Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
αἴτιοι δὲ τούτων οἱ Καίσαρος κόλακες ἄλλας τε τιμὰς ἐπιφθόνους ἀνευρίσκοντες αὐτῷ καὶ διαδήματα τοῖς ἀνδριᾶσι νύκτωρ ἐπιτιθέντες, ὡς τοὺς πολλοὺς ὑπαξόμενοι βασιλέα προσειπεῖν ἀντὶ δικτάτορος.
τοὐναντίον δʼ ἀπήντησεν, ὡς ἐν τοῖς περὶ Καίσαρος ἀκριβῶς γέγραπται.
Κασσίῳ δὲ πειρῶντι τοὺς φίλους ἐπὶ
p.146
Καίσαρα πάντες ὡμολόγουν, εἰ Βροῦτος ἡγοῖτο· δεῖσθαι γὰρ οὐ χειρῶν οὐδὲ τόλμης τὴν πρᾶξιν, ἀλλὰ δόξης ἀνδρὸς οἷος οὗτός ἐστιν, ὥσπερ καταρχομένου καὶ βεβαιοῦντος αὐτῷ τῷ παρεῖναι τὸ δίκαιον·