Quomodo adulator ab amico internoscatur

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἤδη· καὶ γὰρ ἐν ταύταις πολλὴν ἀπεργάζεται σύγχυσιν καὶ ἀσάφειαν ὁ κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς, ἄοκνος δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. ὁ μὲν γὰρ τοῦ φίλου τρόπος ὥσπερ ὁ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατʼ Εὐριπίδην[*](Εὐριπίδην] Phoen. 472) καὶ ἀφελὴς καὶ ἄπλαστος, ὁ δὲ τοῦ κόλακος ὄντως

  1. νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν
καὶ πολλῶν νὴ Δία καὶ περιττῶν. ὥσπερ οὖν ἐν ταῖς ἀπαντήσεσιν ὁ μὲν φίλος ἔστιν ὅτε μήτʼ εἰπὼν μήτʼ ἀκούσας μηδὲν ἀλλὰ προσβλέψας καὶ μειδιάσας τὸ εὐμενὲς καὶ τὸ οἰκεῖον ἔνδοθεν δοὺς ταῖς ὄψεσι καὶ δεξάμενος παρῆλθεν, ὁ δὲ κόλαξ τρέχει καταδιώκει δεξιοῦται πόρρωθεν, ἂν[*](ἂν] κὰν H) προσαγορευθῇ πρότερον ὀφθείς, ἀπολογεῖται μετὰ μαρτύρων καὶ ὅρκων πολλάκις, οὕτως ἐν ταῖς πράξεσι πολλὰ παραλείπουσιν οἱ φίλοι τῶν μικρῶν, οὐκ ἐξακριβοῦντες οὐδὲ
πολυπραγμονοῦντες οὐδέν, οὐδʼ ἑαυτοὺς εἰς πᾶσαν ὑπουργίαν ἐμβάλλοντες. ἀλλʼ ἐκεῖνος ἐνταῦθα συνεχὴς καὶ ἐνδελεχὴς καὶ ἄτρυτος, οὐ διδοὺς ἑτέρῳ τόπον οὐδὲ χώραν διακονίας, ἀλλὰ βουλόμενος κελεύεσθαι, κἂν μὴ κελευσθῇ, δακνόμενος, μᾶλλον δʼ ὅλως ἐξαθυμῶν καὶ ποτνιώμενος.

ἔστι μὲν οὖν καὶ ταῦτα δηλώματα τοῖς νοῦν ἔχουσιν οὐκ ἀληθινῆς φιλίας οὐδὲ σώφρονος ἀλλʼ ἑταιρούσης καὶ περιπλεκομένης ἑτοιμότερον τῶν δεομένων.[*](τῶν δεομένων] τοῦ δέοντος Meziriacus) οὐ μὴν ἀλλὰ δεῖ πρῶτον ἐν ταῖς ἐπαγγελίαις σκοπεῖν τὴν διαφοράν. εὖ γὰρ εἴρηται καὶ τοῖς πρὸ ἡμῶν φίλου μὲν ἐκείνην εἶναι τὴν ἐπαγγελίαν

  1. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί,
  2. [*](Homer. Ξ 196. Σ 427 ε 90)
κόλακος δὲ ταύτην
  1. αὔδα ὅ τι φρονέεις
  2. [*](id. Ξ 195. Σ 426. ε 89)
καὶ γὰρ οἱ κωμικοὶ τοιούτους εἰσάγουσιν
  1. ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε,
  2. [*](Meinek. IV p. 669)
  3. ἂν μὴ ποιήσω πέπονα μαστιγῶν[*](μαστιγῶν] μαστίγου μʼ Madvigius) ὅλον,
  4. ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον
  5. τὸ πρόσωπον
ἔπειτα τῶν μὲν φίλων οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γεγένηται[*](γεγένηται Pflugkius: γένηται vel γίγνεται ) σύμβουλος πρότερον, ἀλλʼ ὅταν δοκιμάσῃ καὶ. συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον ἢ τὸ συμφέρον ὁ δὲ κόλαξ, κἂν ἀποδῷ τις αὐτῷ τὸ συνδοκιμάσαι καὶ συναποφήνασθαι περὶ τοῦ
πράγματος, οὐ μόνον ὑπείκειν καὶ χαρίζεσθαι βουλόμενος, ἀλλὰ καὶ δεδιὼς ὑποψίαν ὀκνοῦντος παρέχειν καὶ φεύγοντος τὸ ἔργον, ἐνδίδωσι καὶ συνεξορμᾷ τὴν ἐπιθυμίαν.[*](τὴν ἐπιθυμίαν Pflugkius: τῇ ἐπιθυμίᾳ ) οὐδεὶς γάρ ἐστι ῥᾳδίως πλούσιος οὐδὲ βασιλεὺς οἷος εἰπεῖν
  1. ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται,
  2. [*](Nauck. p. 386)
  3. πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ
  4. φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ,
ἀλλʼ ὥσπερ οἱ τραγῳδοὶ χοροῦ δέονται φίλων συνᾳδόντων ἢ θεάτρου συνεπικροτοῦντος. ὅθεν ἡ μὲν τραγικὴ Μερόπη παραινεῖ
  1. φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις
  2. [*](id. p. 373)
  3. κέκτησο, τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ
  4. τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης,
οἱ δὲ τοὐναντίον δρῶσι, τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις ἀλλʼ ἀντιβαίνοντας ὑπὲρ τοῦ συμφέροντος ἀφοσιοῦνται, τοὺς δὲ πρὸς χάριν πονηροὺς καὶ ἀνελευθέρους καὶ γόητας οὐ μόνον κλῄθρων καὶ στέγης ἐντὸς ἀλλὰ καὶ παθῶν καὶ πραγμάτων ἀπορρήτων λαμβάνουσιν. ὧν ὁ μὲν ἁπλούστερος οὐκ οἴεται δεῖν οὐδʼ ἀξιοῖ σύμβουλος εἶναι πραγμάτων τηλικούτων ἀλλʼ ὑπουργὸς καὶ διάκονος, ὁ δὲ πανουργότερος ἔστη μὲν ἐν τῷ συνδιαπορεῖν καὶ τὰς ὀφρῦς συνάγειν καὶ συνδιανεύειν τῷ προσώπῳ, λέγει δʼ οὐδέν· ἂν δʼ ἐκεῖνος εἴπῃ τὸ φαινόμενον, ὦ Ἡράκλεις, ἔφθης με φησὶ μικρὸν εἰπών, ἐγὼ γὰρ αὐτὸ τοῦτο λέγειν ἔμελλον ὡς γὰρ οἱ μαθηματικοὶ τὰς
ἐπιφανείας καὶ τὰς γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθʼ ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν ὧν πέρατά εἰσιν, οὕτω τὸν κόλακα φωράσεις ἀεὶ συνεπιφάσκοντα καὶ συναποφαινόμενον καὶ συνηδόμενον νὴ Δία καὶ συνοργιζόμενον , ὥστε παντελῶς ἔν γε τούτοις εὐφώρατον εἶναι τὴν διαφοράν. ἔτι δὲ μᾶλλον ἐν τῷ τρόπῳ τῆς ὑπουργίας. ἡ μὲν γὰρ παρὰ τοῦ φίλου χάρις ὥσπερ ζῷον ἐν βάθει τὰς κυριωτάτας ἔχει δυνάμεις, ἐπιδεικτικὸν δὲ καὶ πανηγυρικὸν οὐδὲν ἔπεστιν ἀλλὰ πολλάκις, ὥσπερ ἰατρὸς λαθὼν ἐθεράπευσε , καὶ φίλος ὠφέλησεν ἐντυχὼν ἢ διαλυσάμενος, ἀγνοοῦντος ἐπιμεληθείς τοιοῦτος Ἀρκεσίλαος περί τε τἄλλα καὶ νοσοῦντος Ἀπελλοῦ τοῦ Χίου τὴν πενίαν καταμαθὼν ἐπανῆλθεν αὖθις ἔχων εἴκοσι δραχμάς, καὶ καθίσας πλησίον ἐνταῦθα μέν εἶπεν οὐδὲν ἢ τὰ Ἐμπεδοκλέους[*](Εμπεδοκλέους] Mullach. vol. 1 p. 3) στοιχεῖα ταυτὶ
  1. πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἤπιον ὕψος
ἀλλʼ οὐδὲ κατάκεισαι σὺ δεξιῶς, ἅμα δὲ διακινῶν τὸ προσκεφάλαιον αὐτοῦ, λαθὼν ὑπέβαλε τὸ κερμάτιον. ὡς οὖν ἡ διακονοῦσα πρεσβῦτις εὗρε καὶ θαυμάσασα τῷ Ἀπελλῇ προσήγγειλε, γελάσας ἐκεῖνος Ἀρκεσιλάου εἶπε τοῦτο τὸ κλέμμα καὶ μὴν ἐοικότα γε τέκνα φύεται γονεῦσιν ἐν φιλοσοφίᾳ. Λακύδης γοῦν ὁ Ἀρκεσιλάου γνώριμος ἀπʼ εἰσαγγελίας φεύγοντι δίκην Κηφισοκράτει μετὰ τῶν
ἄλλων φίλων παρειστήκει. τοῦ δὲ· κατηγόρου τὸν δακτύλιον αἰτήσαντος, ὁ μὲν ἡσυχῇ παρακαθῆκεν, αἰσθόμενος δʼ ὁ Λακύδης ἐπέβη τῷ ποδὶ καὶ ἐπέκρυψεν ἦν γὰρ ὁ ἔλεγχος ἐν ἐκείνῳ. μετὰ δὲ τὴν ἀπόφασιν τοῦ Κηφισοκράτους δεξιουμένου τοὺς δικαστὰς εἷς τις ὡς ἔοικεν ἑωρακὼς τὸ γενόμενον ἐκέλευσε Λακύδῃ χάριν ἔχειν καὶ τὸ πρᾶγμα διηγήσατο, τοῦ Λακύδου πρὸς μηδένα φράσαντος οὕτως οἶμαι καὶ τοὺς θεοὺς εὐεργετεῖν τὰ πολλὰ λανθάνοντας, αὐτῷ τῷ χαρίζεσθαι καὶ εὖ ποιεῖν φύσιν ἔχοντας ἥδεσθαι. τὸ δὲ τοῦ κόλακος ἔργον οὐδὲν ἔχει δίκαιον οὐδʼ ἀληθινὸν οὐδʼ ἁπλοῦν οὐδʼ ἐλευθέριον, ἀλλʼ ἱδρῶτα καὶ κραυγὴν διαδρομὴν καὶ σύντασιν προσώπου ποιοῦσαν ἔμφασιν καὶ δόκησιν ἐπιπόνου χρείας καὶ κατεσπευσμένης, ὥσπερ ζωγράφημα περίεργον ἀναιδέσι φαρμάκοις καὶ κεκλασμέναις στολίσι καὶ ῥυτίσι καὶ γωνίαις ἐναργείας φαντασίαν ἐπαγόμενον. ἔστι δὲ καὶ διηγούμενος ἐπαχθὴς ὡς ἔπραξε πλάνας τινὰς ἐπʼ αὐτῷ καὶ φροντίδας, εἶτʼ ἀπεχθείας πρὸς ἑτέρους εἶτα πράγματα μυρία καὶ μεγάλα πάθη διεξιών, ὥστʼ εἰπεῖν οὐκ ἄξια ταῦτʼ ἐκείνων· πᾶσα μὲν γὰρ ὀνειδιζομένη χάρις ἐπαχθὴς καὶ ἄχαρις καὶ οὐκ ἀνεκτή, ταῖς δὲ τῶν κολάκων οὐχ ὕστερον ἀλλὰ πραττομέναις ἔνεστιν εὐθὺς τὸ ἐπονείδιστον καὶ δυσωποῦν. ὁ δὲ φίλος, ἂν[*](ἂν H: κἂν ) εἰπεῖν δεήσῃ τὸ πρᾶγμα; μετρίως ἀπήγγειλε, περὶ αὑτοῦ δʼ εἶπεν οὐδέν. δὴ καὶ Λακεδαιμόνιοι Σμυρναίοις δεομένοις σῖτον πέμψαντες, ὡς ἐθαύμαζον
ἐκεῖνοι τὴν χάριν, οὐδὲν ἔφασαν μέγα μίαν γὰρ ἡμέραν ψηφισάμενοι τὸ ἄριστον ἀφελεῖν ἑαυτῶν καὶ τῶν ὑποζυγίων ταῦτʼ ἠθροίσαμεν. οὐ γὰρ μόνον ἐλευθέριος ἡ τοιαύτη χάρις, ἀλλὰ καὶ τοῖς λαμβάνουσιν ἡδίων, ὅτι τοὺς ὠφελοῦντας οὐ μεγάλα βλάπτεσθαι νομίζουσιν.

