Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τοῦ δὲ πράγματος ὅρον οὐκ ἔχοντος, ἀλλὰ πόρρω νεμομένου καὶ προϊόντος ἐπὶ πολλούς, αὐτὸς μὲν

p.240
ἠδόξει, φθόνον δὲ καὶ μῖσος εἶχεν Οὐίνιος, ὡς τοῖς μὲν ἄλλοις ἅπασιν ἀνελεύθερον παρέχων τὸν ἡγεμόνα καὶ μικρολόγον, αὐτὸς δὲ χρώμενος ἀσώτως καὶ λαμβάνων πάντα καὶ πιπράσκων.

ὁ μὲν γὰρ Ἡσίοδος

ἀρχομένου τε πίθου καὶ λήγοντος κορέσασθαι
φησὶ δεῖν, ὁ δὲ Οὐίνιος ὁρῶν ἀσθενῆ καὶ γέροντα τὸν Γάλβαν ἐνεπίμπλατο τῆς τύχης, ὡς ἅμα μὲν ἀρχομένης, ἅμα δὲ φθινούσης.

ὁ δὲ πρεσβύτης ἠδικεῖτο τὰ μὲν πρῶτα τοῦ Οὐινίου κακῶς διοικοῦντος, ἃ δὲ αὐτὸς ὀρθῶς προῃρεῖτο διαβάλλοντος ἢ κωλύοντος· οἷον ἦν τὸ περὶ τὰς κολάσεις τῶν Νερωνιανῶν.

ἀπέκτεινε γὰρ τοὺς πονηρούς, ἐν οἷς ἦν ὁ Ἥλιος καὶ Πολύκλειτος καὶ Πετῖνος καὶ Πατρόβιος. ὁ δὲ δῆμος ἐκρότει, καὶ διʼ ἀγορᾶς αὐτῶν ἀγομένων ἐβόα καλὴν μὲν εἶναι καὶ θεοφιλῆ πομπήν, ἀπαιτεῖν δὲ καὶ θεοὺς καὶ ἀνθρώπους τὸν διδάσκαλον καὶ παιδαγωγὸν τῆς τυραννίδος Τιγελλῖνον. ἐφθάκει δὲ ὁ γενναῖος προειληφὼς ἀρραβῶσι μεγάλοις τὸν Οὐίνιον.