Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
κηρῷ μὲν γὰρ ἔοικεν[*](ἔοικεν Bekker adopts the early anonymous correction to ἔχωθεν (on wax the impression is outside, but the soul, etc.).) ἡ τύπωσις, ψυχῇ δʼ ἀνθρώπου, τὸ πλαττόμενον καὶ τὸ πλάττον ἐχούσῃ τὸ αὐτό, ῥᾷστα ποικίλλειν αὑτὴν
δηλοῦσι δὲ αἱ κατὰ τοὺς ὕπνους τροπαὶ τῶν ὀνείρων, ἃς τρέπεται τὸ φανταστικόν ἐξ ἀρχῆς βραχείας παντοδαπὰ καὶ πάθη καὶ εἴδωλα γινόμενον. κινεῖσθαι δʼ ἀεὶ πέφυκε·
κίνησις δʼ αὐτῷ φαντασία τις ἢ νόησις. σοὶ δὲ καὶ τὸ σῶμα ταλαιπωρούμενον φύσει τὴν διάνοιαν αἰωρεῖ καὶ παρατρέπει.
δαίμονας δʼ οὔτʼ εἶναι πιθανόν οὔτε ὄντας ἀνθρώπων ἔχειν εἶδος ἢ φωνὴν ἢ δύναμιν εἰς ἡμᾶς διήκουσαν· ὡς ἔγωγʼ ἂν ἐβουλόμην, ἵνα μὴ μόνον ὅπλοις καὶ ἵπποις καὶ ναυσὶ τοσαύταις, ἀλλὰ καὶ θεῶν ἀρωγαῖς ἐπεθαρροῦμεν, ὁσιωτάτων ἔργων καὶ καλλίστων ἡγεμόνες ὄντες. τοιούτοις μὲν ὁ Κάσσιος ἐπράϋνε λόγοις τὸν Βροῦτον.
ἐμβαινόντων δὲ τῶν στρατιωτῶν ἐπὶ τὰς πρώτας σημαίας ἀετοὶ δύο συγκατασκήψαντες ὁμοῦ συνδιεκομίζοντο, καὶ παρηκολούθουν ὑπὸ τῶν στρατιωτῶν τρεφόμενοι μέχρι Φιλίππων, ἐκεῖ δʼ ἡμέρᾳ μιᾷ πρὸ τῆς μάχης ᾤχοντο ἀποπτάμενοι.