Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

καταλαμβάνει δʼ αὐτὸν ἔτι μέλλοντα

p.252
καὶ βουλευόμενον ἐκραγέντα τὰ Γερμανικά, κοινῇ γὰρ ἅπαντες οἱ στρατευόμενοι τὸν Γάλβαν ἐμίσουν οὐκ ἀποδιδόντα τὴν δωρεάν, ἰδίας δὲ ἐκεῖνοι προφάσεις ἐποιοῦντο Οὐεργίνιόν τε Ῥοῦφον ἀπερριμμένον ἀτίμως καὶ Γαλατῶν τοὺς πολεμήσαντας αὐτοῖς δωρεῶν τυγχάνοντας,

ὅσοι δὲ μὴ προσέθεντο Οὐΐνδικι κολαζομένους, ᾧ μόνῳ τὸν Γάλβαν χάριν εἰδέναι καὶ τιμᾶν τεθνηκότα καὶ γεραίρειν δημοσίοις ἐναγισμοῖς, ὡς ὑπʼ ἐκείνου Ῥωμαίων ἀποδεδειγμένον αὐτοκράτορα.

τοιούτων ἀναφανδὸν ἤδη λόγων ἐν τῷ στρατοπέδῳ περιφερομένων ἐπῆλθεν ἡ νουμηνία τοῦ πρώτου μηνός, ἣν καλάνδας Ἰανουαρίας καλοῦσι · τοῦ δὲ Φλάκκου συναγαγόντος αὐτοὺς ἐπὶ τὸν ὅρκον ὃν ἔθος ἐστὶν ὀμνύειν ὑπὲρ τοῦ αὐτοκράτορος, τὰς μὲν εἰκόνας τοῦ Γάλβα προσελθόντες ἀνέτρεψαν καὶ κατέσπασαν, αὐτοὶ δὲ ὀμόσαντες ὑπὲρ συγκλήτου καὶ δήμου Ῥωμαίων διελύθησαν.

εἶτα τοῖς ἡγεμονικοῖς παρίστατο δεδοικέναι τὴν ἀναρχίαν ὡς ἀπόστασιν. λέγει δέ τις ἐν αὐτοῖς· τί πάσχομεν, ὦ συστρατιῶται, μήτʼ ἄλλον ἡγεμόνα ποιούμενοι μήτε τὸν νῦν ὄντα φυλάττοντες, ὥσπερ οὐ Γάλβαν, ἀλλʼ ὅλως ἄρχοντα καὶ τὸ ἄρχεσθαι φεύγοντες;