Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ καὶ τοῦτο ἐποίησε καὶ τὸν Διονύσιον ἄγων μεθʼ ἑαυτοῦ πρὸς τὸν Ἄρατον ἦλθεν. ἐλθόντα δὲ αὐτὸν οὐκέτι διῆκαν, ἀλλὰ δήσαντες ἐφύλαττον ἐν οἰκίσκῳ κατακεκλεισμένον αὐτοὶ δὲ παρεσκευάζοντο πρὸς τὴν ἐπίθεσιν.

ἐπεὶ δὲ ἦν ἕτοιμα πάντα, τὴν μὲν ἄλλην

p.46
δύναμιν ἐκέλευσεν ἐπὶ τῶν ὅπλων νυκτερεύειν, ἀναλαβὼν δὲ λογάδας τετρακοσίους οὐδʼ αὐτοὺς εἰδότας τὰ πραττόμενα, πλὴν ὀλίγων, ἦγε πρὸς τὰς πύλας παρὰ τὸ Ἡραῖον. ἦν δὲ τοῦ ἔτους ἡ περὶ θέρος ἀκμάζον ὥρα, τοῦ δὲ μηνὸς πανσέληνος, ἡ δὲ νὺξ ἀνέφελος καὶ καταφανής, ὥστε καὶ φόβον τὰ ὅπλα παρέχειν ἀντιλάμποντα πρὸς τήν σελήνην, μὴ τοὺς φύλακας οὐ λάθωσιν.

ἤδη δὲ τῶν πρώτων ἐγγὺς ὄντων ἀπὸ θαλάσσης ἀνέδραμε νέφη καὶ κατέσχε τήν τε πόλιν αὐτὴν καὶ τὸν ἔξω τόπον ἐπίσκιον γενόμενον, ἐνταῦθα δὲ οἱ μὲν ἄλλοι συγκαθίσαντες ὑπελύοντο τὰς κρηπῖδας οὔτε γὰρ ψόφον ποιοῦσι πολὺν οὔτε ὀλισθήματα λαμβάνουσι γυμνοῖς τοῖς ποσὶν ἀντιλαμβανόμενοι τῶν κλιμάκων ὁ δὲ Ἐργῖνος ἑπτὰ λαβὼν νεανίσκους ἐσταλμένους ὁδοιπορικῶς ἔλαθε τῇ πύλῃ προσμίξας.