οὐ τοίνυν μάλιστα τῷ περὶ τὰς ὑπουργίας ἐπαχθεῖ τοῦ κόλακος οὐδὲ τῇ περὶ τὰς ἐπαγγελίας εὐχερείᾳ γνοίη τις ἂν τὴν φύσιν, ἀλλὰ μᾶλλον ἐν τῷ καλῷ τῆς χρείας ἢ αἰσχρῷ καὶ διαφέροντι πρὸς ἡδονὴν ἢ ὠφέλειαν. ὁ μὲν γὰρ φίλος οὐχ, ὥσπερ ἀπεφαίνετο Γοργίας, αὑτῷ μὲν ἀξιώσει τὰ δίκαια τὸν φίλον ὑπουργεῖν, ἐκείνῳ δʼ αὐτὸς ὑπηρετήσει πολλὰ καὶ τῶν μὴ δικαίων·

  1. συσσωφρονεῖν γάρ, οὐχὶ συννοσεῖν ἔφυ.
  2. [*](Eur. Iph. A. 407)
μᾶλλον οὖν κἀκεῖνον ἀποτρέψει τῶν μὴ προσηκόντων· ἂν δὲ μὴ πείθῃ, καλὸν τὸ Φωκίωνος πρὸς Ἀντίπατρον, οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι, τουτέστι καὶ φίλῳ καὶ μὴ φίλῳ. συνεργεῖν γὰρ δεῖ τῷ φίλῳ μὴ συμπανουργεῖν, καὶ συμβουλεύειν μὴ συνεπιβουλεύειν, καὶ συμμαρτυρεῖν μὴ συνεξαπατᾶν, καὶ συνατυχεῖν νὴ Δία μὴ συναδικεῖν. οὐδὲ γὰρ· τὸ συνειδέναι τοῖς φίλοις τὰ αἰσχρά, πόθεν γε· δὴ τὸ συμπράττειν καὶ συνασχημονεῖν αἱρετόν ἐστιν; ὥσπερ οὖν Λακεδαιμόνιοι μάχῃ κρατηθέντες ὑπʼ Ἀντιπάτρου καὶ ποιούμενοι διαλύσεις ἠξίουν ὅ τι βούλεται ζημιῶδες, αἰσχρὸν δὲ μηδὲν ἐπιτάττειν αὐτοῖς, οὕτως ὁ φίλος, ἄν τις ἢ δαπάνην
ἢ κίνδυνον ἢ πόνον ἔχουσα χρεία καταλαμβάνῃ, πρῶτος ἀξιῶν καλεῖσθαι καὶ μετέχειν ἀπροφασίστως καὶ προθύμως, ὅπου δὲ πρόσεστιν αἰσχύνη, μόνον ἐᾶν καὶ φείδεσθαι παραιτούμενος. ἀλλʼ ἥ γε κολακεία τοὐναντίον ἐν μὲν ταῖς ἐπιπόνοις καὶ κινδυνώδεσιν ὑπουργίαις ἀπαγορεύει, κἂν διαπειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές· ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπειναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι πάτησον, οὐδὲν ἡγεῖται δεινὸν οὐδʼ ὑβριστικόν. ὁρᾷς τὸν πίθηκον; οὐ δύναται τὴν οἰκίαν φυλάττειν ὡς ὁ κύων, οὐδὲ βαστάζειν ὡς ὁ ἵππος, οὐδʼ ἀροῦν τὴν γῆν ὡς οἱ βόες· ὕβριν οὖν φέρει καὶ βωμολοχίαν καὶ παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν. οὕτω δὴ καὶ ὁ κόλαξ οὐ συνειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνάμενος, πόνου τε καὶ σπουδῆς ἁπάσης ἀπολειπόμενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν ἀπροφάσιστός ἐστι, καὶ πιστὸς ἔρωτος ὑπηρέτης καὶ περὶ λύσιν πόρνης ἀκριβὴς καὶ πότου δαπάνης ἐκκαθῆραι λογισμὸν οὐκ ἀμελής, οὐδὲ ῥᾴθυμος ἐν δείπνων παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκβαλεῖν γαμετὴν ἄτεγκτος καὶ ἀδυσώπητος. ὥστε μηδὲ ταύτῃ δυσφώρατον εἶναι τὸν ἄνδρα· προσταττόμενος γὰρ ὅ τι βούλει τῶν ἀδόξων καὶ μὴ καλῶν ἕτοιμος ἀφειδεῖν ἑαυτοῦ, τῷ προστάττοντι χαριζόμενος.

οὐχ ἥκιστα δʼ ἄν τις αὐτὸν ἐν τῇ πρὸς τοὺς ἄλλους φίλους διαθέσει καταμάθοι πολὺ τοῦ

