Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἀλλʼ οὖν βουλευομένου γε τοῦ Γάλβα περὶ διαδόχου τὸν Ὄθωνα παρεισῆγεν ὁ Οὐίνιος, οὐδὲ τοῦτο προῖκα πράσσων, ἀλλʼ ἐπὶ γάμῳ τῆς θυγατρός, ὁμολογίας γενομένης γαμεῖν αὐτὴν τὸν Ὄθωνα παῖδα τοῦ Γάλβα καὶ διάδοχον ἀποδειχθέντα τῆς ἡγεμονίας, ὁ δὲ Γάλβας ἀεὶ μὲν ἦν δῆλος πρὸ τοῦ ἰδίου τὸ κοινὸν τιθέμενος καὶ ζητῶν οὐχ χ αὑτῷ θέσθαι τὸν ἥδιστον, ἀλλὰ Ῥωμαίοις τὸν ὠφελιμώτατον.

δοκεῖ δὲ μηδʼ ἂν ἐπὶ τοῖς ἰδίοις χρήμασι μόνον ἑλέσθαι τὸν Ὄθωνα κληρονόμον, ἀκόλαστον εἰδὼς καὶ πολυτελῆ καὶ πεντακισχιλίων μυριάδων ὀφλήμασι βεβαπτισμένον. ὅθεν ἀκούσας τοῦ Οὐινίου σιωπῇ καὶ πρᾴως ὑπερέθετο τὴν διάθεσιν. ἀποδείξας δʼ αὑτὸν ὕπατον καὶ συνάρχοντα τὸν Οὐίνιον ἐπίδοξος ἦν ἔτους ἀρχῇ τὸν διάδοχον ἀναγορεύσειν καὶ τὸ στρατιωτικὸν ἡδέως εἶχε τὸν Ὄθωνα παρʼ ὁντινοῦν ἄλλον ἀναγορευθῆναι.