Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
λέγεται δὲ τοῦ κήρυκος, ὥσπερ
μετὰ ταῦτα διαλλαγέντες οἱ τρεῖς, Καῖσαρ, Ἀντώνιος, Λέπιδος, διενείμαντο τὰς ἐπαρχίας σφαγάς τε καὶ προγραφὰς ἀνδρῶν διακοσίων ἐποίησαν, ἐν οἷς καὶ Κικέρων ἀπέθανε.
τούτων οὖν εἰς Μακεδονίαν ἀπαγγελθέντων ἐκβιασθεὶς ὁ Βροῦτος ἔγραψεν Ὁρτησίῳ κτεῖναι Γάϊον Ἀντώνιον, ὡς δὴ Βρούτῳ τε καὶ Κικέρωνι τιμωρῶν, τῷ μὲν ὄντι φίλῳ, τῷ δὲ καὶ κατὰ γένος προσήκοντι. διὰ ταῦθʼ ὕστερον Ἀντώνιος Ὁρτήσιον ἐν Φιλίπποις λαβὼν τῷ μνήματι τοῦ ἀδελφοῦ προσέσφαξε.
Βροῦτος δὲ τῆς Κικέρωνος τελευτῆς τῇ αἰτίᾳ φησὶν αἰσχύνεσθαι μᾶλλον ἢ τῷ πάθει συναλγεῖν, ἐγκαλεῖν δὲ τοῖς ἐπὶ Ῥώμης φίλοις· δουλεύειν γὰρ αὑτῶν αἰτίᾳ μᾶλλον ἢ τῶν τυραννούντων, καὶ καρτερεῖν ὁρῶντας καὶ παρόντας ἃ μηδʼ ἀκούειν αὐτοῖς ἀνεκτὸν ἦν.
περαιώσας δὲ τὸν στρατὸν εἰς Ἀσίαν ἤδη λαμπρὸν ὄντα, ναυτικὸν μὲν ἐξηρτύετο στόλον ἐν Βιθυνίᾳ καὶ περὶ Κύζικον, πεζῇ δʼ αὐτὸς ἐπιὼν καθίστατο τὰς πόλεις καὶ τοῖς δυνάσταις ἐχρημάτιζε, καὶ πρὸς Κάσσιον ἔπεμπεν εἰς Συρίαν ἀπʼ Αἰγύπτου μετακαλῶν·