Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
εἰ δὲ μή,καὶ δρῶντας ἀθυμοτέρους ἔσεσθαι καὶ δράσαντας ὑποπτοτέρους· ὡς οὐκ ἂι ἐκείνου τὸ ἔργον, εἰ καλὴν αἰτίαν εἶχεν, ἀπειπαμένου.
ταῦτα συμφρονήσας ἐνέτυχε Βρούτῳ πρότερος ἐκ τῆς διαφορᾶς ἐκείνης, καὶ μετὰ τὰς διαλύσεις καὶ φιλοφροσύνας ἠρώτησεν εἰ τῇ νουμηνίᾳ τοῦ Μαρτίου μηνὸς ἔγνωκεν εἰς σύγκλητον παρεῖναι· πυνθάνεσθαι γὰρ ὡς λόγον ὑπὲρ βασιλείας Καίσαρος οἱ φίλοι τότε καθήσοιεν.
φήσαντος δὲ τοῦ Βρούτου μὴ παριέναι, τί οὖν, εἶπεν ὁ Κάσσιος, ἂν καλῶσιν ἡμᾶς; ἐμὸν ἔργον, ἔφη ὁ Βροῦτος, ἤδη τὸ μὴ σιωπᾶν, ἀλλʼ ἀμύνειν τῇ πατρίδι[*](ἀμύνειν τῇ πατρίδι Letnz, comparing Appian, B.C. ii. 113: ἀμύνειν.) καὶ προαποθνῄσκειν τῆς ἐλευθερίας.