Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

καὶ τὸν πυλωρὸν ἀποκτιννύουσι καὶ τοὺς μετʼ αὐτοῦ φύλακας, ἅμα δὲ αἵ τε κλίμακες προσετίθεντο καὶ κατὰ σπουδὴν ὁ Ἄρατος ὑπερβιβάσας ἑκατὸν ἄνδρας, τοὺς δʼ ἄλλους ἕπεσθαι κελεύσας ὡς ἂν δύνωνται τάχιστα, τὰς κλίμακας ἀναρπάσας ἐχώρει διὰ τῆς πόλεως μετὰ τῶν ἑκατὸν ἐπὶ τήν ἄκραν, ἤδη περιχαρὴς διὰ τὸ λανθάνειν ὡς κατορθῶν.

καί πως ἔτι πρόσωθεν αὐτοῖς ἀπήντα σὺν φωτὶ φυλακὴ τεσσάρων ἀνδρῶν οὐ καθορωμένοις ἔτι γὰρ ἦσαν ἐν τῷ σκιαζομένῳ τῆς σελήνης· ἐκείνους δὲ προσιόντας ἐξ ἐναντίας καθορῶσι. μικρὸν οὖν ὑποστείλας τειχίοις τισὶ καὶ οἰκοπέδοις, ἐνέδραν ἐπὶ τοὺς ἄνδρας καθίζει, καὶ τρεῖς μὲν αὐτῶν ἐμπεσόντες ἀποθνῄσκουσιν, ὁ δὲ τέταρτος πληγεὶς ξίφει τήν κεφαλήν ἔφυγε, βοῶν ἔνδον εἶναι

p.48
τοὺς πολεμίους.

καὶ μετὰ μικρὸν αἵ τε σάλπιγγες ἐπεσήμαινον, ἥ τε πόλις ἐξανίστατο πρὸς τὰ γινόμενα, πλήρεις τε ἦσαν οἵ στενωποὶ διαθεόντων, καὶ φῶτα πολλὰ, τὰ μὲν κάτωθεν ἤδη, τὰ δὲ ἄνωθεν ἀπὸ τῆς ἄκρας περιέλαμπε, καὶ κραυγὴ συνερρήγνυτο πανταχόθεν ἄσημος.