φίλου διαφέροντα. τῷ μὲν γὰρ ἥδιστόν ἐστι μετὰ πολλῶν φιλεῖν καὶ φιλεῖσθαι, καὶ τοῦτο πράττων ἀεὶ διατελεῖ περὶ τὸν φίλον ὅπως πολύφιλος καὶ πολυτίμητος ἔσται· κοινὰ γὰρ τὰ φίλων ἡγούμενος οὐδὲν οὕτως οἴεται δεῖν κοινὸν ὡς τοὺς φίλους ὑπάρχειν· ὁ δὲ ψευδὴς καὶ νόθος καὶ ὑπόχαλκος ὤν, ἅτε δὴ μάλιστα γιγνώσκων ἑαυτὸν ἀδικοῦντα τὴν φιλίαν ὥσπερ νόμισμα παράσημον ὑπʼ αὐτοῦ γενομένην, ἔστι μὲν καὶ φύσει φθονερός, ἀλλὰ τῷ φθόνῳ χρῆται πρὸς τοὺς ὁμοίους, διαμιλλώμενος ὑπερβαλέσθαι βωμολοχίᾳ καὶ σπερμολογίᾳ, τὸν δὲ κρείττονα τρέμει καὶ δέδοικεν, οὐ μὰ Δία παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων,[*](οἰχνέων id.) ἀλλὰ παρὰ χρυσὸν ἑφθόν,[*](Bergk. 1 p. 450) ὥς φησι Σιμωνίδης,[*](Σιμωνίδης] id. 3 p. 417) ἀκήρατον οὐδὲ μόλυβδον ἔχων .[*](ἑφθόν - ἔχων] ἀκήρατον ἑφθόν Οὑλομόλυβδος ἐών id.) ὅταν οὖν ἐλαφρὸς ὢν καὶ ἐπίτηκτος[*](ἐπίτηκτος Iacobsius:ἐπίκτητος ) καὶ ἀπατηλὸς ἐγγύθεν ἀντεξετάζηται πρὸς ἀληθινὴν καὶ ἐμβριθῆ φιλίαν καὶ σφυρήλατον, οὐκ ἀναφέρων ἀλλʼ ἐξελεγχόμενος ταὐτὸ ποιεῖ τῷ ζωγραφήσαντι τοὺς ἀλεκτρυόνας ἀθλίως. ἐκεῖνός τε γὰρ ἐκέλευε τὸν παῖδα τοὺς ἀληθινοὺς ἀλεκτρυόνας ἀποσοβεῖν ἀπωτάτω τοῦ πίνακος, οὗτός τε τοὺς ἀληθινοὺς ἐξ ἀποσοβεῖ φίλους καὶ οὐκ ἐᾷ πλησιάζειν ἂν δὲ μὴ δύνηται, φανερῶς, μὲν ὑποσαίνει καὶ περιέπει καί τέθηπεν ὡς ἀμείνονας, λάθρᾳ δʼ ὑφίησί τινας καὶ 25ὑποσπείρει διαβολάς. κρυφίου δὲ λόγου κνήσαντος ἕλκος, κἂν μὴ παντελῶς εὐθὺς ἐργάσηται, τὸ τοῦ Μηδίου φυλάττει μεμνημένος. ἦν δʼ ὁ Μήδιος τοῦ
περὶ τὸν Ἀλέξανδρον χοροῦ τῶν κολάκων οἷον ἔξαρχος καὶ σοφιστὴς κορυφαῖος ἐπὶ τοὺς ἀρίστους συντεταγμένος. ἐκέλευεν οὖν θαρροῦντας ἅπτεσθαι καὶ δάκνειν, ταῖς διαβολαῖς, διδάσκων ὅτι, κἂν θεραπεύσῃ τὸ ἕλκος ὁ δεδηγμένος, ἡ οὐλὴ μενεῖ τῆς διαβολῆς. ταύταις μέντοι ταῖς οὐλαῖς, μᾶλλον δὲ γαγγραίναις καὶ καρκινώμασι διαβρωθεὶς Ἀλέξανδρος ἀπώλεσε καὶ Καλλισθένη καὶ Παρμενίωνα καὶ Φιλώταν· Ἅγνωσι δὲ καὶ Βαγώαις καὶ Ἀγησίαις[*](Ἀγησίαις] Ἄγισι W) καὶ Δημητρίοις ἀφειδῶς ἐνέδωκεν ἑαυτὸν ὑποσκελίζεσθαι, προσκυνούμενον καὶ καταστολιζόμενον καὶ ἀναπλαττόμενον ὑπʼ αὐτῶν ὥσπερ ἄγαλμα βαρβαρικόν. οὕτω μεγάλην ἔχει τὸ πρὸς χάριν δύναμιν, καὶ μεγίστην ὡς ἔοικεν ἐν τοῖς μεγίστοις εἶναι δοκοῦσι τὸ γὰρ οἴεσθαι τὰ κάλλιστα μετὰ τοῦ βούλεσθαι πίστιν ἅμα τῷ κόλακι καὶ θάρσος δίδωσι. τῶν μὲν γὰρ τόπων τὰ ὑψηλὰ δυσπρόσοδα καὶ δυσέφικτα γίγνεται τοῖς ἐπιβουλεύουσι, τὸ δʼ ἐν ψυχῇ νοῦν οὐκ ἐχούσῃ διʼ εὐτυχίαν ἢ διʼ εὐφυΐαν[*](ἢ διʼ εὐφυίαν] del. W) ὕψος καὶ φρόνημα τοῖς μικροῖς καὶ ταπεινοῖς μάλιστα βάσιμόν. ἐστιν.

ὅθεν ἀρχόμενοί τε τοῦ λόγου παρεκελευσάμεθα καὶ νῦν παρακελευόμεθα τὸ φίλαυτον ἐκκόπτειν ἑαυτῶν καὶ τὴν οἴησιν· αὕτη γὰρ ἡμᾶς προκολακεύουσα μαλακωτέρους ποιεῖ τοῖς θυραίοις κόλαξιν, ὡς ἑτοίμους ὄντας. ἂν δὲ πειθόμενοι τῷ θεῷ καὶ τὸ γνῶθι σαυτὸν ὡς ἑκάστῳ τοῦ παντὸς ἄξιόν ἐστι μαθόντες ἅμα καὶ φύσιν καὶ τροφὴν καὶ

παίδευσιν ἑαυτῶν ἀναθεωρῶμεν ἐλλείμματα μυρία τοῦ καλοῦ καὶ πολὺ τὸ φαύλως καὶ εἰκῇ συμμεμιγμένον ἔχουσαν ἐν πράξεσιν ἐν λόγοις ἐν πάθεσιν, οὐ πάνυ ῥᾳδίως ἐμπεριπατεῖν τοῖς κόλαξιν ἑαυτοὺς παρέξομεν. Ἀλέξανδρος μὲν γὰρ ἀπιστεῖν ἔφη τοῖς θεὸν αὐτὸν ἀναγορεύουσιν ἐν τῷ καθεύδειν μάλιστα καὶ ἀφροδισιάζειν, ὡς ἀγεννέστερος περὶ ταῦτα καὶ παθητικώτερος αὑτοῦ γιγνόμενος· ἡμεῖς δὲ πολλὰ πολλαχοῦ τῶν ἰδίων αἰσχρὰ καὶ λυπηρὰ καὶ ἀτελῆ καὶ ἡμαρτημένα καθορῶντες ἀεὶ φωράσομεν ἑαυτοὺς οὐκ ἐπαινοῦντος φίλου καὶ κατευλογοῦντος δεομένους, ἀλλʼ ἐλέγχοντος καὶ παρρησιαζομένου καὶ ψέγοντος ἡμᾶς νὴ Δία κακῶς πράττοντας. ὀλίγοι μὲν γὰρ ἐκ πολλῶν εἰσιν οἱ παρρησιάζεσθαι μᾶλλον ἢ χαρίζεσθαι τοῖς φίλοις τολμῶντες· ἐν δὲ τοῖς ὀλίγοις αὖθις οὐ ῥᾳδίως ἂν εὕροις ἐπισταμένους τοῦτο ποιεῖν, ἀλλʼ οἰομένους, ἂν λοιδορῶσι καὶ ψέγωσι, παρρησίᾳ χρῆσθαι. καίτοι καθάπερ ἄλλῳ τινὶ φαρμάκῳ, καὶ τῷ παρρησιάζεσθαι μὴ τυχόντι καιροῦ τὸ λυπεῖν ἀχρήστως καὶ ταράττειν περίεστι καὶ ποιεῖν τρόπον τινὰ μετʼ ἀλγηδόνος ὃ ποιεῖ μεθʼ ἡδονῆς τὸ κολακεύειν. βλάπτονται γὰρ οὐκ ἐπαινούμενοι μόνον ἀκαίρως ἀλλὰ καὶ ψεγόμενοι· καὶ τοῦτο μάλιστα τοῖς κόλαξιν εὐλήπτους καὶ πλαγίους παραδίδωσιν , ἀπὸ τῶν σφόδρα προσάντων καὶ ἀντιτύπων ὥσπερ ἐπὶ τὰ κοῖλα καὶ μαλακὰ δίκην ὕδατος ἀπολισθάνοντας. διὸ δεῖ τὴν παρρησίαν ἤθει κεκρᾶσθαι καὶ λόγον ἔχειν ἀφαιροῦντα τὸ ἄγαν καὶ τὸ ἄκρατον αὐτῆς ὥσπερ
φωτός, ἵνα μὴ ταραττόμενοι μηδʼ ἀλγοῦντες ὑπὸ τῶν ἅπαντα μεμφομένων καὶ πᾶσιν ἐγκαλούντων καταφεύγωσιν εἰς τὴν τοῦ κόλακος σκιάν, καὶ πρὸς τὸ μὴ λυποῦν ἀποστρέφωνται. πᾶσαν μὲν γάρ, ὦ Φιλόπαππε , κακίαν φευκτέον ἐστὶ διʼ ἀρετῆς, οὐχὶ διὰ τῆς ἐναντίας κακίας , ὥσπερ ἔνιοι δοκοῦσιν αἰσχυντηλίαν μὲν ἀναισχυντίᾳ φεύγειν ἀγροικίαν δὲ βωμολοχίᾳ, δειλίας δὲ καὶ μαλακίας ἀπωτάτω τίθεσθαι τὸν τρόπον ἂν ἔγγιστα φαίνωνται λαμυρίας καὶ θρασύτητος. ἔνιοι δὲ καὶ δεισιδαιμονίας ἀθεότητα καὶ πανουργίαν ἀβελτερίας ἀπολόγημα ποιοῦνται, καθάπερ ξύλον τὸ ἦθος ἐκ καμπῆς εἰς τοὐναντίον ἀπειρίᾳ τοῦ κατορθοῦν διαστρέφοντες αἰσχίστη δὲ κολακείας ἄρνησις ἀνωφελῶς λυπηρὸν εἶναι, καὶ κομιδῇ τινος ἀμούσου καὶ ἀτέχνου πρὸς εὔνοιαν ὁμιλίας ἀηδίᾳ καὶ χαλεπότητι φεύγειν τὸ ἀγεννὲς ἐν φιλίᾳ καὶ ταπεινόν, ὥσπερ ἀπελεύθερον ἐν κωμῳδίᾳ τὴν κατηγορίαν ἰσηγορίας ἀπόλαυσιν ἡγούμενον. ἐπεὶ τοίνυν αἰσχρὸν μέν ἐστι κολακείᾳ περιπεσεῖν διώκοντα τὸ πρὸς χάριν, αἰσχρὸν δὲ φεύγοντα κολακείαν παρρησίας ἀμετρίᾳ διαφθεῖραι τὸ φιλικὸν καὶ κηδεμονικόν, δεῖ δὲ μηδέτερον παθεῖν ἀλλʼ ὥσπερ ἄλλῳ τινὶ καὶ τῇ παρρησίᾳ τὸ καλὸν ἐκ τοῦ μετρίου λαβεῖν, αὐτὸς ἔοικεν ὁ λόγος ὁ τὸ ἐφεξῆς ἀπαιτῶν ἐπιτιθέναι τὴν κορωνίδα τῷ συγγράμματι.

