Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἔτι δὲ μειράκιον ὢν Κάτωνι τῷ θείῳ συναπεδήμησεν εἰς Κύπρον ἐπὶ Πτολεμαῖον ἀποσταλέντι.
Πτολεμαίου δὲ διαφθείραντος ἑαυτὸν ὁ Κάτων αὐτὸς ἐν Ῥόδῳ διατριβὴν ἔχων ἀναγκαίαν ἔτυχε μὲν ἤδη τινὰ τῶν φίλων Κανίδιον ἐπὶ τὴν τῶν χρημάτων φυλακὴν ἀπεσταλκώς, δείσας δʼ ἐκεῖνον ὡς οὐκ ἀφεξόμενον κλοπῆς, ἔγραψε τῷ Βρούτῳ πλεῖν τὴν ταχίστην εἰς Κύπρον ἑκ Παμφυλίας· ἐκεῖ γὰρ ἑαυτὸν ἀναλαμβάνων ἔκ τινος ἀσθενείας διῆγεν.
ὁ δὲ καὶ μάλα ἄκων ἔπλευσε,
p.132
τόν τε Κανίδιον αἰδούμενος ὡς ἀτίμως ἀπερριμμένον ὑπὸ τοῦ Κάτωνος, καὶ ὅλως τὴν τοιαύτην ἐπιμέλειαν καὶ διοίκησιν, ἅτε δὴ νέος καὶ σχολαστής, οὐκ ἐλευθέριον οὐδʼ ἑαυτοῦ ποιούμενος. οὐ μὴν ἀλλὰ καὶ περὶ ταῦτα συντείνας ἑαυτὸν ὑπὸ τοῦ Κάτωνος ἐπῃνέθη, καὶ τῆς οὐσίας ἐξαργυρισθείσης ἀναλαβὼν τὰ πλεῖστα τῶν χρημάτων εἰς Ῥώμην ἔπλευσεν.