Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τῶν δὲ διαφθαρέντων στρατιωτῶν εἰς Ἀπολλωνίαν ἀποστάντων καὶ καλούντων ἐκεῖ τὸν Βροῦτον, οὐκ ἔφη τοῦτο πάτριον εἶναι Ῥωμαίοις, ἀλλʼ ἐκείνους πρὸς τὸν ἄρχοντα χρῆναι βαδίζοντας αὐτοὺς παραιτεῖσθαι τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ὀργήν. ἐλθοῦσι δὲ καὶ δεομένοις συγγνώμην ἔδωκε.

μέλλοντι δʼ αὐτῷ διαβαίνειν εἰς τὴν Ἀσίαν ἧκεν ἀγγελία περὶ τῆς ἐν Ῥώμῃ μεταβολῆς, ὁ γὰρ νέος Καῖσαρ ηὐξήθη μὲν ὑπὸ τῆς βουλῆς ἐπʼ Ἀντώνιον, ἐκβαλὼν δὲ τῆς Ἰταλίας ἐκεῖνον αὐτὸς ἤδη φοβερὸς ἦν, ὑπατείαν τε μνώμενος παρὰ νόμον, καὶ στρατεύματα τρέφων μεγάλα, τῆς πόλεως οὐδὲν δεομένης.

ὁρῶν δὲ καὶ ταῦτα τὴν βουλὴν βαρυνομένην καὶ πρὸς τὸν Βροῦτον ἀφορῶσαν ἔξω καὶ ψηφιζομένην ἐκείνῳ καὶ βεβαιοῦσαν τὰς ἐπαρχίας, ἔδεισε.

καὶ τὸν μὲν Ἀντώνιον πέμπων εἰς φιλίαν προὐκαλεῖτο, τὰς δὲ δυνάμεις τῇ πόλει περιστήσας ὑπατείαν ἔλαβεν, οὔπω πάνυ μειράκιον ὤν, ἀλλʼ εἰκοστὸν ἄγων ἔτος, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν εἴρηκεν.

εὐθὺς δὲ δίκας φόνου κατὰ τῶν περὶ τὸν Βροῦτον εἰσῆγεν, ὡς ἄνδρα πρῶτον ἐν ἀρχαῖς ταῖς μεγίσταις ἀνῃρηκότων ἄκριτον καὶ κατήγορον ἐπέστησε Βρούτου μὲν Λεύκιον Κορνιφίκιον, Κασσίου δὲ Μᾶρκον Ἀγρίππαν. ὠφλίσκανον οὖν τὰς δίκας ἐρήμας ἀναγκαζομένων φέρειν ψῆφον τῶν δικαστῶν.