Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

οὔτε γὰρ χρυσὸς οὔτε κάνδυς οὔτε ὁ τῶν μυρίων καὶ δισχιλίων ταλάντων περικείμενος ἀεὶ τῷ βασιλέως σώματι κόσμος ἐκεῖνον ἀπεκώλυε πονεῖν καὶ ταλαιπωρεῖν, ὥσπερ οἱ τυχόντες, ἀλλὰ τήν τε φαρέτραν ἐνημμένος καὶ τήν πέλτην φέρων αὐτὸς ἐβάδιζε πρῶτος ὁδοὺς ὀρεινὰς καὶ προσάντεις, ἀπολιπὼν τὸν ἵππον, ὥστε τοὺς ἄλλους πτεροῦσθαι καὶ συνεπικουφίζεσθαι τήν ἐκείνου προθυμίαν καὶ ῥώμην ὁρῶντας· καὶ γὰρ διακοσίων καὶ πλειόνων σταδίων κατήνυεν ἡμέρας ἑκάστης πορείαν.

ἐπεὶ δὲ εἰς σταθμὸν κατέβη βασιλικόν παραδείσους ἔχοντα θαυμαστοὺς καὶ κεκοσμημένους διαπρεπῶς ἐν τῷ πέριξ ἀδένδρῳ καὶ ψιλῷ χωρίῳ, κρύους ὄντος, ἐπέτρεψε τοῖς στρατιώταις ἐκ τοῦ παραδείσου ξυλίζεσθαι τὰ δένδρα κόπτοντας, μήτε πεύκης μήτε κυπαρίττου φειδομένους.

p.188
ὀκνούντων δὲ καὶ φειδομένων διὰ τὰ κάλλη καὶ τὰ μεγέθη, λαβὼν πέλεκυν αὐτὸς ὅπερ ἦν μέγιστον καὶ κάλλιστον τῶν φυτῶν ἔκοψεν. ἐκ δὲ τούτου ξυλιζόμενοι καὶ πολλὰ πυρὰ ποιοῦντες εὐμαρῶς ἐνυκτέρευσαν. οὐ μὴν ἀλλὰ πολλοὺς καὶ ἀγαθοὺς ἀποβαλὼν ἄνδρας, ἵππους δὲ ὁμοῦ τι πάντας ἐπανῆλθε.

καὶ δόξας καταφρονεῖσθαι διὰ τὴν ἀτυχίαν καὶ τὴν ἀπότευξιν τῆς στρατείας, ἐν ὑποψίαις εἶχε τοὺς πρώτους· καὶ πολλοὺς μὲν ἀνῄρει διʼ ὀργήν, πλείονας δὲ φοβούμενος, ἡ γὰρ δειλία φονικώτατόν ἐστιν ἐν ταῖς τυραννίσιν, ἵλεων δὲ καὶ πρᾶον καὶ ἀνύποπτον ἡ θαρραλεότης. διὸ καὶ τῶν θηρίων τὰ ἀτιθάσευτα καὶ δυσεξημέρωτα ψοφοδεῆ καὶ δειλά, τὰ δὲ γενναῖα πιστεύοντα μᾶλλον διὰ τὸ θαρρεῖν οὐ φεύγει τὰς φιλοφροσύνας.

ὁ δὲ Ἀρτοξέρξης ἤδη πρεσβύτερος ὢν ᾐσθάνετο τοὺς υἱοὺς ἀγῶνα περὶ τῆς βασιλείας ἐν τοῖς φίλοις καὶ τοῖς δυνατοῖς ἔχοντας, οἱ μὲν γὰρ εὐγνώμονες ἠξίουν, ὡς ἔλαβεν αὐτός, οὕτως ἀπολιπεῖν πρεσβεῖα Δαρείῳ τὴν ἀρχήν, ὁ δὲ νεώτατος Ὦχος ὀξὺς ὢν καὶ βίαιος εἶχε μὲν καὶ τῶν περὶ τὸ βασίλειον οὐκ ὀλίγους σπουδαστάς, ἤλπιζε δὲ μάλιστα κατεργάσεσθαι τὸν πατέρα διὰ τῆς Ἀτόσσης.

ἐκείνην γὰρ ἐθεράπευεν ὡς γαμησομένην καὶ συμβασιλεύσουσαν αὐτῷ μετὰ τὴν τοῦ πατρὸς τελευτήν. ἦν δὲ λόγος ὅτι καὶ ζῶντος ἐλάνθανεν αὐτῇ πλησιάζων, ἀλλὰ τοῦτο

p.190
μὲν ἠγνόησεν ὁ Ἀρτοξέρξης· ταχὺ δὲ βουλόμενος ἐκκροῦσαι τῆς ἐλπίδος τὸν Ὦχον, ὅπως μὴ τὰ αὐτὰ Κύρῳ τολμήσαντος αὐτοῦ πόλεμοι καὶ ἀγῶνες αὖθις καταλάβωσι τὴν βασιλείαν, ἀνέδειξε τὸν Δαρεῖον βασιλέα πεντηκοστὸν ἔτος γεγονότα, καὶ τὴν καλουμένην κίταριν ὀρθὴν φέρειν ἔδωκε.