Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὡς οὖν ἔμελλεν ἐξ Ἀσίας διαβιβάζειν τὸ στράτευμα, νὺξ μὲν ἦν βαθυτάτη, φῶς δʼ εἶχεν οὐ πάνυ λαμπρὸν ἡ σκηνή, πᾶν δὲ τὸ στρατόπεδον σιωπῇ κατεῖχεν.

ὁ δὲ συλλογιζόμενός τι καὶ σκοπῶν πρὸς ἑαυτόν ἔδοξεν αἰσθέσθαι τινὸς εἰσιόντος, ἀποβλέψας δὲ πρὸς τὴν εἴσοδον ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον ὄψιν ἐκφύλου σώματος καὶ φοβεροῦ, σιωπῇ παρεστῶτος αὐτῷ.

τολμήσας δὲ ἐρέσθαι, τίς ποτʼ ὢν, εἶπεν, ἀνθρώπων ἢ θεῶν, ἢ τί βουλόμενος ἥκεις ὡς ἡμᾶς; ὑποφθέγγεται δʼ αὐτῷ τὸ φάσμα· ὁ σὸς, ὦ Βροῦτε, δαίμων κακός· ὄψει δέ με περὶ Φιλίππους. καὶ ὁ Βροῦτος οὐ διαταραχθεὶς, ὄψομαι, εἶπεν.

ἀφανισθέντος δʼ αὐτοῦ τοὺς παῖδας ἐκάλει· μήτε δʼ ἀκοῦσαί τινα φωνὴν μήτʼ ἰδεῖν

paris.1624.1001
ὄψιν φασκόντων, τότε μὲν ἐπηγρύπνησεν· ἅμα δʼ ἡμέρᾳ τραπόμενος πρὸς Κάσσιον ἔφραζε τὴν ὄψιν.

ὁ δὲ τοῖς Ἐπικούρου λόγοις χρώμενος καὶ περὶ τούτων ἔθος ἔχων διαφέρεσθαι πρὸς τὸν Βροῦτον, ἡμέτερος οὗτος, εἶπεν, ὦ Βροῦτε, λόγος, ὡς οὐ πάντα πάσχομεν ἀληθῶς οὐδʼ ὁρῶμεν,ἀλλʼ ὑγρὸν μέν τι χρῆμα καὶ ἀπατηλὸν ἡ αἴσθησις, ἔτι δʼ ὀξυτέρα ἡ διάνοια κινεῖν αὑτὸ καὶ μεταβάλλειν ἀπʼ οὐδενὸς ὑπάρχοντος ἐπὶ πᾶσαν ἰδέαν.