ὥσπερ οὖν κῆράς τινας ἐπούσας τῇ παρρησίᾳ πλείονας ὁρῶντες πρῶτον ἀφαιρῶμεν αὐτῆς τὴν φιλαυτίαν, εὖ μάλα φυλαττόμενοι μὴ διά τι τῶν

ἰδίων οἷον ἀδικούμενοι καὶ ἀλγοῦντες ἐξονειδίζειν δοκῶμεν. οὔτε γὰρ ὑπʼ εὐνοίας ἀλλʼ ὑπʼ ὀργῆς οἴονται γίγνεσθαι τὸν ὑπὲρ αὐτοῦ τοῦ λέγοντος γιγνόμενον λόγον, οὔτε νουθεσίαν ἀλλὰ μέμψιν εἶναι. φιλικὸν γὰρ ἡ παρρησία καὶ σεμνόν, ἡ δὲ μέμψις καὶ φίλαυτον καὶ μικρολόγον. ὅθεν αἰδοῦνται τοὺς παρρησιαζομένους καὶ θαυμάζουσι, τοῖς δὲ μεμφομένοις ἀντεγκαλοῦσι καὶ καταφρονοῦσιν. ὥσπερ ὁ Ἀγαμέμνων τὸν Ἀχιλλέα παρρησιάζεσθαι δοκοῦντα μετρίως οὐχ ὑπέμεινε, τοῦ δʼ Ὀδυσσέως καθαπτομένου πικρῶς καὶ λέγοντος
  1. οὐλόμενʼ, αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
  2. [*](Homer. Ξ 84)
  3. σημαίνειν
εἴκει καὶ καρτερεῖ, τῷ κηδεμονικῷ τοῦ λόγου καὶ νοῦν ἔχοντι συστελλόμενος. οὗτος μὲν γὰρ οὐκ ἔχων ἰδίας πρόφασιν ὀργῆς ἐπαρρησιάζετο πρὸς αὐτὸν ὑπὲρ τῆς Ἑλλάδος, ἐκεῖνος δὲ διʼ αὑτὸν ἐδόκει μάλιστα χαλεπαίνειν. αὐτός γε μὴν ὁ Ἀχιλλεύς, καίπερ οὐ γλυκύθυμος ὢν οὐδʼ ἀγανόφρων ἀλλὰ
  1. δεινὸς ἀνήρ, οἷος καὶ ἀναίτιον αἰτιάασθαι
  2. [*](id. Λ 652. N 775)
παρεῖχε τῷ Πατρόκλῳ σιωπῇ καταφέρειν αὐτοῦ πολλὰ τοιαῦτα
  1. νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεὺς
  2. [*](id. Π 33)
  3. οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα
  4. πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής
ὥσπερ γὰρ Ὑπερείδης ὁ ῥήτωρ ἠξίου σκοπεῖν Ἀθηναίους μὴ μόνον εἰ πικρός ἐστιν, ἀλλʼ εἰ προῖκα πικρός, οὕτως ἡ τοῦ φίλου νουθεσία καθαρεύουσα
παντὸς ἰδίου πάθους αἰδεστόν ἐστι καὶ σεμνὸν καὶ ἀναντίβλεπτον. ἐὰν δὲ δὴ καὶ[*](δὴ καὶ] δὴ) φανερός τις ἐν τῷ παρρησιάζεσθαι τὰ μὲν εἰς αὑτὸν ἁμαρτήματα τοῦ φίλου κομιδῇ προϊέμενος καὶ ἀπολείπων, ἄλλας δέ τινας αὐτοῦ πλημμελείας ἐλέγχων καὶ δάκνων ἐφʼ ἑτέροις καὶ μὴ φειδόμενος, ἄμαχος ὁ τόνος τῆς παρρησίας οὗτός ἐστι καὶ τῇ γλυκύτητι τοῦ νουθετοῦντος ἐπιτείνων τὸ πικρὸν καὶ αὐστηρὸν τῆς νουθεσίας. ὅθεν εὖ μὲν εἴρηται τὸ δεῖν ἐν ταῖς ὀργαῖς καὶ ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς φίλους μάλιστα πράττειν τι καὶ σκοπεῖν τῶν ἐκείνοις συμφερόντων ἢ πρεπόντων, οὐχ ἧττον δὲ τούτου φιλικόν ἐστι τὸ παρορᾶσθαι καὶ ἀμελεῖσθαι δοκοῦντας αὐτοὺς ὑπὲρ ἄλλων ἀμελουμένων παρρησιάζεσθαι καὶ ὑπομιμνῄσκειν. ὡς Πλάτων ἐν ταῖς πρὸς Διονύσιον ὑποψίαις[*](ὑποψίαις Graeco-Latina a. 1624: ὑπεροψίαις ) καὶ διαφοραῖς ᾐτήσατο καιρὸν ἐντυχίας· εἶθʼ ὁ μὲν ἔδωκεν, οἰόμενος ὑπὲρ αὑτοῦ τι ἔχειν μέμψασθαι τὸν Πλάτωνα καὶ διελθεῖν, ὁ δὲ Πλάτων οὕτω πως διελέχθη πρὸς αὐτόν. εἴ τινα αἴσθοιο, Διονύσιε, δυσμενῆ πεπλευκότα εἰς Σικελίαν, κακὸν τί σε ποιῆσαι βουλόμενον οὐκ ἔχοντα δὲ καιρόν, ἆρʼ ἂν ἐάσειας αὐτὸν ἐκπλεῦσαι καὶ περιίδοις ἀθῷον ἀπαλλαγέντα; πολλοῦ δέω εἶπεν ὁ Διονύσιος ὦ Πλάτων δεῖ γὰρ οὐ τὰ ἔργα τῶν ἐχθρῶν μόνον ἀλλὰ καὶ τὴν προαίρεσιν μισεῖν καὶ κολάζειν εἰ τοίνυν εἶπεν ὁ Πλάτων ἐπʼ εὐνοίᾳ τις ἀφιγμένος τῇ σῇ δεῦρο βούλεται μὲν ἀγαθοῦ τινος αἴτιός σοι
γενέσθαι, σὺ δὲ καιρὸν οὐ παρέχεις, ἄξιόν ἐστι τοῦτον ἀχαρίστως προέσθαι καὶ ὀλιγώρως; ἐρωτήσαντος δὲ τοῦ Διονυσίου τίς ἐστιν οὗτος, Αἰσχίνης εἶπεν ἀνὴρ τῷ τε ἤθει παρʼ ὁντινοῦν τῶν Σωκράτους ἑταίρων ἐπιεικὴς καὶ τῷ λόγῳ δυνατὸς ἐπανορθοῦν οἷς συνείη·[*](συνείη] ἂν συνῂ) πλεύσας δὲ δεῦρο πολλὴν θάλατταν, ὡς συγγένοιτό σοι διὰ φιλοσοφίας, ἠμέληται ταῦθʼ οὕτως ἐκίνησε τὸν Διονύσιον, ὥστε τὰς μὲν χεῖρας τῷ Πλάτωνι εὐθὺς περιβαλεῖν καὶ κατασπάζεσθαι, τὴν εὐμένειαν καὶ τὴν μεγαλοφροσύνην ἀγάμενον, τοῦ δʼ Αἰσχίνου καλῶς καὶ μεγαλοπρεπῶς ἐπιμεληθῆναι.

