Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ταῦτα μὲν οὖν τοιαύτας ἔχει μέμψεις. ἐπεὶ δὲ προσιὼν ἀπεῖχε τῆς πόλεως περὶ πέντε καί εἴκοσι σταδίους, ἐνετύγχανεν ἀκοσμίᾳ καί θορύβῳ τῶν ἐρετῶν τὴν ὁδὸν προκατεχόντων καὶ περικεχυμένων πανταχόθεν, οὗτοι δὲ ἦσαν οὓς εἰς ἓν τάγμα ὁ Νέρων συλλοχίσας ἀπέφηνε στρατιώτας·

καί τότε παρόντες ἐκβεβαιώσασθαι τὴν στρατείαν οὔτʼ ὀφθῆναι τοῖς ἀπαντῶσιν οὔτʼ ἀκουσθῆναι παρίεσαν τὸν αὐτοκράτορα, ἀλλʼ ἐθορύβουν βοῇ σημεῖα τῷ τάγματι καί χώραν αἰτοῦντες, ἐκείνου δὲ ὑπερτιθεμένου καί πάλιν εἰπεῖν[*](πάλιν εἰπεῖν Bekker has παρείχειν (yield), after Coraës.) κελεύσαντος,

p.238
ἀρνήσεως σχῆμα τὴν ἀναβολὴν εἶναι φάσκοντες ἠγανάκτουν καί παρείποντο μὴ φειδόμενοι βοῆς. ἐνίων δὲ καί τὰς μαχαίρας σπασαμένων, ἐκέλευσε τοὺς ἱππεῖς ἐμβαλεῖν αὐτοῖς ὁ Γάλβας. ὑπέστη δὲ οὐδεὶς ἐκείνων, ἀλλʼ οἱ μὲν εὐθὺς ἀνατραπέντες, οἱ δὲ φεύγοντες διεφθάρησαν, οὐ χρηστὸν οὐδὲ αἴσιον ποιοῦντες τῷ Γάλβᾳ τὸν οἰωνὸν εἰσιόντι διὰ πολλοῦ φόνου καί νεκρῶν τοσούτων εἰς τὴν πόλιν. ἀλλʼ εἰ καί τις αὐτοῦ κατεφρόνει πρότερον ἀσθενοῦς καί γέροντος ὁρωμένου, τότε πᾶσι φρικώδης καί φοβερὸς ἐγένετο.

βουλόμενος δὲ τῆς περὶ τὰς δωρεὰς ἀμετρίας καὶ πολυτελείας τοῦ Νέρωνος ἀποδεικνύναι μεγάλην μεταβολήν, ἀστοχεῖν ἐδόκει τοῦ πρέποντος. Κάνου γὰρ αὐλήσαντος αὑτῷ παρὰ

paris.1624.1060
δεῖπνον ʽἀκρόαμα δὲ ἦν ὁ Κάνος εὐδοκιμούμενον ἐπαινέσας καὶ ἀποδεξάμενος ἐκέλευσεν αὑτῷ κομισθῆναι τὸ γλωσσόκομον· καὶ λαβὼν χρυσοῦς τινας ἐπέδωκε τῷ Κάνῳ, φήσας ἐκ τῶν ἰδίων, οὐκ ἐκ τῶν δημοσίων χαρίζεσθαι.

τὰς δὲ δωρεὰς ἃς Νέρων ἔδωκε τοῖς περὶ σκηνὴν καὶ παλαίστραν, ἀπαιτεῖσθαι συντόνως κελεύσας πλὴν τοῦ δεκάτου μέρους, εἶτα μικρὰ καὶ γλίσχρα κομιζόμενος ἀνηλώκεσαν γὰρ οἱ πλεῖστοι τῶν λαβόντων, ἐφήμεροι καὶ σατυρικοὶ τοῖς βίοις ἄνθρωποι τοὺς πριαμένους παρʼ αὐτῶν ἢ λαβόντας ὁτιοῦν ἀνεζήτει καὶ παρʼ ἐκείνων ἐξέπραττε.