Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οἱ δʼἀσπασάμενοι τὸ εὕρημα καὶ τύχῃ τινὶ θαυμαστῇ κεχρῆσθαι νομίζοντες ἦγον τὸν ἄνδρα σκότους ἤδη, προπέμψαντες ἐξ αὑτῶν τινας ἀγγέλους παρὰ τὸν Ἀντώνιον.

αὐτός τε οὖν ἡσθεὶς ἀπήντα τοῖς ἄγουσι, καὶ τῶν ἄλλων οἱ πυνθανόμενοι ζῶντα Βροῦτον κομίζεσθαι συνετρόχαζον, οἱ μὲν ἐλεεινὸν ἡγούμενοι τῆς τύχης, οἱ δὲ τῆς δόξης ἀνάξιον, ἄγραν βαρβάρων ὑπὸ φιλοψυχίας γενόμενον.