δεύτερον τοίνυν ὥσπερ ἐκκαθαίροντες ὕβριν ἅπασαν καὶ γέλωτα καὶ σκῶμμα καὶ βωμολοχίαν ἡδύσματα πονηρὰ τῆς παρρησίας ἀφαιρῶμεν. ὥσπερ γὰρ ἰατροῦ σάρκα τέμνοντος εὐρυθμίαν τινὰ δεῖ καὶ καθαριότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὀρχηστικὴν δὲ καὶ παράβολον καὶ περιτρέχουσαν ὑγρότητα καὶ περιεργίαν ἀπεῖναι τῆς χειρός, οὕτως ἡ παρρησία δέχεται τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον, ἂν ἡ χάρις τὴν σεμνότητα σῴζῃ, θρασύτης δὲ καὶ βδελυρία καὶ ὕβρις προσοῦσα πάνυ[*](πάνυ] πάντα R) διαφθείρει καὶ ἀπόλλυσιν. ὅθεν ὁ μὲν ψάλτης οὐκ ἀπιθάνως οὐδʼ ἀμούσως ἐπεστόμισε τὸν Φίλιππον ἐπιχειροῦντα περὶ κρουμάτων διαφέρεσθαι πρὸς αὐτόν, εἰπὼν μὴ γένοιτό σοι οὕτως ὦ βασιλεῦ κακῶς, ἵνʼ ἐμοῦ ταῦτα σὺ[*](σὺ ταῦτα H ex p. 634 d) βέλτιον εἰδῇς. Ἐπίχαρμος δʼ οὐκ ὀρθῶς, τοῦ

Ἱέρωνος ἀνελόντος ἐνίους τῶν συνήθων καὶ μεθʼ ἡμέρας ὀλίγας καλέσαντος ἐπὶ δεῖπνον αὐτόν, ἀλλὰ πρῴην ἔφη θύων τοὺς φίλους οὐκ ἐκάλεσας κακῶς δὲ καὶ Ἀντιφῶν, παρὰ Διονυσίῳ ζητήσεως οὔσης καὶ λόγου ποῖος χαλκὸς ἄριστος, ἐκεῖνος εἶπεν, ἐξ οὗ Ἀθήνησι κατεσκεύασαν τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας. οὔτε γὰρ ὠφελεῖ τούτων τὸ λυπηρὸν καὶ πικρόν, οὔτε τέρπει τὸ βωμολόχον καὶ παιδιῶδες, ἀλλʼ ἔστι κακοηθείᾳ καὶ ὕβρει μεμιγμένης ἀκρασίας μετʼ ἔχθρας τὸ τοιοῦτον εἶδος, ᾧ χρώμενοι προσαπολλύουσιν αὑτούς, τὴν περὶ τὸ φρέαρ ὄρχησιν ἀτεχνῶς ὀρχούμενοι. καὶ γὰρ Ἀντιφῶν ἀπέθανεν ὑπὸ Διονυσίου καὶ Τιμαγένης ἐξέπεσε τῆς Καίσαρος φιλίας, ἐλευθέρᾳ μὲν οὐδέποτε φωνῇ χρησάμενος, ἐν δὲ τοῖς συμποσίοις καὶ τοῖς περιπάτοις ἑκάστοτε πρὸς οὐδʼ ἡντινοῦν σπουδὴν
  1. ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν
  2. [*](Homer. B 215)
αἰτίαν φιλίας ὥσπερ σόφισμα λοιδορίας προφερόμενος. ἐπεὶ καὶ τοῖς κωμικοῖς πολλὰ πρὸς τὸ θέατρον αὐστηρὰ[*](αὐστρηρῶς H) καὶ πολιτικὰ[*](πολιτικὰ] πληκτικῶς H) πεποίητο·[*](ἐπεποίητο H) συμμεμιγμένον δὲ τὸ γελοῖον αὐτοῖς καὶ βωμολόχον, ὥσπερ σιτίοις ὑπότριμμα μοχθηρόν, ἐξίτηλον ἐποίει τὴν παρρησίαν καὶ ἄχρηστον, ὥστε περιῆν κακοηθείας δόξα καὶ βδελυρίας τοῖς λέγουσι, χρήσιμον δὲ τοῖς ἀκούουσιν οὐδὲν ἀπὸ τῶν λεγομένων. ἄλλως μὲν οὖν προσοιστέον ἐστὶ καὶ παιδιὰν καὶ γέλωτα τοῖς φίλοις· ἡ δὲ παρρησία σπουδὴν ἐχέτω καὶ ἦθος. ἂν δʼ
ὑπὲρ μειζόνων, καὶ πάθει καὶ σχήματι καὶ τόνῳ φωνῆς ὁ λόγος ἀξιόπιστος ἔστω καὶ κινητικός ὁ δὲ καιρὸς ἐν παντὶ μὲν παρεθεὶς μεγάλα βλάπτει, μάλιστα δὲ τῆς παρρησίας διαφθείρει τὸ χρήσιμον. ὅτι μὲν οὖν ἐν οἴνῳ καὶ μέθῃ τὸ τοιοῦτο φυλακτέον, εὔδηλόν ἐστιν. εὐδίᾳ γὰρ ἐπάγει νέφος ὁ κινῶν ἐν παιδιᾷ καὶ φιλοφροσύνῃ λόγον ὀφρῦν ἀνασπῶντα καὶ συνιστάντα τὸ πρόσωπον , ὥσπερ ἀντιταττόμενον τῷ Λυαίῳ[*](Λυαίῳ W: Λυδίῳ ) θεῷ καὶ λύοντι τὸ τῶν δυσφόρων[*](δυσφόρων] δυσφρόνων Nauck.) σκύνιον[*](σκύνιον idem: σχοινίον ) μεριμνᾶν[*](μεριμνᾶν idem: μεριμνῶν ) κατὰ Πίνδαρον.[*](Πίνδαρον] Bergk. 1 p. 460) ἔχει δὲ καὶ κίνδυνον ἡ ἀκαιρία μέγαν. ἀκροσφαλεῖς γάρ εἰσιν αἱ ψυχαὶ πρὸς ὀργὴν διὰ τὸν οἶνον, καὶ πολλάκις ἡ μέθη παραλαβοῦσα τὴν παρρησίαν ἔχθραν ἐποίησε. καὶ ὅλως οὐκ ἔστι γενναῖον οὐδὲ θαρραλέον ἀλλʼ ἄνανδρον ἐν τῷ νήφειν ἀπαρρησιάστου τὸ παρρησιάζεσθαι παρὰ τράπεζαν ὥσπερ οἱ δειλοὶ κύνες. οὐδὲν οὖν δεῖ περὶ τούτων λέγοντα μηκύνειν.

ἐπεὶ δὲ πολλοὶ τοὺς φίλους εὖ φερομένους ἐν τοῖς πράγμασιν οὔτʼ ἀξιοῦσιν οὔτε τολμῶσι ῥυθμίζειν, ἀλλʼ ὅλως ἀπρόσιτον καὶ ἀνέφικτον ἡγοῦνται νουθεσίᾳ τὸ εὐτυχοῦν εἶναι, σφαλλομένοις δὲ καὶ πταίουσιν ἐπιτίθενται καὶ πατοῦσιν ὑπὸ χεῖρα καὶ ταπεινοὺς γεγενημένους, ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν τὴν παρρησίαν ἀθρόως ἐφιέντες αὐτοῖς καὶ ἀπολαύοντες ἄσμενοι τῆς μεταβολῆς διὰ τὴν πρόσθεν ὑπεροψίαν ἐκείνων αὑτῶν δʼ ἀσθένειαν,

οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν καὶ ἀποκρίνασθαι τῷ Εὐριπίδῃ[*](Εὐριπίδῃ Or. 667) λέγοντι
  1. ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
ὅτι δεῖ μάλιστα παρρησιαζομένων φίλων τοῖς εὐτυχοῦσι καὶ τὸ ἄγαν ὑφιέντων τοῦ φρονήματος. ὀλίγοι γάρ εἰσιν οἷς μετὰ τοῦ εὐτυχεῖν παραγίγνεται τὸ φρονεῖν· οἱ δὲ πολλοὶ φρενῶν ἐπεισάκτων δέονται καὶ λογισμῶν πιεζόντων ἔξωθεν αὐτοὺς ὑπὸ τῆς τύχης φυσωμένους καὶ σαλευομένους. ὅταν δʼ ὁ δαίμων καταβάλῃ καὶ περιέλῃ τὸν ὄγκον, αὐτοῖς τοῖς πράγμασιν ἔνεστι τὸ νουθετοῦν καὶ μετάνοιαν ἐμποιοῦν. ὅθεν οὐδὲν ἔργον τότε παρρησίας φιλικῆς οὐδὲ λόγων βάρος ἐχόντων καὶ δηγμόν, ἀλλʼ ὡς ἀληθῶς ἐν ταῖς τοιαύταις μεταβολαῖς
  1. εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ
  2. [*](Eurip. Ion 732)
παρηγοροῦντος καὶ παραθαρρύνοντος, ὥσπερ τοῦ Κλεάρχου τὸ πρόσωπον ὁ Ξενοφῶν[*](Ξενοφῶν] Anab. II 6, 11) ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινά φησιν ὁρώμενον εὐμενὲς καὶ φιλάνθρωπον εὐθαρσεστέρους ποιεῖν τοὺς κινδυνεύοντας. ὁ δὲ παρρησίαν καὶ δηγμὸν ἀνθρώπῳ δυστυχοῦντι προσάγων ὥσπερ ὀξυδορκικὸν ὄμματι ταρασσομένῳ καὶ φλεγμαίνοντι, θεραπεύει μὲν οὐδὲν οὐδʼ ἀφαιρεῖ τοῦ λυποῦντος, ὀργὴν δὲ τῇ λύπῃ προστίθησι καὶ παροξύνει τὸν ἀνιώμενον. αὐτίκα γοῦν ὑγιαίνων μέν τις οὐ χαλεπός ἐστιν οὐδʼ ἄγριος παντάπασιν ἀνδρὶ φίλῳ ψέγοντι μὲν συνουσίας καὶ πότους αὐτοῦ ψέγοντι δʼ ἀργίαν καὶ ἀγυμνασίαν
καὶ λουτρὰ συνεχῆ καὶ πλησμονὰς ἀκαίρους· νοσοῦντι δʼ οὐκ ἀνεκτὸν ἀλλὰ μείζων νόσος ἀκούειν ὅτι ταῦτά σοι γέγονεν ἐξ ἀκρασίας καὶ μαλακίας καὶ διʼ ὄψα καὶ γυναῖκας. ὢ τῆς ἀκαιρίας, ἄνθρωπε· διαθήκην γράφω καὶ παρασκευάζεταί μοι καστόριον ἢ σκαμώνιον ὑπὸ τῶν ἰατρῶν, σὺ δὲ νουθετεῖς καὶ φιλοσοφεῖς. οὕτω τοίνυν καὶ τὰ πράγματα τῶν δυστυχούντων οὐ παρρησίαν ἐνδέχεται καὶ γνωμολογίαν, ἀλλʼ ἐπιεικείας δεῖται καὶ βοηθείας. καὶ γὰρ αἱ τίτθαι τοῖς παιδίοις πεσοῦσιν οὐ λοιδορησόμεναι προστρέχουσιν, ἀλλʼ ἤγειραν καὶ περιέπλυναν καὶ κατέστειλαν, εἶθʼ οὕτως ἐπιπλήττουσι καὶ κολάζουσι. λέγεται δὲ καὶ Δημήτριος ὁ Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς προσδεχόμενος· ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος περὶ φυγῆς ὡς οὐδὲν ἔχοι κακὸν οὐδʼ ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ ἀναθαρρήσας πρὸς τοὺς φίλους εἶπε φεῦ τῶν πράξεων ἐκείνων καὶ ἀσχολιῶν διʼ ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν
  1. λυπουμένῳ[*](λυπουμένῳ] Nauck. p. 524) γὰρ[*](γὰρ] μὲν H) μῦθος εὐμενὴς φίλων,
  2. ἄγαν δὲ μωραίνοντι νουθετήματα.
Οὗτος ὁ τρόπος τῶν γενναίων φίλων· οἱ δʼ ἀγεννεῖς καὶ ταπεινοὶ τῶν εὐτυχούντων κόλακες, ὥσπερ τὰ
ῥήγματα καὶ τὰ σπάσματά φησι Δημοσθένης ὅταν τι κακὸν τὸ σῶμα λάβῃ τότε κινεῖσθαι, καὶ οὗτοι ταῖς μεταβολαῖς ἐπιφύονται, καθάπερ ἡδόμενοι καὶ ἀπολαύοντες. καὶ γὰρ ἂν δέηταί τινος ὑπομνήσεως ἐν οἷς διʼ αὑτὸν ἔπταισε βουλευσάμενος κακῶς, ἱκανόν ἐστι τὸ
  1. οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
  2. [*](Homer. I 108)
  3. πόλλʼ ἀπεμυθεόμην

