Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐπεὶ δὲ τὰ πράγματα διέστη Πομπηΐου καί Καίσαρος ἐξενεγκαμένων τὰ ὅπλα καί τῆς ἡγεμονίας ταραχθείσης, ἐπίδοξος μὲν ἦν αἱρήσεσθαι τὰ Καίσαρος· ὁ γὰρ πατὴρ αὐτοῦ διὰ τὸν Πομπήϊον ἐτεθνήκει πρότερον·

ἀξιῶν δὲ τὰ κοινὰ τῶν ἰδίων ἐπίπροσθεν ποιεῖσθαι καί τὴν Πομπηΐου νομίζων ὑπόθεσιν βελτίονα πρὸς τὸν πόλεμον εἶναι τῆς τοῦ Καίσαρος[*](τῆς τοῦ Καίσαρος Lentz: τοῦ Καίσαρος.) ἐκείνῳ προσέθετο.

καίτοι πρότερον ἀπαντήσας οὐδὲ προσεῖπε τὸν Πομπήϊον, ἄγος ἡγούμενος μέγα πατρὸς φονεῖ διαλέγεσθαι τότε δʼ ὡς ἄρχοντι τῆς πατρίδος ὑποτάξας ἑαυτόν εἰς Κιλικίαν ἔπλευσε πρεσβευτὴς μετὰ Σηστίου τοῦ λαχόντος τὴν ἐπαρχίαν.

ὡς δʼἐκεῖ πράττειν οὐδὲν ἦν μέγα καί συνῄεσαν εἰς ταὐτὸ ἤδη Πομπήϊος καί Καῖσαρ ἀγωνιζόμενοι περὶ τῶν ὅλων, ἧκεν εἰς Μακεδονίαν ἐθελοντὴς τοῦ κινδύνου μεθέξων·