀργύριον οἰκείῳ τινὶ δανείσειν ἢ ἐπιδώσειν μεταμέληται μὲν αἰδῆται δέ, τῇ χείρονι ῥοπῇ προστιθεὶς ἑαυτὸν ὁ κόλαξ ἐπέρρωσε τὴν εἰς τὸ βαλλάντιον γνώμην καὶ τὸ δυσωπούμενον ἐξέκοψεν, ὡς ἀναλίσκοντα πολλὰ καὶ πολλοῖς ἀρκεῖν ὀφείλοντα φείδεσθαι κελεύων. ὅθεν εἰ μὴ λανθάνομεν ἑαυτοὺς ἐπιθυμοῦντες ἀναισχυντοῦντες ἀποδειλιῶντες, ὁ κόλαξ ἡμᾶς οὐ λήσεται. ἔστι γὰρ συνηγορῶν ἀεὶ τούτοις τοῖς πάθεσι καὶ περὶ τὰς τούτων ἐκβάσεις[*](ἐκβάσεις]ἐντάσεις W) παρρησιαζόμενος. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.