Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

νόμου δὲ ὄντος ἐν Πέρσαις δωρεὰν αἰτεῖν τὸν ἀναδειχθέντα καὶ διδόναι τὸν ἀναδείξαντα πᾶν τὸ αἰτηθὲν, ἄνπερ ᾖ δυνατόν, ᾔτησεν Ἀσπασίαν ὁ Δαρεῖος τὴν μάλιστα σπουδασθεῖσαν ὑπὸ Κύρου, τότε δὲ τῷ βασιλεῖ παλλακευομένην. ἦν δὲ Φωκαῒς τὸ γένος ἀπʼ Ἰωνίας, ἐλευθέρων γονέων καὶ τεθραμμένη κοσμίως.

ἐπεὶ δὲ Κύρου δειπνοῦντος εἰσήχθη μεθʼ ἑτέρων γυναικῶν, αἱ μὲν ἄλλαι παρακαθεζόμεναι προσπαίζοντος αὐτοῦ καὶ· ἁπτομένου καὶ σκώπτοντος οὐκ ἀηδῶς ἐνεδέχοντο τὰς φιλοφροσύνας, ἐκείνη δὲ παρὰ τὴν κλίνην εἱστήκει σιωπῇ καὶ Κύρου καλοῦντος οὐχ ὑπήκουε βουλομένων δὲ προσάγειν τῶν κατευναστῶν, οἰμώξεται μέντοι τούτων,

paris.1624.1025
εἶπεν, ὃς ἂν ἐμοὶ προσαγάγῃ τὰς χεῖρας ἔδοξεν οὖν ἄχαρις τοῖς παροῦσιν εἶναι καὶ ἄγροικος.

ὁ δὲ Κῦρος ἡσθεὶς ἐγέλασε, καὶ εἶπε πρὸς τὸν ἀγαγόντα τὰς γυναῖκας, ἆρα ἤδη συνορᾷς ὅτι μοι μόνην ταύτην ἐλευθέραν καὶ ἀδιάφθορον ἥκεις κομίζων ; ἐκ δὲ τούτου προσεῖχεν ἀρξάμενος αὐτῇ, καὶ μάλιστα πασῶν ἔστερξε καὶ σοφὴν προσηγόρευσεν. ἑάλω δὲ Κύρου πεσόντος ἐν τῇ μάχῃ καὶ διαρπαζομένου τοῦ στρατοπέδου.

ταύτην ὁ Δαρεῖος αἰτήσας ἠνίασε τὸν·

p.192
πατέρα· δύσζηλα γὰρ τὰ βαρβαρικὰ δεινῶς περὶ τὸ ἀκόλαστον, ὥστε μὴ μόνον τὸν προσελθόντα καὶ θιγόντα παλλακῆς βασιλέως, ἀλλὰ καὶ τὸν ἐν πορείᾳ προεξελθόντα καὶ διεξελάσαντα τὰς ἁμάξας ἐφʼ αἷς κομίζονται, θανάτῳ κολάζεσθαι.

καίτοι τὴν μὲν Ἄτοσσαν εἶχεν ἔρωτι ποιησάμενος γυναῖκα παρὰ τὸν νόμον, ἑξήκοντα δὲ καὶ τριακόσιαι παρετρέφοντο κάλλει διαφέρουσαι παλλακίδες, οὐ μὴν ἀλλὰ καὶ αἰτηθεὶς ἐκείνην ἐλευθέραν ἔφησεν εἶναι καὶ λαμβάνειν ἐκέλευσε βουλομένην, ἄκουσαν δὲ μὴ βιάζεσθαι. μεταπεμφθείσης δὲ τῆς Ἀσπασίας καὶ παρʼ ἐλπίδας τοῦ βασιλέως ἑλομένης τὸν Δαρεῖον, ἔδωκε μὲν ὑπʼ ἀνάλκης τοῦ νόμου, δοὺς δὲ ὀλίγον ὕστερον ἀφείλετο.

τῆς γὰρ Ἀρτέμιδος τῆς ἐν Ἐκβατάνοις, ἣν Ἀναῗτιν καλοῦσιν, ἱέρειαν ἀνέδειξεν αὐτήν, ὅπως ἁγνὴ διάγῃ τὸν ἐπίλοιπον βίον, οἰόμενος οὐ χαλεπήν, ἀλλὰ καὶ μετρίαν τινὰ καὶ παιδιᾷ μεμιγμένην ταύτην λήψεσθαι δίκην παρὰ τοῦ παιδός. ὁ δʼ ἤνεγκεν οὐ μετρίως, εἴτʼ ἔρωτι τῆς Ἀσπασίας περιπαθὴς γεγονώς, εἴτε ὑβρίσθαι καὶ κεχλευάσθαι νομίζων ὑπὸ τοῦ πατρός.