ἐν τίσιν οὖν σφοδρὸν εἶναι δεῖ τὸν φίλον καὶ πότε τῷ τόνῳ χρῆσθαι τῆς παρρησίας; ὅταν ἡδονῆς ἢ ὀργῆς ἢ ὕβρεως ἐπιλαβέσθαι φερομένης οἱ καιροὶ παρακαλῶσιν ἢ κολοῦσαι φιλαργυρίαν ἢ ἀπροσεξίαν ἀνασχεῖν ἀνόητον. οὕτως ἐπαρρησιάζετο Σόλων πρὸς Κροῖσον ὑπʼ εὐτυχίας ἀβεβαίου διεφθορότα καὶ τρυφῶντα, τὸ τέλος ὁρᾶν κελεύσας· οὕτω Σωκράτης Ἀλκιβιάδην ἐκόλουε, καὶ δάκρυον ἐξῆγεν ἀληθινὸν ἐξελεγχομένου καὶ τὴν καρδίαν ἔστρεφε.[*](ἔστρεφε H: ἀνέστρεφε ) τοιαῦτα τὰ Κύρου πρὸς Κυαξάρην καὶ τὰ πρὸς Δίωνα Πλάτωνος, ὅτε λαμπρότατος ἦν καὶ πάντας εἰς ἑαυτὸν ἀνθρώπους ἐπέστρεφε διὰ τὸ κάλλος τῶν πράξεων καὶ τὸ μέγεθος, παρακελευομένου φυλάττεσθαι καὶ δεδιέναι τὴν αὐθάδειαν,[*](αὐθάδειαν] Plat. Ep. IV p. 321 b) ὡς ἐρημίᾳ ξύνοικον ἔγραφε δὲ καὶ Σπεύσιππος αὐτῷ μὴ μέγα φρονεῖν εἰ πολὺς αὐτοῦ λόγος ἐστὶν ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλʼ ὁρᾶν ὅπως ὁσιότητι καὶ δικαιοσύνῃ καὶ νόμοις ἀρίστοις κοσμήσας Σικελίαν εὐκλεᾶ θήσει[*](εὐκλεᾶ θήσει] Eurip. Phoen. 1732) τὴν Ἀκαδήμειαν. Εὖκτος δὲ καὶ Εὐλαῖος, ἑταῖροι Περσέως, εὐτυχοῦντι μὲν ἀεὶ πρὸς

χάριν ὁμιλοῦντες καὶ συνεπινεύοντες ὥσπερ οἱ λοιποὶ παρηκολούθουν· ἐπεὶ δὲ Ῥωμαίοις συμβαλὼν περὶ Πύδναν ἔπταισε καὶ ἔφυγε, προσπεσόντες ἐπετίμων πικρῶς καὶ ἀνεμίμνησκον ὧν ἐξήμαρτεν ἢ παρεῖδεν, ἕκαστον ἐξονειδίζοντες, ἄχρι οὗ διαλγήσας ὁ ἄνθρωπος ὑπὸ λύπης καὶ ὀργῆς ἀμφοτέρους τῷ ξιφιδίῳ παίων ἀνεῖλεν.

ὁ μὲν οὖν κοινὸς οὕτω προωρίσθω καιρός· οὓς δὲ παρέχουσιν αὐτοὶ πολλάκις οὐ χρὴ προΐεσθαι τὸν κηδόμενον φίλων[*](φιλων R: φίλον ) ἀλλὰ χρῆσθαι· καὶ γὰρ ἐρώτησις ἐνίοις καὶ διήγησις καὶ ψόγος ὁμοίων ἐφʼ ἑτέροις ἢ ἔπαινος ὥσπερ ἐνδόσιμον εἰς παρρησίαν ἐστίν. οἷον ἐλθεῖν Δημάρατον εἰς Μακεδονίαν λέγουσι καθʼ ὃν χρόνον ἐν διαφορᾷ πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν ὁ Φίλιππος ἦν· ἀσπασαμένου δʼ αὐτὸν τοῦ Φιλίππου καὶ πυθομένου πῶς πρὸς ἀλλήλους ἔχουσιν ὁμονοίας οἱ Ἕλληνες, εἰπεῖν τὸν Δημάρατον εὔνουν ὄντα καὶ συνήθη πάνυ γοῦν ὦ Φίλιππε καλὸν ἐστί σοι πυνθάνεσθαι μὲν περὶ τῆς Ἀθηναίων καὶ Πελοποννησίων ὁμοφροσύνης, τὴν δʼ οἰκίαν περιορᾶν τὴν σεαυτοῦ τοσαύτης στάσεως καὶ διχονοίας γέμουσαν εὖ δὲ καὶ Διογένης, ὃς ἐπεὶ παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε τοῖς Ἕλλησιν ἐβάδιζε μαχούμενος, ἀνήχθη πρὸς αὐτόν, ὁ δʼ ἀγνοῶν ἠρώτησεν εἰ κατάσκοπός ἐστι, πάνυ μὲν οὖν ἔφη κατάσκοπος ὦ Φίλιππε τῆς[*](τῆςadd. H) ἀβουλίας σου καὶ τῆς ἀνοίας, διʼ ἣν οὐδενὸς ἀναγκάζοντος ἔρχῃ περὶ τῆς βασιλείας καὶ τοῦ σώματος ὥρᾳ μιᾷ διακυβεύσων

Τοῦτο μὲν οὖν ἴσως σφοδρότερον·

ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπʼ ἄλλων λοιδορηθέντες ἐφʼ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. ᾧ χρῷτʼ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δʼ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ,[*](αὑτῷscripsi: αὐτῷ) ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί. ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ προσειπεῖν,[*](προσειπεῖν]προφέρειν R. Malim προσεπειπεῖν ) ἂν ἀφῇς ταῦτα καὶ ῥίψῃς ἐφʼ οἷς κακῶς ἀκούεις; γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δʼ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις· κατηγοροῦσι γὰρ ἑτέρων ἃ πράττοντας ἐκείνους ἴσασιν. ὁ δʼ ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν, ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν,

ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ τοῦ Πλάτωνος. ἐπεὶ γὰρ ὁ Σωκράτης ἥψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος, οὐκ ἄμεινον ἦν ὁ Πλάτων ἔφη ἰδίᾳ ταῦτα λελέχθαι; καὶ ὁ Σωκράτης σὺ δʼ οὐκ ἄμεινον εἶπεν ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτʼ εἰπών;

Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλον νουθετῆσαι. δεῖ γὰρ ὡς νοσήματος οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν μηδʼ ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν. οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον καὶ αὔθαδες, οὐ γὰρ ἁπλῶς νουθετούμενος ἔρως μᾶλλον πιέζει κατʼ Εὐριπίδην,[*](εὐριπίδην] Nauck. p. 449) ἀλλʼ ἂν νουθετῇ τις ἐν πολλοῖς καὶ μὴ φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος εἰς τὸ ἀναίσχυντον καθίστησιν. ὥσπερ οὖν ὁ Πλάτων[*](Πλάτων] Legg. p. 729 c) τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην γέροντας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς νέους,· οὕτω τῶν φίλων ἡ δυσωπουμένη παρρησία δυσωπεῖ μάλιστα, καὶ τὸ μετʼ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ ἁμαρτάνοντος ὑπερείπει καὶ διεργάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον. ὅθεν ἄριστα μὲν ἔχει τὸ
  1. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι,
  2. [*](Homer. α 157)
ἥκιστα δὲ πρέπει γαμετῆς ἀκουούσης ἄνδρα καὶ παίδων ἐν ὄψει πατέρα καὶ ἐραστὴν ἐρωμένου παρόντος
ἢ γνωρίμων διδάσκαλον ἀποκαλύπτειν· ἐξίστανται γὰρ ὑπὸ λύπης καὶ ὀργῆς ἐλεγχόμενοι παρʼ οἷς εὐδοκιμεῖν ἀξιοῦσιν. οἶμαι δὲ καὶ Κλεῖτος οὐχ οὕτω παρώξυνε[*](παρώξυνε H: παροξύναι ) διὰ τὸν οἶνον, ὡς ὅτι πολλῶν παρόντων ἐδόκει κολούειν Ἀλέξανδρον. καὶ Ἀριστομένης ὁ Πτολεμαίου καθηγητὴς ὅτι νυστάζοντα πρεσβείας παρούσης ἐπάταξεν ἐξεγείρων, λαβήν τινα παρέσχε τοῖς κόλαξι, προσποιουμένοις ἀγανακτεῖν ὑπὲρ τοῦ βασιλέως καὶ λέγουσιν εἰ τοσαῦτα κοπιῶν καὶ ἀγρυπνῶν κατηνέχθης, ἰδίᾳ σε νουθετεῖν ὀφείλομεν, οὐκ ἐναντίον ἀνθρώπων τοσούτων προσφέρειν τὰς χεῖρας ὁ δὲ φαρμάκου κύλικα πέμψας ἐκέλευσεν ἐκπιεῖν τὸν ἄνθρωπον. Ἀριστοφάνης δὲ καὶ τὸν Κλέωνα τοῦτʼ ἐγκαλεῖν φησιν ὅτι
  1. ξένων παρόντων τὴν πόλιν κακῶς λέγει
καὶ παροξύνει τοὺς Ἀθηναίους. διὸ δεῖ φυλάττεσθαι καὶ τοῦτο μετὰ τῶν ἄλλων τοὺς μὴ παρεπιδείκνυσθαι μηδὲ δημαγωγεῖν ἀλλʼ ὀνησιφόρως καὶ θεραπευτικῶς χρῆσθαι τῇ παρρησίᾳ βουλομένους καὶ μὴν ὅπερ ὁ Θουκυδίδης[*](Θουκυδίδης] I 70) τοὺς Κορινθίους λέγοντας περὶ αὑτῶν πεποίηκεν, ὡς ἄξιοί εἰσιν ἑτέροις ἐπενεγκεῖν ψόγον, οὐ κακῶς εἰρημένον, ἔδει παρεῖναι τοῖς παρρησιαζομένοις. Λύσανδρος μὲν γὰρ ὡς ἔοικε πρὸς τὸν ἐκ Μεγάρων ἐν τοῖς συμμάχοις παρρησιαζόμενον ὑπὲρ τῆς Ἑλλάδος ἔφη τοὺς λόγους αὐτοῦ πόλεως δεῖσθαι· παρρησία δὲ παντὸς ἀνδρὸς ἤθους ἴσως δεῖται, καὶ τοῦτʼ ἀληθέστατόν ἐστιν ἐπὶ τῶν ἑτέρους νουθετούντων καὶ σωφρονιζόντων λεγόμενον.
ὁ γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον, ὥσπερ ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης ὀφθεὶς μόνον ἐν τῇ διατριβῇ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ μετέθηκεν. ἐλαφροῦ δὲ καὶ φαύλου τὸ ἦθος ἀνθρώπου λόγῳ παρρησίας ἁπτομένῳ περίεστι προσακοῦσαι τὸ
  1. ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων
  2. [*](Nauck. p. 545)

οὐ μὴν ἀλλʼ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις ὁμιλοῦντας ἐξάγει τὸ πράγματα πολλάκις εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἴη τρόπος ὁ συνεμπλέκων καὶ συμπεριλαμβάνων ἁμηγέπη τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον· ἐφʼ ᾧ λέλεκται καὶ τὸ

  1. Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
καὶ τὸ
  1. νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν
  2. Ἕκτορος
καὶ ὁ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν, ὡς μηδʼ αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετʼ ἐκείνων οἰόμενος δεῖν ἀρετῆς ἐπιμέλεσθαι καὶ ζητεῖν τἀληθές. καὶ γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, ἐπανορθοῦσθαι δὲ τοὺς φίλους ὥσπερ αὑτοὺς δοκοῦντες. ὁ δὲ σεμνύνων ἑαυτὸν ἐν τῷ κολούειν ἕτερον, ὡς δή τις εἰλικρινὴς καὶ ἀπαθής, ἂν μὴ πολὺ καθʼ ἡλικίαν προήκων μηδʼ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης, ἐπαχθὴς φανεὶς καὶ βαρὺς οὐδὲν ὠφέλησεν. ὅθεν οὐχ ἁπλῶς ὁ Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν ἀτυχήματα,
διʼ ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν πατέρα καὶ ταχὺ μεταγνόντος,
  1. ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην,
  2. [*](Homer. I 461)
ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν ὑπʼ ὀργῆς καὶ ἀναμάρτητος. ἐνδύεται γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν δοκοῦσιν. ἐπεὶ δʼ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι προσοιστέον, οὔτʼ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀναδέχεται καὶ νουθεσίαν ἄκρατον, ἐν τοῖς χρησιμωτάτοις ἐστὶ τῶν βοηθημάτων ὁ παραμιγνύμενος ἐλαφρὸς ἔπαινος, ὥσπερ ἐν τούτοις
  1. ὑμεῖς δʼ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς
  2. [*](id. N 116)
  3. πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
  4. ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη
  5. λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι
καὶ
  1. Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ
  2. [*](id. E 171)
  3. καὶ κλέος, ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ;
σφόδρα δʼ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ τοιαῦτα τοὺς ὑποφερομένους
  1. ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα;
  2. [*](Eurip. Phoen. 168)
καὶ
  1. ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
  2. [*](id. Herc. f. 1250)
οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν,[*](κολαστικόνscripsi: κελευστικόν) ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ
παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν. ὅταν δʼ ἑτέρους οἷον ἥλικας ἢ πολίτας ἢ συγγενεῖς παραβάλλωμεν, ἄχθεται καὶ διαγριαίνεται τὸ φιλόνεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν ὑποφωνεῖν μετʼ ὀργῆς τί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα; φυλακτέον οὖν ἑτέρους[*](εΤέρους] τὸ ἑτέρους R) ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων
  1. ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς,
  2. [*](Homer. E 800)
καὶ ὁ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς
  1. σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς καταισχύνων γένους,
  2. ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;
  3. [*](Nauck. p. 653)

ἥκιστα δὲ προσήκει νουθετούμενον ἀντινουθετεῖν καὶ παρρησίᾳ παρρησίαν ἀντεκφέρειν· ταχὺ γὰρ ἐκκάει καὶ ποιεῖ διαφοράν, καὶ ὅλως οὐκ ἀντιπαρρησιαζομένου δόξειεν ἂν ἀλλὰ παρρησίαν μὴ φέροντος ὁ τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα φίλον· ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ παρρησίαν δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλʼ ἐξελέγχειν καὶ διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν εὐνοίας καὶ χάριτος οὐ μέμψεως ἀνταπόδοσιν οὐδʼ ὀργῆς.

ἔτι τοίνυν ὁ μὲν Θουκυδίδης[*](Θουκυδίδης] II 64) φησὶν ὅστις ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς

βουλεύεται· τῷ δὲ φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι καὶ σφόδρα διαφερόντων. ἂν δʼ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, ὥσπερ ἰατρὸς δριμὺ φάρμακον ἢ πικρὸν ἀναγκαῖον δὲ καὶ πολυτελὲς εἰς πολλὰ καὶ μικρὰ καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν σφόδρα φυλάξεται τὸ συνεχὲς καὶ φιλαίτιον·[*](καὶ φιλαίτιον] τοῦ φιλαιτίου R) ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρασυκοφαντοῦντος ὥσπερ ἐνδόσιμον ἕξει πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς Φιλότιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον ἡλκωμένον οὐκ ἔστι σοι εἶπεν ὦ τᾶν περὶ παρωνυχίας ὁ λόγος. οὐκοῦν καὶ τῷ φίλῳ δίδωσιν ὁ καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντα τί παιδιὰς καὶ πότους καὶ φλυάρους λέγομεν; οὗτος, ὦ τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν ἢ παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν ἄνθρωπός ἐστιν[*](ἐστιν] ἔσται H) ὁ γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν· ὁ δʼ ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν οὐδὲ παισὶν ἀνεκτὸς οὐδʼ ἀδελφοῖς, ἀλλὰ καὶ δούλοις ἀφόρητος.

