Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐν δὲ τῇ συνοδίᾳ καὶ τῇ συνηθείᾳ τὸν Οὐίνιον ἐξεθεράπευσεν ὁμιλίᾳ καὶ δώροις, μάλιστα δὲ τῶν πρωτείων ὑφιέμενος αὐτῷ τό γε μετʼ ἐκεῖνον δύνασθαι διʼ ἐκεῖνον εἶχε βεβαίως, τῷ δὲ ἀνεπιφθόνῳ περιῆν, προῖκα συμπράττων πάντα τοῖς δεομένοις, καὶ παρέχων ἑαυτὸν εὐπροσήγορον καὶ φιλάνθρωπον ἅπασι. πλεῖστα δὲ τοῖς στρατιωτικοῖς συνελάμβανε καὶ προῆγε πολλοὺς ἐφʼ

p.250
ἡγεμονίας, τὰ μὲν αἰτούμενος ἀπὸ τοῦ αὐτοκράτορος,

τὰ δὲ τὸν Οὐίνιον καὶ τοὺς ἀπελευθέρους παρακαλῶν Ἴκελον καὶ Ἀσιατικόν οὗτοι γὰρ ἦσαν ἐν δυνάμει μάλιστα τῶν περὶ τὴν αὐλήν. ὁσάκις δὲ τὸν Γάλβαν εἱστία, τὴν παραφυλάττουσαν ἀεὶ σπεῖραν ἐδέκαζε χρυσοῦν ἑκάστῳ διανέμων, οἷς τιμᾶν αὐτὸν ἐδόκει καταπολιτευόμενος καὶ δημαγωγῶν τὸ στρατιωτικόν.