Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

Φλάκκον μὲν οὖν Ὁρδεώνιον οὐδὲν ἄλλο ἢ σκιὰν ὄντα Γάλβα καὶ εἴδωλον ἐατέον, ἡμέρας δὲ μιᾶς ὁδὸν ἀφέστηκεν ἡμῶν Οὐϊτέλλιος, ὁ τῆς ἑτέρας Γερμανίας ἡγούμενος, πατρός τε τιμητοῦ καὶ τρὶς ὑπάτου γενομένου καὶ Κλαυδίῳ

paris.1624.1063
Καίσαρι τρόπον τινὰ συνάρξαντος, αὐτός τε τὴν
p.254
λοιδορουμένην ὑπʼ ἐνίων πενίαν δεῖγμα λαμπρὸν ἔχων χρηστότητος καὶ μεγαλοφροσύνης, φέρε, τοῦτον ἑλόμενοι δείξωμεν ἀνθρώποις πᾶσιν ὡς Ἰβήρων καὶ Λυσιτανῶν ἀμείνους ἐσμὲν αὐτοκράτορα αἱρεῖσθαι.

ταῦτα τῶν μὲν ἤδη προσιεμένων, τῶν δʼ οὐ προσιεμένων, εἷς ὑπεξελθὼν σημαιοφόρος ἀπήγγειλε τῷ Οὐϊτελλίῳ νυκτός, ἑστιωμένων πολλῶν παρʼ αὐτῷ. τοῦ δὲ λόγου διαπεσόντος εἷς τὰ στρατεύματα πρῶτος Φάβιος Οὐάλης, ἡγεμὼν ἑνὸς τάγματος, τῇ ὑστεραίᾳ μετὰ ἱππέων συχνῶν ἐλάσας αὐτοκράτορα τὸν Οὐϊτέλλιον προσεῖπεν.

ὁ δὲ τὰς μὲν ἔμπροσθεν ἡμέρας ἐδόκει διωθεῖσθαι καὶ ἀναδύεσθαι, τὸ μέγεθος τῆς ἀρχῆς φοβούμενος, τότε δέ φασιν οἴνου διάπλεων καὶ τροφῆς ὄντα μεσημβρινῆς προελθεῖν καὶ ὑπακοῦσαι Γερμανικὸν ὄνομα θεμένων αὐτῷ, τὸ δὲ Καίσαρος οὐ προσδεξάμενον.

εὐθὺς δὲ καὶ τὸ μετὰ Φλάκκου στράτευμα τοὺς καλοὺς ἐκείνους καὶ δημοκρατικοὺς εἷς σύγκλητον ὅρκους ἀφέντες ὤμοσαν Οὐϊτελλίῳ τῷ αὐτοκράτορι ποιήσειν τὸ προστασσόμενον.