ἐπεὶ δʼ οὔτε τῷ γήρᾳ πάντα πρόσεστι κακὰ

κατʼ Εὐριπίδην[*](Εὐριπίδην] Phoen. 532) οὔτε τῇ τῶν φίλων ἀβελτερίᾳ, δεῖ μὴ μόνον ἁμαρτάνοντας ἀλλὰ καὶ κατορθοῦντας ἐπιτηρεῖν τοὺς φίλους, καὶ νὴ Δία προθύμως ἐπαινεῖν τὸ πρῶτον· εἶθʼ ὥσπερ ὁ σίδηρος πυκνοῦται τῇ περιψύξει καὶ δέχεται τὴν στόμωσιν ἀνεθεὶς πρῶτον ὑπὸ θερμότητος καὶ μαλακὸς γενόμενος, οὕτω τοῖς φίλοις διακεχυμένοις καὶ θερμοῖς οὖσιν ὑπὸ τῶν ἐπαίνων ὥσπερ βαφὴν ἀτρέμα τὴν παρρησίαν ἐπάγειν. δίδωσι γὰρ καιρὸς εἰπεῖν ἆρʼ ἄξιον ἐκεῖνα τούτοις παραβάλλειν; ὁρᾷς τὸ καλὸν οἵους καρποὺς ἀποδίδωσι; ταῦτʼ ἀπαιτοῦμεν οἱ φίλοι, ταῦτʼ ἐστὶν οἰκεῖα, πρὸς ταῦτα πέφυκας· ἐκεῖνα δʼ ἀποδιοπομπητέον
  1. εἰς ὄρος ἢ ἐς κῦμα πολυφλοίσβοιο θαλάσσης
  2. [*](Homer. Z 347)
ὡς γὰρ ἰατρὸς εὐγνώμων βούλοιτʼ ἂν ὕπνῳ καὶ τροφῇ μᾶλλον ἢ καστορίῳ καὶ σκαμωνίῳ τὸ νόσημα λῦσαι τοῦ κάμνοντος, οὕτω καὶ φίλος ἐπιεικὴς καὶ πατὴρ χρηστὸς καὶ διδάσκαλος ἐπαίνῳ μᾶλλον ἢ ψόγῳ χαίρει πρὸς ἐπανόρθωσιν ἤθους χρώμενος οὐδὲν γὰρ ἄλλο ποιεῖ τὸν παρρησιαζόμενον ἥκιστα λυπεῖν καὶ μάλιστα θεραπεύειν ἢ τὸ φειδόμενον ὀργῆς ἐν ἤθει καὶ μετʼ εὐνοίας προσφέρεσθαι τοῖς ἁμαρτάνουσιν. ὅθεν οὔτʼ ἀρνουμένους δεῖ πικρῶς ἐξελέγχειν οὔτε κωλύειν ἀπολογουμένους, ἀλλὰ καὶ προφάσεις εὐσχήμονας ἁμωσγέπως συνεκπορίζειν καὶ τῆς χείρονος αἰτίας ἀφισταμένοις[*](ἀφισταμένοις Hauptius: ἀφισταμένους ) αὐτοὺς ἐνδιδόναι μετριωτέραν, ὡς ὁ Ἕκτωρ
  1. δαιμόνιʼ, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ
  2. [*](Homer. Z 326)
πρὸς τὸν ἀδελφόν, ὡς οὐκ ἀπόδρασιν οὐδὲ δειλίαν οὖσαν ἀλλʼ ὀργὴν τὴν ἐκ τῆς μάχης ἀναχώρησιν αὐτοῦ. καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ Νέστωρ
  1. σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
  2. [*](id. I 109)
  3. εἴξας.
ἠθικώτερον γὰρ οἶμαι τοῦ ἠδίκησας καὶ ἠσχημόνησας τὸ οὐκ[*](τὸ οὐκ R: καὶ οὐκ ) ἐπέστησας καὶ ἠγνόησας[*](καὶ ἠγνόησας W: τοῦ ἠγνόησας ), καὶ τὸ μὴ φιλονείκει πρὸς τὸν ἀδελφὸν ἢ τὸ μὴ φθόνει τῷ ἀδελφῷ καὶ τὸ φύγε τὴν γυναῖκα διαφθείρουσαν ἢ τὸ παῦσαι τὴν γυναῖκα διαφθείρων. τοιοῦτον γὰρ ἡ θεραπευτικὴ παρρησία ζητεῖ τρόπον, ἡ δὲ πρακτικὴ[*](ἡ δὲ πρακτικὴ] ἡ δʼ ἐπακτικὴ?) τὸν ἐναντίον. ὅταν γὰρ ἢ μέλλοντας ἁμαρτάνειν ἐκκροῦσαι δεήσῃ πρὸς[*](πρὸςscripsi: ἢ πρὸς) ὁρμήν τινα βίαιον ἐνισταμένους[*](ἐνισταμένουςscripsi: ἱσταμένους) ἐξ ἐναντίας φερομένην ἢ πρὸς τὰ καλὰ μαλακῶς καὶ ἀπροθύμως ἔχοντας ἐντεῖναι καὶ παρορμῆσαι θελήσωμεν, εἰς αἰτίας δεῖ περιφέρειν ἀτόπους καὶ μὴ πρεπούσας τὸ γιγνόμενον. ὡς ὁ παρὰ Σοφοκλεῖ τὸν Ἀχιλλέα παροξύνων Ὀδυσσεὺς οὔ φησιν ὀργίζεσθαι διὰ τὸ δεῖπνον, ἀλλʼ
  1. ἤδη φησὶ τὰ Τροίας εἰσορῶν ἑδώλια
  2. [*](Nauck. p. 129)
  3. δέδοικας,
καὶ πρὸς ταῦτα πάλιν τοῦ Ἀχιλλέως διαγανακτοῦντος καὶ ἀποπλεῖν λέγοντος
  1. ἐγᾦδʼ ὃ φεύγεις, οὐ τὸ μὴ κλύειν κακῶς,
  2. ἀλλʼ ἐγγὺς Ἕκτωρ ἐστί· οὐ μένειν καλόν.
τὸν μὲν οὖν θυμοειδῆ καὶ ἀνδρώδη δειλίας δόξῃ, τὸν δὲ σώφρονα καὶ κόσμιον ἀκολασίας, τὸν δʼ ἐλευθέριον καὶ μεγαλοπρεπῆ μικρολογίας καὶ φιλαργυρίας δεδιττόμενοι παρορμῶσι πρὸς τὰ καλὰ καὶ τῶν αἰσχρῶν ἀπελαύνουσι, μέτριοι μὲν ἐν τοῖς ἀνηκέστοις ἐξεταζόμενοι καὶ τὸ λυπούμενον καὶ τὸ συναλγοῦν πλέον ἐν τῷ παρρησιάζεσθαι τοῦ ψέγοντος ἔχοντες, ἐν δὲ ταῖς κωλύσεσι τῶν ἁμαρτανομένων καὶ πρὸς τὰ πάθη διαμάχαις σφοδροὶ καὶ ἀπαραίτητοι καὶ συνεχεῖς ὄντες οὗτος γὰρ ὁ καιρὸς εὐνοίας ἀθρύπτου καὶ παρρησίας ἀληθινῆς ἐστι. τῷ δὲ ψέγειν τὰ πραχθέντα καὶ τοὺς ἐχθροὺς κατʼ ἀλλήλων ὁρῶμεν χρωμένους, ὥσπερ Διογένης ἔλεγεν ὅτι τῷ μέλλοντι σῴζεσθαι δεῖ φίλους ἀγαθοὺς ἢ διαπύρους ἐχθροὺς ὑπάρχειν οἱ μὲν γὰρ διδάσκουσιν, οἱ δʼ ἐλέγχουσι. βέλτιον δὲ τὰς ἁμαρτίας φυλάττεσθαι τοῖς συμβουλεύουσι πειθόμενον ἢ μετανοεῖν ἁμαρτάνοντα διὰ τοὺς κακῶς λέγοντας. καὶ διὰ τοῦτο δεῖ καὶ περὶ τὴν παρρησίαν φιλοτεχνεῖν, ὅσῳ μέγιστόν ἐστι καὶ κράτιστον ἐν φιλίᾳ φάρμακον, εὐστοχίας τε καιροῦ μάλιστα καὶ κράσεως μέτρον ἐχούσης ἀεὶ δεομένη.

ἐπεὶ τοίνυν, ὥσπερ εἴρηται, πολλάκις ἡ παρρησία τῷ θεραπευομένῳ λυπηρὰ πέφυκε, δεῖ μιμεῖσθαι τοὺς ἰατρούς οὔτε γὰρ ἐκεῖνοι τέμνοντες ἐν τῷ πονεῖν καὶ ἀλγεῖν καταλείπουσι τὸ πεπονθός, ἀλλʼ ἐνέβρεξαν προσηνῶς καὶ κατῃόνησαν, οὔθʼ οἱ νουθετοῦντες ἀστείως τὸ πικρὸν καὶ δηκτικὸν προσβαλόντες ἀποτρέχουσιν, ἀλλʼ ὁμιλίαις ἑτέραις καὶ 12·

λόγοις ἐπιεικέσιν ἐκπραΰνουσι καὶ διαχέουσιν, ὥσπερ οἱ λιθοξόοι τὰ πληγέντα καὶ περικοπέντα τῶν ἀγαλμάτων ἐπιλεαίνοντες καὶ γανοῦντες. ὁ δὲ πληγεὶς μὲν τῇ παρρησίᾳ καὶ χαραχθείς, ἀφεθεὶς δὲ τραχὺς καὶ οἰδῶν καὶ ἀνώμαλος ὑπʼ ὀργῆς δυσανάκλητος αὖθίς ἐστι καὶ δυσπαρηγόρητος. διὸ καὶ τοῦτο δεῖ παραφυλάττειν ἐν τοῖς μάλιστα τοὺς νουθετοῦντας καὶ μὴ προαπολείπειν, μηδὲ ποιεῖσθαι πέρας ὁμιλίας καὶ συνουσίας τὸ λυποῦν καὶ παροξῦνον τοὺς συνήθεις.