Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐπεὶ δʼ ἐγγὺς ἦσαν, ὁ μὲν Ἀντώνιος ὑπέστη, διαπορῶν ὅπως χρὴ δέξασθαι τὸν Βροῦτον, ὁ δὲ Λουκίλλιος προσαχθεὶς μάλα
paris.1624.1008
τεθαρρηκώς Μᾶρκον μὲν, εἶπεν, Ἀντώνιε, Βροῦτονοὐδεὶς ᾕρηκεν οὐδʼ ἂν ἕλοι πολέμιος· μὴ τοσοῦτον ἡ τύχῃ κρατήσειε τῆς ἀρετῆς. ἀλλʼ ἐκεῖνος εὑρεθήσεται ζῶν ἤ που καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ. ἐγὼ δὲ τοὺς σοὺς στρατιώτας
p.240
παρακρουσάμενος ἥκω, παθεῖν οὐδὲν ἐπὶ τούτῳ τῶν ἀνηκέστων παραιτούμενος.